1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

99

προβαίνων. Ὥσπερ γὰρ περὶ τῶν πόρνων διαλεγόμενος, μέμνηται πάντων ὁμοῦ, οὕτω πάλιν τοῦ πλεονέκτου μνησθεὶς, πάντας εἰς μέσον ἄγει, πρὸς τοὺς ἐλέγχους συνεθίζων τοὺς τὰ τοιαῦτα συνειδότας ἑαυτοῖς. Τὸ γὰρ ἐν ταῖς τῶν ἑτέρων μνήμαις συνεχῶς ἀκούειν τὴν κειμένην κόλασιν αὐτοῖς, εὐπαράδεκτον ποιεῖ τὸν ἔλεγχον, ἐπειδὰν τοῖς οἰκείοις αὐτῶν ἁμαρτήμασιν ἐπαποδύηται. Οὐδὲ γὰρ ὡς συνειδὼς ἐνταῦθα αὐτοῖς ταῦτα, οὐδὲ ὡς ἐλέγχων ποιεῖται τὴν ἀπειλήν· ὃ μάλιστα καὶ ἱκανόν ἐστι κατασχεῖν τὸν ἀκροατὴν, καὶ μὴ ἀφεῖναι ἀποπηδῆσαι, ὅταν μὴ πρὸς αὐτὸν ὁ λόγος ἀποτείνηται, ἀλλ' ἀδιορίστως λεγόμενος, λανθανόντως αὐτοῦ πλήττῃ τὸ συνειδός. Μὴ πλανᾶσθε. Ἐνταῦθα αἰνίττεταί τινας λέγοντας, ὅπερ καὶ νῦν λέγουσιν οἱ πολλοὶ, ὅτι Φιλάνθρωπος ὢν ὁ Θεὸς καὶ ἀγαθὸς, οὐκ ἐπεξέρχεται τοῖς πλημμελήμασι· μὴ δὴ φοβηθῶμεν· οὐδένα γὰρ ἐπ' οὐδενὶ δίκην ἀπαιτήσει ποτέ. Καὶ τούτων ἕνεκέν φησιν· Μὴ πλανᾶσθε. Πλάνης γάρ ἐστιν ἐσχάτης καὶ ἀπάτης, ἐλπίσαντα χρηστὰ τῶν ἐναντίων ἐπιτυχεῖν, καὶ ταῦτα περὶ Θεοῦ ὑποπτεύειν, ἃ μηδὲ περὶ ἀνθρώπου τις ἐννοήσειε. ∆ιό φησιν ὁ προφήτης ἐκ προσώπου αὐτοῦ· Ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἀνομίας σου· καὶ ὁ Παῦλος ἐνταῦθα, Μὴ πλανᾶσθε· οὔτε πόρνοι (τὸν ἤδη καταδικασθέντα πρῶτον τίθησιν), οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε μέθυσοι, οὔτε λοίδοροι βασιλείαν Θεοῦ κληρονομήσουσι. Πολλοὶ τούτου ἐπελάβοντο τοῦ χωρίου, ὡς σφόδρα τραχέος, εἴ γε τὸν μέθυσον καὶ λοίδορον μετὰ τοῦ μοιχοῦ καὶ τοῦ ἡταιρηκότος καὶ τοῦ ἀρσενοκοίτου τίθησι· καίτοι γε οὐκ ἴσα τὰ ἐγκλήματα, πῶς οὖν τὰ τῆς κολάσεως ἴσα; Τί οὖν ἐροῦμεν; Ὅτι μάλιστα μὲν οὖν οὐ μικρὸν τὸ τῆς μέθης καὶ τὸ τῆς λοιδορίας, ἐπεὶ καὶ ὁ Χριστὸς τὸν μωρὸν καλέσαντα τὸν ἀδελφὸν τῇ γεέννῃ παρέδωκε. Πολλάκις γὰρ ἐντεῦθεν ἐτέχθη θάνατος· καὶ ὁ τῶν Ἰουδαίων δὲ δῆμος τὰ χαλεπώτατα ἐκ τῆς μέθης ἐξήμαρτεν ἁμαρτήματα· ἔπειτα, ὅτι οὐ περὶ κολάσεως ὁ λόγος αὐτῷ τέως, ἀλλὰ περὶ ἐκπτώσεως βασιλείας. Τῆς