1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

246

τυραννίδι. Τοὐναντίον μὲν οὖν εὕροι τις ἄν· ἡ γὰρ βία αὕτη καὶ ταραχὴ παρὰ τῷ πορνεύοντι μᾶλλόν ἐστι. Καὶ γὰρ κλόνος ἐν τῷ σώματι πολὺς, καὶ πάσης θαλάττης κυματουμένης χαλεπώτερον οὗτος διάκειται, οὐδέποτε πρὸς τὴν ἐπιθυμίαν ἱστά- μενος, ἀλλ' ἀεὶ βαλλόμενος ὑπ' αὐτῆς, ὥσπερ οἱ δαιμονῶντες, καὶ συνεχῶς ὑπὸ τῶν πονηρῶν καταῤ- ῥηγνύμενοι πνευμάτων. Ὁ δὲ σώφρων καθάπερ ἀρι- στεὺς γενναῖος συνεχῶς αὐτὴν βάλλων, τὴν ἀρίστην καὶ μυρίων τοιούτων ἡδίω καρποῦται ἡδονὴν, τῇ νίκῃ ταύτῃ καὶ τῷ χρηστῷ συνειδότι καὶ τοῖς λαμ- προῖς τροπαίοις καλλωπιζόμενος διηνεκῶς. Εἰ δὲ μετὰ τὴν ὁμιλίαν ἀναπαύεται μικρὸν ἐκεῖνος, οὐδὲν τοῦτο ἂν εἴη· πάλιν γὰρ ὁ χειμὼν ἔπεισι, καὶ πάλιν κύματα. Ὁ δὲ φιλοσοφῶν οὐδὲ ἀρχὴν ἀφίησι ταύτην λαβεῖν τὴν ταραχὴν, οὐδὲ διαναστῆναι τὸ πέλαγος, οὐδὲ βοῆσαι τὸ θηρίον. Εἰ δέ τινα βίαν ὑπομένοι κατέχων τὴν τοιαύτην ὁρμὴν, ἀλλὰ καὶ ἐκεῖνος συν- εχῶς βαλλόμενος καὶ κεντούμενος καὶ τὸν οἶστρον οὐ φέρων· καὶ παρόμοιον γίνεται, ὥσπερ ἂν ἵππον ἄγριον μαινόμενον καὶ ἀντιτείνοντα ἀνέχοι τῷ χα- λινῷ, καὶ κατέχοι μετὰ τέχνης ἁπάσης· ὁ δὲ ἐνδοὺς, ὥστε τὸν πόνον τοῦτον φυγεῖν, συρόμενος ὑπ' αὐτοῦ πανταχοῦ φέροιτο. Ταῦτα εἰ καὶ σαφέστερον τοῦ δέοντος εἴρηται, μηδεὶς ἐγκαλείτω· οὐ γὰρ λόγων σεμνότητι καλλωπίζεσθαι βούλομαι, ἀλλὰ ποιῆσαι σεμνοὺς τοὺς ἀκούοντας. δʹ. ∆ιὰ τοῦτο καὶ οἱ προφῆται οὐδενὸς τῶν τοιούτων φείδονται ῥημάτων, τὴν ἀκολασίαν τῶν Ἰουδαίων ἐκκόψαι βουλόμενοι, ἀλλὰ καὶ γυμνότερον αὐτῶν καθικνοῦνται, ἢ ἡμεῖς νῦν ἐφ' οἷς εἰρήκαμεν. Καὶ γὰρ ἰατρὸς σηπεδόνα ἐκβαλεῖν βουλόμενος, οὐ σκοπεῖ πῶς καθαρὰς διατηρήσειε τὰς χεῖρας, ἀλλ' ὅπως ἐκεῖνον ἀπαλλάξειε τῆς σηπεδόνος· καὶ ὁ τὸν ταπει- νὸν ὑψηλὸν ποιῆσαι θέλων, αὐτὸς ταπεινοῦται πρό- τερος· καὶ ὁ σφάξαι τὸν ἐπιβουλεύοντα σπουδάζων, καὶ ἑαυτὸν αἱμάσσει μετ' ἐκείνου, καὶ τοῦτο αὐτὸν ποιεῖ λαμπρότερον. Ἐπεὶ καὶ στρατιώτην ἐπανελ- θόντα ἀπὸ τοῦ πολέμου ἂν ἴδῃ τις ἰχῶρι καὶ αἵματι