1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

249

χρόνον παράγων μάρτυρα, καὶ ὅτι ἐσχά- της ἦν αἰσχύνης τοσοῦτον χρόνον πεισθέντας νῦν μετατίθεσθαι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ ὅτι καὶ ἀναγκαῖον τὸ δόγμα· διὸ καὶ ἐν πρώτοις παρεδόθη, καὶ ἐκ προοιμίων εὐθέως. Καὶ τί παρέδωκας; εἰπέ μοι. Ἀλλ' οὐ λέγει τοῦτο εὐθέως, ἀλλὰ πρῶτον, ὅτι παρέλαβον. Καὶ τί παρέλαβες; Ὅτι Χριστὸς ἀπ- έθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν. Οὐκ εἶπεν εὐ- θέως, ὅτι Ἀνάστασίς ἐστι τῶν σωμάτων ἡμῶν, ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο κατασκευάζει, πόῤῥωθεν δὲ καὶ δι' ἑτέρων, λέγων, ὅτι Χριστὸς ἀπέθανε, καὶ μεγά- λην τινὰ κρηπῖδα καὶ θεμέλιον ἀῤῥαγῆ προκαταβαλ- λόμενος τοῦ περὶ τῆς ἀναστάσεως λόγου. Οὐδὲ γὰρ ἁπλῶς εἶπεν, ὅτι ἀπέθανεν ὁ Χριστὸς, καίτοι καὶ τοῦτο ἀρκοῦν δηλῶσαι τὴν ἀνάστασιν, ἀλλὰ μετὰ προσθήκης, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρ- τιῶν ἡμῶν. Πρῶτον δὲ ἄξιον ἀκοῦσαι τί λέγουσιν ἐνταῦθα οἱ τὰ Μανιχαίων νοσοῦντες, καὶ τῆς ἀληθείας ἐχθροὶ, καὶ τῇ οἰκείᾳ πολεμοῦντες σωτηρίᾳ. Τί οὖν οὗτοι λέ- γουσι; Θάνατον ἐνταῦθα, φησὶν, οὐδὲν ἄλλο λέγει ὁ Παῦλος, ἢ τὸ ἐν ἁμαρτίᾳ γενέσθαι, καὶ ἀνάστασιν τὸ τῶν ἁμαρτιῶν ἀπαλλαγῆναι. Εἶδες πῶς οὐδὲν πλάνης ἀσθενέστερον; Καὶ πῶς τοῖς οἰκείοις ἁλίσκεται πτε- ροῖς, καὶ οὐ δεῖται τῆς ἔξωθεν μάχης, ἀλλ' ἑαυτῇ περιπείρεται; Σκόπει γοῦν καὶ οὗτοι πῶς ἑαυτοὺς διέπειρον, δι' ὧν εἰρήκασιν. Εἰ γὰρ τοῦτο θάνατος, σῶμα δὲ οὐκ ἔλαβε καθ' ὑμᾶς ὁ Χριστὸς, ἀπέθανε δὲ, ἐν ἁμαρτίᾳ ἐγένετο καθ' ὑμᾶς. Ἐγὼ μὲν γὰρ λέγω ὅτι σῶμα ἀνέλαβε, καὶ τὸν θάνατον τῆς σαρκὸς εἶναί φησι· σὺ δὲ τοῦτο ἀρνούμενος, ἐκεῖνο ἀναγκα- σθήσῃ λέγειν. Εἰ δὲ ἐν ἁμαρτίᾳ ἐγένετο, πῶς φησι, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; καὶ, Ἔρ- χεται ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν· καὶ πάλιν, Οὕτω πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Πῶς δὲ ὅλως ὑπὲρ ἁμαρτωλῶν ἀπέθανεν, εἴ γε αὐτὸς ἐν ἁμαρτίαις ἦν; Τὸν γὰρ ὑπὲρ ἁμαρτωλῶν ἀποθνήσκοντα, αὐτὸν ἀναμάρτητον δεῖ εἶναι· ἐπεὶ εἰ καὶ αὐτὸς ἁμαρτάνει, πῶς ὑπὲρ ἄλλων ἁμαρτωλῶν