1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

261

τῷ Πατρὶ τὰ κατορθώματα ἀνατιθεὶς, οὐχ ὡς ἀτονοῦντος τοῦ Παιδὸς (πῶς γὰρ, ᾧ τοσαῦτα ἐμαρτύρησεν ἔμπροσθεν, καὶ πάντα ἀνέθηκε τὰ εἰ- ρημένα;), ἀλλὰ διὰ τὴν αἰτίαν ἣν εἶπον, καὶ ἵνα δείξῃ κοινὰ Πατρὶ καὶ Υἱῷ τὰ ὑπὲρ ἡμῶν γενόμενα ἅπαντα. Ὅτι γὰρ αὐτὸς ἑαυτῷ ἤρκεσεν εἰς τὸ ὑπο- τάξαι αὐτῷ τὰ πάντα, ἄκουσον πάλιν Παύλου λέγον- τος· Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώ- σεως ἡμῶν εἰς τὸ γενέσθαι σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνα- σθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα. Εἶτα καὶ ἐπιδιορθώσει κέχρηται λέγων· Ὅταν δὲ εἴπῃ, ὅτι Τὰ πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα, οὐ μικρὰν κἀντεῦ- θεν τῷ Μονογενεῖ μαρτυρῶν δόξαν. Εἰ γὰρ ἐλάττων ἦν καὶ πολὺ καταδεέστερος, οὐκ ἂν τοῦτο ἐφοβήθη τὸ δέος ποτέ. Καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ καὶ ἕτερον προστίθησι λέγων. Ἵνα γὰρ μή τις ὑποπτεύῃ καὶ λέγῃ· Τί γὰρ, εἰ καὶ μὴ ὑποτέτακται ὁ Πατήρ; οὐδὲν τοῦτο κωλύει ἰσχυρότερον εἶναι τὸν Υἱὸν, δείσας τὴν ἀσεβῆ ταύτην ὑπόνοιαν, ἐπειδὴ ἐκεῖνο οὐκ ἤρκει καὶ τοῦτο δεῖξαι, προσέθηκεν ἐκ περιουσίας πολλῆς· Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται· τὴν πολλὴν πρὸς τὸν Πατέρα ὁμόνοιαν δεικνὺς, καὶ ὅτι οὗτος ἀρχὴ πάντων τῶν ἀγαθῶν καὶ αἰτία πρώτη, ὁ τὸν τοσαῦτα δυνάμενον καὶ κατορθοῦντα γεγεννηκώς. ʹ. Εἰ δὲ πλέον εἴρηκεν ἢ ἀπῄτει τοῦ πράγμα- τος ἡ ὑπόθεσις, μὴ θαυμάσῃς· τὸν γὰρ ∆ιδάσκαλον τὸν ἑαυτοῦ μιμούμενος, ταῦτα ποιεῖ. Καὶ γὰρ ὁμό- νοιαν αὐτὸς δεῖξαι βουλόμενος πρὸς τὸν γεγεννηκότα, καὶ ὅτι οὐ παρὰ γνώμην αὐτοῦ ἀφῖκται, τοσοῦτον καταβαίνει, οὐχ ὅσον ἀπῄτει τῆς ὁμονοίας ἡ ἀπόδειξις, ἀλλ' ὅσον ἐδεῖτο τῶν παρόντων ἡ ἀσθένεια. Εὔχεται γὰρ τῷ γεγεννηκότι δι' οὐδὲν ἄλλο, ἢ διὰ τοῦτο, καὶ τὴν αἰτίαν τιθείς φησιν, Ἵνα πιστεύωσιν ὅτι σύ με ἀπέστειλας. Τοῦτον οὖν μιμούμενος καὶ ἐνταῦθα ἐκ περιουσίας τῇ λέξει κέχρηται, οὐχ ἵνα δουλείαν κατηναγκασμένην ὑποπτεύσῃς, ἄπαγε, ἀλλ' ἵνα τὰ ἄτοπα