21
γὰρ αἰσχρᾶς αἰτίας ἀπώλοντο, οἱ μὲν ὡς ἀπόῤῥητα ἐξειπόντες, οἱ δὲ ὡς τυραννίδι ἐπιθέμενοι, οἱ δὲ ἐπὶ τοῖς αἰσχίστοις ἁλόντες· οἱ δὲ εἰκῆ καὶ μάτην καὶ ἁπλῶς, αἰτίας μὴ οὔσης, ἑαυτοὺς ἀπήνεγκαν. Ἀλλ' οὐχὶ παρ' ἡμῖν οὕτω. ∆ιὰ τοῦτο τὰ μὲν ἐκείνων σεσίγηται, ταῦτα δὲ ἀνθεῖ καὶ καθ' ἑκάστην ἐπιδίδωσι τὴν ἡμέραν. Ὅπερ ἐννοῶν ὁ Παῦλος ἔλεγε· Τὸ ἀσθενὲς τοῦ Θεοῦ πάντων ἰσχυρότερόν ἐστι τῶν ἀνθρώπων. Ὅτι γὰρ θεῖον τὸ κήρυγμα, καὶ ἐντεῦθεν δῆλον. Πόθεν γὰρ ἐπῆλθεν ἀνθρώποις δώδεκα καὶ ἰδιώταις πράγμασιν ἐπιχειρῆσαι τοσούτοις, ἐν λίμναις, ἐν ποταμοῖς, ἐν ἐρημίαις διατρίβουσιν, οὐδέποτε εἰς πόλιν ταχέως οὐδὲ εἰς ἀγορὰν ἐμβεβληκόσι; πόθεν ἐπῆλθε πρὸς τὴν οἰκουμένην πᾶσαν παρατάξασθαι; Ὅτι γὰρ δειλοὶ ἦσαν καὶ ἄν 61.36 ανδροι, δείκνυσιν ὁ περὶ αὐτῶν γράψας, καὶ μὴ παραιτησάμενος, μηδὲ ὑπομείνας συσκιάσαι αὐτῶν τὰ ἐλαττώματα, ὅπερ μέγιστον καὶ τοῦτο τῆς ἀληθείας ἐστὶ τεκμήριον. Τί οὖν οὗτός φησι περὶ αὐτῶν; Ὅτι τοῦ Χριστοῦ συλληφθέντος, μετὰ μυρία θαύματα οἱ μὲν ἔφυγον, ὁ δὲ μείνας κορυφαῖος ὢν τῶν ἄλλων ἠρνήσατο. Πόθεν οὖν οἱ ζῶντος τοῦ Χριστοῦ τὴν Ἰουδαϊκὴν ὁρμὴν οὐκ ἐνεγκόντες, τελευτήσαντος καὶ ταφέντος καὶ μὴ ἀναστάντος, ὥς φατε, μηδὲ διαλεχθέντος αὐτοῖς, μηδὲ θάρσος ἐνθέντος, πρὸς τοσαύτην παρετάττοντο οἰκουμένην; Οὐκ ἂν εἶπον πρὸς ἑαυτοὺς, Τί δὴ τοῦτό ἐστιν; ἑαυτὸν οὐκ ἴσχυσε σῶσαι, καὶ ἡμῶν προστήσεται; ἑαυτῷ οὐκ ἤμυνε ζῶν, καὶ ἡμῖν χεῖρα ὀρέξει τετελευτηκώς; αὐτὸς ζῶν οὐδὲ ἓν ἔθνος ὑπέταξε, καὶ ἡμεῖς τὴν οἰκουμένην ὅλην πείσομεν τὸ ἐκείνου λέγοντες ὄνομα; καὶ πῶς ἂν ἔχοι λόγον οὐχὶ ποιῆσαι ταῦτα μόνον, ἀλλ' ἐννοῆσαι γοῦν; Ὅθεν δῆλον ὅτι, εἰ μὴ εἶδον ἀναστάντα καὶ τῆς δυνάμεως αὐτοῦ μεγίστην ἔλαβον ἀπόδειξιν, οὐκ ἂν τοσοῦτον ἀνέῤῥιψαν κύβον. Εἰ γὰρ καὶ φίλους εἶχον μυρίους, οὐκ ἂν εὐθέως ἐχθροὺς ἐκτήσαντο πάντας, παλαιὰ ἔθη κινοῦντες καὶ πατρῷα ὅρια μεταίροντες; νυνὶ δὲ καὶ πάντας πολεμίους ἐκέκτηντο, καὶ τοὺς ἰδίους καὶ τοὺς ἀλλοτρίους. Εἰ γὰρ καὶ αἰδέσιμοι πάντων