ἀποθανεῖται; Εἰ δὲ ὑπὲρ ἁμαρτιῶν ἄλλων ἀπέθανεν, ἀναμάρτητος ὢν ἀπέθα- νεν· εἰ δὲ ἀναμάρτητος ὢν ἀπέθανεν, οὐ τὸν τῆς ἁμαρτίας θάνατον (πῶς γὰρ, ὅ γε ἀναμάρτητος;), ἀλλὰ τὸν τοῦ σώματος. ∆ιὸ καὶ ὁ Παῦλος οὐχ ἁπλῶς εἶπεν· Ἀπέθανεν, ἀλλὰ προσέθηκεν, Ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· καὶ ἄκοντας ἐκείνους ἐμβαλὼν εἰς τὸ ὁμολογῆσαι τὸν σωματικὸν θάνατον, καὶ δεικνὺς διὰ τούτου, ὅτι καὶ πρὸ τοῦ θανάτου ἀναμάρτητος ἦν. Τὸν γὰρ ὑπὲρ ἁμαρτιῶν ἀλλοτρίων ἀποθνήσκοντα, αὐτὸν ἀναμάρτητον εἶναι ἀκόλουθον. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ' ἐπήγαγε, Κατὰ τὰς Γραφάς· καὶ ἐν- τεῦθεν ἀξιόπιστον πάλιν ποιῶν τὸν λόγον, καὶ δηλῶν ποῖον θάνατον ἔλεγε. Καὶ γὰρ αἱ Γραφαὶ τὸν τοῦ σώ- ματος ἀναγορεύουσι πανταχοῦ· Ὤρυξαν γάρ μου 61.325 χεῖρας καὶ πόδας, φησί· καὶ, Ὄψονται εἰς ὃν ἐξεκέντησαν. γʹ. Καὶ πολλὰ δὲ ἕτερα, ἵνα μὴ πάντα καθ' ἓν λέ- γωμεν, τὰ μὲν διὰ ῥημάτων, τὰ δὲ διὰ τύπων ἔστιν ἐν αὐταῖς κείμενα ἰδεῖν δηλοῦντα τῆς σαρκὸς τὴν σφα- γήν· καὶ ὅτι ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ἐσφάγη. Ὑπὲρ γὰρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου, φησὶν, ἥκει εἰς θάνατον· καὶ, Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ, Ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν. Εἰ δὲ οὐκ ἀνέχῃ τῆς Παλαιᾶς, ἄκουσον Ἰωάννου βοῶντος, καὶ ἀμφότερα δηλοῦντος, καὶ τὴν τοῦ σώματος σφαγὴν καὶ τὴν αἰτίαν· Ἴδε γὰρ, φησὶν, ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρ- τίαν τοῦ κόσμου· καὶ Παύλου λέγοντος, Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα Θεοῦ δικαιοσύνη ἐν αὐτῷ· καὶ πάλιν, Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· καὶ πάλιν, Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισε θριαμβεύσας· καὶ μυρία ἕτερα πλείονα δηλοῦντα τὰ κατὰ τὴν σφαγὴν τοῦ σώματος γενόμενα, καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν. Καὶ γὰρ αὐτός φησιν· Ὑπὲρ ὑμῶν ἁγιάζω ἐμαυτόν· καὶ, Ὁ ἄρχων τοῦ κόσμου τούτου κατακέκριται νῦν, δηλῶν ὅτι οὐκ ἔχων ἁμαρτίαν ἐσφάγη. Καὶ ὅτι ἐτάφη. Καὶ τοῦτο δὲ τῶν προτέρων κατασκευαστικόν· τὸ γὰρ θαπτόμενον, πάντως