1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

34

ἄλλως δὲ καὶ ἡ οἰκουμένη πᾶσα, ὁμοφώνως αὐτὸ δεξαμένη. Οὐκ ἂν δὲ, εἰ μὴ Πνεύματος χάρις ἦν, τοσαύτη γέγονε συμφωνία ἀπὸ περάτων εἰς πέρατα τῆς γῆς, ἀλλ' ἑάλωσαν ἂν ταχέως οἱ πλάττοντες, καὶ οὐκ ἂν τοσαῦτα κατορθώματα ἀπὸ πλασμάτων καὶ ψεύδους συνέστη· ἢ οὐχ ὁρᾷς τὴν οἰκουμένην πᾶσαν προσελθοῦσαν; τὴν πλάνην σβεσθεῖσαν; τὴν τῶν μοναχῶν φιλοσοφίαν ὑπὲρ τὸν ἥλιον λάμπουσαν; τοὺς τῶν παρθένων χορούς; τὴν ἐν βαρβάροις εὐλάβειαν; πάντας ὑπὸ ζυγὸν δουλεύοντας ἕνα; Οὐδὲ γὰρ παρ' ἡμῶν ταῦτα προείρηται μόνον, ἀλλὰ καὶ ἄνωθεν παρὰ τῶν προφητῶν. Οὐ γὰρ δήπου καὶ ἐκείνων ἐπιλήψῃ τῶν προῤῥήσεων· παρὰ γὰρ τοῖς ἐχθροῖς τὰ Βιβλία, καὶ παρὰ Ἑλλήνων σπουδασάντων εἰς τὴν Ἑλλάδα μετηνέχθη γλῶτταν. Πολλὰ δὴ καὶ οὗτοι περὶ τούτων προλέγουσι, δεικνύντες ὅτι Θεὸς ἦν ὁ παρέσεσθαι μέλλων. δʹ. Πῶς οὖν οὐ πάντες πιστεύουσι νῦν; Ὅτι ἐπὶ τὸ χεῖρον τὰ πράγματα προῆλθε, καὶ τούτων ἡμεῖς αἴτιοι· λοιπὸν γὰρ καὶ πρὸς ἡμᾶς ὁ λόγος. Οὐ γὰρ δήπου σημείοις καὶ τότε ἐπίστευον μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ βίου πολλοὶ τῶν προσιόντων ἐνήγοντο. Λαμψάτω γὰρ ὑμῶν τὸ φῶς, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Τότε οὖν Πάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ' εἶχον ἅπαντα κοινὰ, καὶ διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχε, καὶ βίον ἔζων ἀγγελικόν. Καὶ νῦν ἂν γένηται τοῦτο, 61.53 τὴν οἰκουμένην ἐπιστρέψομεν ἅπασαν καὶ σημείων χωρίς. Τέως δὲ οἱ βουλόμενοι σωθῆναι, προσεχέτωσαν ταῖς Γραφαῖς· εὑρήσουσι γὰρ ἐκεῖ καὶ ταῦτα, καὶ τὰ τούτων πλείονα κατορθώματα. Καὶ γὰρ οἱ διδάσκαλοι αὐτοὶ ὑπερέβαινον τὰ ἐκείνων, ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι διάγοντες. Ἡμεῖς δὲ βουλόμεθα πολλῆς ἀπολαύειν τρυφῆς καὶ ἀναπαύσεως καὶ ἀδείας· ἀλλ' οὐκ ἐκεῖνοι, ἀλλ' ἐβόων, Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν. Καὶ ὁ μὲν ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ ἔτρεχεν, ὁ δὲ εἰς τὴν Ἰνδῶν, ὁ δὲ εἰς τὴν Μαύρων, ἄλλος δὲ πρὸς ἄλλα μέρη τῆς οἰκουμένης· ἡμεῖς δὲ οὐδὲ τῆς πατρίδος ἐξελθεῖν τολμῶμεν, ἀλλὰ τρυφὴν ζητοῦμεν καὶ οἰκίας λαμπρὰς καὶ πᾶσαν τὴν ἄλλην ἀφθονίαν. Τίς γὰρ ἐλίμωξεν ἡμῶν ποτε διὰ τὸν τοῦ Θεοῦ λόγον; τίς ἐν ἐρήμῳ γέγονε; τίς ἀποδημίαν ἐστείλατο μακράν; τίς τῶν διδασκάλων ἐκ τῶν χειρῶν ζῶν ἑτέροις ἐπεκούρησε; τίς θάνατον ὑπέμεινε καθημερινόν; Ἐντεῦθεν καὶ οἱ μεθ' ἡμῶν ὄντες ῥᾳθυμότεροι γίνονται. Καὶ γὰρ εἰ στρατιώτας τις εἶδε καὶ στρατηγοὺς λιμῷ καὶ δίψει καὶ θανάτῳ καὶ πᾶσι τοῖς δεινοῖς παλαίοντας, καὶ κρυμὸν καὶ κινδύνους καὶ πάντα φέροντας καθάπερ λέοντας, καὶ κατορθοῦντας· εἶτα μετὰ ταῦτα ἐκλύσαντας τὴν φιλοσοφίαν ἐκείνην. καὶ μαλακωτέρους γενομένους, καὶ χρημάτων ἐρῶντας, καὶ πραγματείαις καὶ καπηλείαις προσέχοντας, καὶ ἡττωμένους ὑπὸ τῶν πολεμίων, ἐσχάτης ἦν ἀνοίας τὴν αἰτίαν τούτων ζητεῖν. Τοῦτο δὴ καὶ ἐφ' ἡμῶν καὶ τῶν προγόνων λογισώμεθα· καὶ γὰρ πάντων ἐγενόμεθα ἀσθενέστεροι, τῷ παρόντι προσηλωμένοι βίῳ. Κἂν εὑρεθῇ τις ἴχνος ἔχων τῆς παλαιᾶς φιλοσοφίας, τὰς πόλεις ἀφεὶς καὶ τὰς ἀγορὰς καὶ τὸ ἐν μέσῳ στρέφεσθαι καὶ τοὺς ἄλλους ῥυθμίζειν, τὰ ὄρη καταλαμβάνει· κἂν ἔρηταί τις τῆς ἀναχωρήσεως τὴν αἰτίαν, εὑρίσκει πρόφασιν συγγνώμην οὐκ ἔχουσαν. Ἵνα γὰρ μὴ 61.54 παραπόλωμαι, φησὶ, μηδὲ ἀμβλύτερος γένωμαι τὴν ἀρετὴν, ἀποπηδῶ. Καὶ πόσῳ βέλτιον ἀμβλύτερόν σε γενέσθαι καὶ τοὺς ἄλλους κερδᾶναι, ἢ μένοντα ἐν ὕψει περιιδεῖν ἀπολλυμένους τοὺς ἀδελφούς; Ὅταν μὲν οὖν οἱ μὲν ἀρετῆς ἀμελῶσιν, οἱ δὲ ἐπιμελούμενοι πόῤῥω τῆς παρατάξεως γίνωνται, πόθεν αἱρήσομεν τοὺς ἐχθρούς; Εἰ γὰρ καὶ σημεῖα ἦν νῦν, τίς ἂν ἐπείσθη; ἢ τίς ἂν προσέσχεν ἡμῖν τῶν ἔξωθεν. τῆς κακίας οὕτως ἐπιπολαζούσης; Καὶ γὰρ ὁ ὀρθὸς βίος ἡμῶν ἀξιοπιστότερος τοῖς πολλοῖς εἶναι δοκεῖ. Σημεῖα μὲν γὰρ, παρὰ τῶν ἀναισχύντων καὶ πονηρῶν ἀνθρώπων καὶ ὑπόνοιαν δέξεται πονηράν· βίος δὲ καθαρὸς καὶ αὐτὸ τοῦ διαβόλου