καὶ ἐγκεφάλῳ μεμολυσμένον, οὐ μισήσει, οὐδὲ ἀπο- στραφήσεται διὰ τοῦτο, ἀλλὰ καὶ θαυμάσεται μᾶλλον. Οὕτω δὴ καὶ ἡμεῖς ποιῶμεν, ὅταν ἴδωμέν τινα μετὰ τὸ κατασφάξαι τὴν ἐπιθυμίαν ᾑμαγμένον ἐπανιόντα, μᾶλλον αὐτὸν θαυμάζωμεν, καὶ κοινωνῶμεν τῆς μάχης καὶ τῆς νίκης αὐτῷ, καὶ πρὸς τοὺς ἐρῶντας λέγωμεν, ∆είξατε ἡμῖν τὴν ἐκ τῆς ἐπιθυμίας ἡδονήν. Ὁ μὲν γὰρ σώφρων τὴν ἀπὸ τῆς νίκης ἔχει, σὺ δὲ οὐδαμόθεν. Εἰ δὲ ὑμεῖς τὴν ἐκ τῆς ὁμιλίας λέγοιτε, ἀλλ' ἐκείνη σαφεστέρα καὶ διαρκεστέρα. Σὺ γὰρ ἔχεις ἀπὸ τῆς ἀπολαύσεως βραχὺ καὶ μηδὲ φαινόμενον, ἐκεῖνος δὲ ἀπὸ τοῦ συνειδότος, καὶ μείζονα καὶ διηνεκῆ καὶ γλυκυτέραν ἔχει τὴν εὐφροσύ- νην. Οὐδὲ γὰρ οὕτως ὁμιλία γυναικὸς, ὡς φιλοσοφία ἀτάραχον δύναται τηρῆσαι ψυχὴν καὶ πτερῶσαι. Οὗ- 61.321 τος μὲν οὖν, ὥσπερ ἔφην, σαφῶς οὕτω δείκνυσιν ἡμῖν τὴν ἡδονήν· ἐπὶ δὲ σοῦ τὴν μὲν ἀπὸ τῆς ἥττης ἀθυμίαν ὁρῶ, τὴν δὲ ἡδονὴν βουλόμενος ἰδεῖν, οὐχ εὑρίσκω. Ποῖον γὰρ βούλει καιρὸν ἡδονῆς εἶναι· τὸν πρὸ τῆς μίξεως; Ἀλλ' οὐκ ἔστι· μανίας γάρ ἐστι καὶ παραφορᾶς καὶ ἐκστάσεως. Τὸ γὰρ τοὺς ὀδόντας τρίζειν καὶ ἐξίστασθαι, οὐχ ἡδονῆς· εἰ δὲ ἡδονῆς ἦν, οὐκ ἂν ταῦτά σε εἰργάσατο, ἃ οἱ ἀλγοῦντες ὑπομέ- νουσι. Καὶ γὰρ οἱ πυκτεύοντες καὶ πληττόμενοι τοὺς ὀδόντας τρίζουσι, καὶ αἱ ὠδίνουσαι γυναῖκες διασπώ- μεναι τοῖς πόνοις, τὸ αὐτὸ τοῦτο ποιοῦσιν. Ὥστε οὐχ ἡδονὴ τοῦτο, ἀλλ' ἔκστασις μᾶλλον καὶ θόρυβος καὶ ταραχή. Ἀλλ' ὁ μετὰ ταῦτα καιρός; Ἀλλ' οὐδὲ οὗ- τος· οὐδὲ γὰρ τὴν τεκοῦσαν ἐν ἡδονῇ εἴποιμεν ἂν εἶναι, ἀλλ' ἐν ἀπαλλαγῇ πόνων· οὐ πάντως δὲ τοῦτο 61.322 ἡδονὴ, ἀλλ' ἀσθένεια μᾶλλον καὶ ἔκλυσις· πολὺ δὲ τὸ μέσον ἑκατέρων τούτων ἐστί. Ποῖος οὖν τῆς ἡδονῆς καιρὸς, εἰπέ μοι. Οὐκ ἔστιν οὐδείς· εἰ δὲ καὶ ἔστιν, οὕτω βραχύς ἐστιν, ὡς μηδὲ φαίνεσθαι. Μυρία οὖν φιλονεικήσαντες φωρᾶσαι αὐτὸν καὶ κατασχεῖν, οὐκ ἠδυνήθημεν. Ἀλλ' οὐχ ὁ τοῦ σώφρονος τοιοῦτος, ἀλλὰ πλατὺς, καὶ πᾶσι κατάδηλος· μᾶλλον δὲ ἅπας ὁ βίος ἐν ἡδονῇ, τοῦ συνειδότος αὐτῷ στεφανουμένου, τῶν κυμάτων ἐστορεσμένων, οὐδενὸς