ἐκεῖνα δόγματα ἐκ περιουσίας ἐκβάλῃ. Καὶ γὰρ ὅταν βούληταί τι πρόῤῥιζον ἀνασπάσαι, πολλῇ κέχρηται τῇ περιουσίᾳ. Οὕτω γοῦν καὶ περὶ γυναικὸς πιστῆς λέγων καὶ ἀνδρὸς ἀπίστου ὁμιλούντων ἀλλή- λοις νόμῳ γάμου, ἵνα μὴ νομίσῃ ἡ γυνὴ μολύνεσθαι ἀπὸ τῆς μίξεως καὶ τῶν περιπλοκῶν τῶν περὶ τὸν 61.341 ἄπιστον, οὐκ εἶπεν, ὅτι οὐκ ἔστιν ἀκάθαρτος ἡ γυνὴ, οὐδ', ὅτι οὐδὲν βλάπτεται παρὰ τοῦ ἀπίστου, ἀλλ', ὃ πολλῷ πλέον ἦν, ὅτι καὶ ὁ ἄπιστος ἡγίασται δι' αὐ- τῆς, οὐ τοῦτο δεῖξαι βουλόμενος, ὅτι ὁ Ἕλλην ἅγιος ἐγένετο ἐξ ἐκείνης, ἀλλὰ τῇ ὑπερβολῇ τοῦ ῥήματος τὸν φόβον αὐτῆς ἐκλῦσαι σπεύδων. Οὕτω καὶ ἐνταῦθα τῇ περιουσίᾳ τῆς λέξεως τὸ ἀσεβὲς ἐκεῖνο δόγμα ἀνελεῖν ἐσπουδακὼς, εἶπεν ὅπερ εἴρηκεν. Ὥσπερ γὰρ ἀσθενῆ τὸν Υἱὸν ὑποπτεύειν, τῆς ἐσχάτης παρανο- μίας ἐστί· διόπερ αὐτὸ διορθοῦται λέγων, ὅτι Πάντας τοὺς ἐχθροὺς αὐτοῦ θήσει ὑπὸ τοὺς πόδας αὐτοῦ· οὕτω πάλιν ἀσεβέστερον τούτου τὸ ἐλάττονα νομίζειν τὸν Πατέρα. ∆ιὸ καὶ αὐτὸ μετὰ πολλῆς ἀναιρεῖ τῆς ὑπερβολῆς. Καὶ ὅρα πῶς αὐτὸ τίθησιν· οὐ γὰρ εἶ- πεν, Ἐκτὸς τοῦ ὑποτάξαντος, ἁπλῶς, ἀλλὰ, ∆ῆλον ὅτι. Εἰ γὰρ καὶ ὡμολόγηται, φησὶν, ἀλλ' ὅμως ἀσφα- λίζομαι. Καὶ ἵνα μάθῃς, ὅτι αὕτη ἐστὶν ἡ αἰτία τῶν εἰρημένων, ἐκεῖνο ἄν σε ἐροίμην· Ἆρα προσθήκη γίνεται ὑποταγῆς τότε τῷ Υἱῷ; καὶ πῶς οὐκ ἄτοπον καὶ Θεοῦ ἀνάξιον; ἡ γὰρ μεγίστη ὑποταγὴ καὶ ὑπακοὴ αὕτη, τὸ τὸν Θεὸν ὄντα δούλου μορφὴν λα- βεῖν. Πῶς οὖν τότε ὑποταγήσεται; Ὁρᾷς ὅτι τὴν ἄτοπον ὑποψίαν ἀναιρῶν, τοῦτο τέθεικε, καὶ τοῦτο δὲ μετὰ τῆς προσηκούσης ὑπονοίας; Ὡς γὰρ Υἱῷ προσήκει καὶ Θεῷ, οὕτως ὑπακούει, οὐκ ἀνθρωπίνως, ἀλλ' ἐλευθεριάζων καὶ ἐξουσίαν πᾶσαν ἔχων. Ἐπεὶ πῶς σύνθρονος; πῶς ὡς ὁ Πατὴρ ἐγείρει, οὕτω καὶ αὐτὸς οὓς θέλει; πῶς τὰ τοῦ Πατρὸς, αὐτοῦ πάντα, καὶ τὰ αὐτοῦ, τοῦ Πατρός; Ταῦτα γὰρ ἐξουσίαν ἀπηκριβωμένην πρὸς τὸν γεγεννηκότα ἡμῖν ἐνδείκνυ- ται. Τί δέ ἐστι, Ὅταν παραδῷ τὴν βασιλείαν; Βασιλείας τοῦ Θεοῦ δύο οἶδεν ἡ Γραφὴ, τὴν μὲν κατ' οἰκείωσιν, τὴν δὲ κατὰ δημιουργίαν. Βασιλεύει μὲν γὰρ ἁπάντων, καὶ Ἑλλήνων καὶ Ἰουδαίων καὶ δαι-