121
τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν. Οἵ τινες ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης. Ὡς ἐπὶ Χριστοῦ μάρτυρος λέγει, τὸ μεμνῆσθαι τῆς κλήσεως τῆς ἐπὶ ἁγιασμὸν, καὶ μὴ ἀνατρέχειν εἰς τὸν πρὸ κλήσεως βίον, τὸν οὐκ ἔχοντα σκοπὸν, οὐδὲ τέλος, ἀλλὰ ματαίως φερόμενον. Ἐν πλεονεξίᾳ. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν. Πλεονεξία φιλοσαρκίας ἐστὶν ἀναγκαῖον παρακολούθημα, διὰ τὸ τοσοῦτον ἐθέλειν ἔχειν, πόθεν εἰς τὰς ἡδονὰς ἀναλώσουσιν. Εἴ γε αὐτὸν ἠκούσατε, καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ, καὶ ὁσιότητι τῆς ἀληθείας. ∆ιὸ ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη. Τοῦτό φησιν, ἐπειδὴ οὐ παρ' αὐτοῦ διδαχθέντες ἦσαν, ἀλλὰ παρὰ τοῦ Ἰωάννου τοῦ εὐαγγελιστοῦ. Λέγει οὖν ἤδη πρὸς ὑμᾶς ἐλθοῦσα διδασκαλία, εἴπερ ἦλθεν τῷ ὄντι κατὰ Χριστὸν, οὐ τὴν φιλήδονον, καὶ τὴν ἐν ἀγνοίᾳ ζωὴν ἐπιτρέπει, ἥτις οὐδὲν ἀγαθὸν ἔχει, οὐδὲ ἀληθές. Ὁ γὰρ κατὰ Χριστὸν μαθὼν, τὸ ἀγαθὸν μεμάθηκε καὶ τὸ ἀληθὲς, τὴν ἐν σαρκικῷ βίῳ παλαίωσιν μεταβάλλειν διδασκόμενος εἰς καινότητα τὴν ἐν Πνεύματι. 95.845 Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. Ὁ κλέπτων, μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσὶν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. Πᾶς λόγος σκληρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ' εἴ τις ἀγαθὸς, πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. Εἰ καὶ ὀργῇ προσπέσοι, φησὶ, μὴ εἰς τὸ ἁμαρτάνειν ἐπικρατείτω, ἀλλὰ καὶ πρὸ τοῦ ἡμέραν ἐπιστῆναι δευτέραν, παυέσθω. Ἐὰν γὰρ ταῦτα ἐν ὑμῖν κρατῇ, διαβόλου διδάγματα ὄντα, ὁ διδάσκαλος διὰ τῶν ἰδίων αὐτοῦ διδαγμάτων ἐπεισελεύσεται. Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Τὸ Πνεῦμα ὑμᾶς ἀποστραφήσεται, φησὶ, καθάπερ λυπούμενον, ὅτι ὥσπερ ἐν σφραγισμῷ δοθὲν ὑμῖν εἰς ἕνωσιν, οὐκ ἐπιτηδείους πρὸς ἕνωσιν εὑρίσκει τοὺς δεδεγμένους τὴν χάριν εἰς τὸ διαφυγεῖν τὴν κόλασιν τῆς διαφθορᾶς. Πᾶσα πικρία, καὶ θυμὸς, καὶ ὀργὴ, καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ. Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐχαρίσατο. Ἅπερ ἐστὶ, φησὶ, τῆς σαρκικῆς ἀγνωσίας, ταῦτα ἀπολειπέτω ὁ κατασκευαζόμενος πνευματικῶς.
ΚΕΦΑΛ. Εʹ. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ,
καθὼς ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. ∆εῖ, φησὶ, μιμεῖσθαι Θεὸν εἰς τὸ χαρίζεσθαι τοῖς ἁμαρτάνουσιν εἰς ἡμᾶς, ἵνα ὦμεν μιμηταὶ Θεοῦ. Τὸν δὲ θάνατον, οὐ θάνατον ὠνόμασεν, ἀλλὰ Θεοῦ προσφοράν· οὐ γὰρ ἦν θανάτου σκῦλον ὁ Κύριος, ἀλλὰ αἰχμαλωτίζων εἰς ζωὴν τοὺς ἐν θανάτῳ, οὐδὲ ὑπὸ θανάτου κατεχόμενος, ἀλλὰ παρὰ Θεῷ, καὶ τότε ὢν δεκτὸς καὶ τίμιος, καὶ δῶρον ὑπὲρ κόσμου παντὸς εὐωδέστατον κατὰ τὴν ἁγιότητα. Πορνεία δὲ, καὶ πᾶσα ἀκαθαρσία, ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, καὶ αἰσχρότης, καὶ μωρολογία, καὶ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα, ἀλλὰ μᾶλλον εὐχαριστία. Τὰ πρὸς ἀλλήλους ὠφέλιμα διελθὼν, τὸ καθ' ἑαυτὸν ἑκάστου σῶφρον καὶ καθαρὸν ἐπιφέρει. Οὐδὲ ἐνταῦθα τοῦ νόμου μέτρῳ χρώμενος, ἀλλ' ὑπὲρ τοῦτο. Ἐκεῖ μὲν γὰρ τὸ, οὐκ ἔσται πορνεύων, οὐδὲ πορνεύουσα· λέγεται, ἐνταῦθα δὲ τὸ, μηδὲ ὀνομαζέσθω, ἢ ἀκουέσθω. 95.848 Τοῦτο γάρ ἐστε