ἕνεκεν ἦσαν τῶν ἔξωθεν, οὐκ ἂν πάντες αὐτοὺς ἐβδελύξαντο καινὴν πολιτείαν εἰσάγοντας; νῦν δὲ καὶ ἔρημοι πάντων ἐτύγχανον, καὶ εἰκὸς ἦν κἀντεῦθεν μισητοὺς γενέσθαι παρὰ πᾶσι καὶ εὐκαταφρονήτους. Τίνας γὰρ βούλει εἰπεῖν; Ἰουδαίους; Ἀλλ' ἄφατον εἶχον πρὸς αὐτοὺς μῖσος ἐκ τῶν πρὸς τὸν διδάσκαλον γεγενημένων. Ἀλλ' Ἕλληνας; Ἀλλὰ καὶ οὗτοι οὐκ ἐλάττοναἐκείνων ἀπεστράφησαν, καὶ ἴσασι ταῦτα μάλιστα Ἕλληνες. Πλάτων γὰρ ὁ πολιτείαν τινὰ καινοτομῆσαι βουληθεὶς, μᾶλλον δὲ μέρος πολιτείας, καὶ οὐ τὰ τῶν θεῶν μετατιθεὶς νόμιμα, ἀλλ' ἁπλῶς πράξεις εἰσαγαγὼν ἑτέρας ἀνθ' ἑτέρων, ἐκινδύνευσε Σικελίας ἐκπεσὼν ἀποθανεῖν· ἐπειδὴ δὲ τοῦτο οὐ γέγονε, τῆς ἐλευθερίας ἐξέπεσεν αὐτῆς. Καὶ εἰ μὴ βάρβαρός τις τοῦ Σικελίας τυράννου γέγονεν ἡμερώτερος, οὐδὲν ἐκώλυε διαπαντὸς δουλεύειν τὸν φιλόσοφον ἐν ἀλλοτρίᾳ. Καίτοιγε οὐκ ἴσον ἐστὶ τὰ περὶ βασιλείας καινοτομεῖν, καὶ τὰ περὶ θρησκείας· τοῦτο γὰρ μάλιστα θορυβεῖ καὶ ταράττει τοὺς ἀνθρώπους. Τὸ γὰρ εἰπεῖν, ὅτι Ὁ δεῖνα καὶ ὁ δεῖνα τὴν δεῖνα γαμείτωσαν, καὶ Οἱ φύλακες τοῦτον τὸν τρόπον ἔστωσαν φύλακες, οὐ σφόδρα ἱκανὸν θορυβῆσαι· καὶ μάλιστα, ὅταν ἐν βιβλίῳ ᾖ ταῦτα κείμενα, καὶ μὴ πολλὴ σπουδὴ τοῦ νομοθετοῦντος γίνηται εἰς ἔργον ἄγειν τὰ λεγόμενα· τὸ μέντοι γε λέγειν, ὅτι οὐκ εἰσὶ θεοὶ οἱ θεραπευόμενοι, ἀλλ' ὅτι δαίμονές εἰσιν, ὅτι ὁ ἐσταυρωμένος Θεὸς, ἴστε πόσην ἀνῆψεν ὀργὴν, πόσην ἂν ἐποίησε δοῦναι δίκην, πόσον ἀνεῤῥίπισε πόλεμον. εʹ. Καὶ γὰρ Πρωταγόρας παρ' αὐτοῖς, ἐπειδὴ ἐτόλμησεν εἰπεῖν, ὅτι οὐκ Οἶδα θεοὺς, οὐ τὴν οἰκουμένην περιιὼν καὶ κηρύττων, ἀλλ' ἐν μιᾷ πόλει, περὶ τῶν ἐσχάτων ἐκινδύνευσε. Καὶ ∆ιαγόρας ὁ Μιλήσιος, καὶ Θεόδωρος 61.37 ὁ λεγόμενος Ἄθεος, καίτοι φίλους εἶχον καὶ δύναμιν τὴν ἀπὸ τῶν λόγων, καὶ ἐπὶ φιλοσοφίᾳ ἐθαυμάζοντο, ἀλλ' ὅμως οὐδὲν τούτων αὐτοὺς ὤνησε· καὶ ὁ μέγας δὲ Σωκράτης καὶ πάντων τῶν παρ' αὐτοῖς φιλοσοφίᾳ κρατῶν διὰ τοῦτο τὸ κώνειον ἔπιεν, ἐπειδὴ ἐν τοῖς περὶ θεῶν λόγοις μικρόν τι παρακινεῖν ὑπωπτεύετο. Εἰ δὲ