μὲν οὖν βασιλείας ὁμοίως καὶ οὗτος καὶ ἐκεῖνος ἐκπίπτουσιν· εἰ δέ τινα ἐν τῇ γεέννῃ διαφορὰν ἕξουσιν, οὐ τοῦ παρόντος καιροῦ ζητεῖν· οὐ γὰρ περὶ τούτου πρόκειται νῦν ἡμῖν. Καὶ ταῦτά τινες ἦτε· ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε. Σφόδρα ἐντρεπτικῶς ἐπήγαγε λέγων· Ἐννοήσατε ἡλίκων ὑμᾶς ἐξείλετο κακῶν ὁ Θεὸς, ὅσην ὑμῖν φιλανθρωπίας παρέσχετο πεῖραν καὶ ἀπόδειξιν· καὶ οὐδὲ μέχρι τῆς ἀπαλλαγῆς τὴν ἀντίδοσιν ἔδωκεν, ἀλλ' ἐπὶ πολὺ τὴν εὐεργεσίαν προήγαγε· καὶ γὰρ καθαρὸν ἐποίησεν. Ἆρ' οὖν τοῦτο μόνον; Οὐδαμῶς, ἀλλὰ καὶ ἡγίασεν· ἀλλ' οὐδὲ τοῦτο μόνον, ἀλλὰ καὶ ἐδικαίωσε. Καίτοι γε καὶ τὸ τῶν ἁμαρτημάτων ἀπαλλαγῆναι, δωρεὰ μεγάλη· νυνὶ δέ σε καὶ μυρίων ἐνέπλησεν ἀγαθῶν. Καὶ τοῦτο γέγονεν Ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· οὐκ ἐν τῷδε καὶ τῷδε, ἀλλὰ Καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Ταῦτα οὖν εἰδότες, ἀγαπητοὶ, καὶ τὸ μέγεθος τῆς γεγενημένης εὐεργεσίας ἐννοοῦντες, μένωμεν σωφρόνως βιοῦντες, τῶν τε ἀπηριθμημένων καθαρεύοντες ἁπάντων, καὶ τὰ δικαστήρια φεύγωμεν τὰ ἐν ἀγοραῖς ταῖς ἔξω, καὶ τὴν εὐγένειαν, ἣν ὁ Θεὸς 61.136 ἡμῖν ἐχαρίσατο, ταύτην διαφυλάξωμεν. Ἐννόησον 61.136 γὰρ ἡλίκης ἐστὶν αἰσχύνης καθέζεσθαι Ἕλληνά σοι δίκαια νέμοντα. εʹ. Τί οὖν, φησὶν, ἐὰν παρανόμως ὁ ἔνδον κρίνῃ; ∆ιὰ τί, εἰπέ μοι; κατὰ ποίους γὰρ νόμους δικάζει ὁ Ἕλλην; καὶ κατὰ ποίους ὁ Χριστιανός; οὐκ εὔδηλον ὅτι κατὰ μὲν τοὺς τῶν ἀνθρώπων ὁ Ἕλλην, κατὰ δὲ τοὺς τοῦ Θεοῦ ὁ Χριστιανός; Οὐκοῦν ἐνταῦθα μᾶλλον τὸ δίκαιον, ἐπειδὴ καὶ ἐξ οὐρανῶν εἰσιν οἱ νόμοι πεμφθέντες. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν μετὰ τῶν εἰρημένων καὶ ἕτερα ἔστιν ὑποπτεῦσαι πολλὰ, καὶ ῥητόρων δεινότητα καὶ διαφθορὰν ἀρχόντων καὶ πολλὰ ἄλλα τὸ δίκαιον λυμαινόμενα· ἐνταῦθα δὲ τοιοῦτον οὐδέν. Τί οὖν, ἂν ὁ ἀντίδικος δυνάστης ᾖ, φησί; Καὶ διὰ τοῦτο μὲν οὖν μάλιστα δικάζεσθαι ἐνταῦθα χρή· ἐν γὰρ τοῖς ἔξω δικαστηρίοις περιέσται σου πάντως. Εἰ δὲ οὐκ ἀνέχεται, ἀλλὰ καὶ τῶν ἔνδον καταφρονεῖ καὶ ἔξω πρὸς βίαν