1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

36

οὐδὲ ἐνταῦθα δυναμένη τι τοὺς ἔχοντας ὠφελεῖν; Ἄρχοντας δὲ αἰῶνος ἐνταῦθα οὐ δαίμονάς τινας λέγει, καθώς τινες ὑποπτεύουσιν· ἀλλὰ τοὺς ἐν ἀξιώμασι, τοὺς ἐν δυναστείαις, τοὺς τὸ πρᾶγμα περιμάχητον εἶναι νομίζοντας, φιλοσόφους καὶ ῥήτορας καὶ λογογράφους· καὶ γὰρ αὐτοὶ ἐκράτουν, καὶ δημαγωγοὶ πολλάκις ἐγίνοντο. Τοῦ δὲ αἰῶνος τούτου ἐκάλεσεν ἄρχοντας, ἐπειδὴ περαιτέρω τοῦ παρόντος αἰῶνος οὐ πρόεισιν αὐτῶν ἡ ἀρχή· διὸ καὶ ἐπήγαγε· Τῶν καταργουμένων· οἴκοθέν τε αὐτὴν διαβάλλων καὶ ἀπὸ τῶν χρωμένων. ∆είξας γὰρ ὅτι ψευδής ἐστιν, ὅτι μωρὰ, ὅτι οὐδὲν δύναται εὑρεῖν, ὅτι ἀσθενὴς, δείκνυσιν ὅτι καὶ ὀλιγοχρόνιος. Ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ. Ποίῳ μυστηρίῳ; Καὶ μὴν φησὶν ὁ Χριστός· Ὃ ἠκούσατε εἰς τὸ οὖς, κηρύξατε ἐπὶ τῶν δωμάτων. Πῶς οὖν μυστήριον αὐτὴν καλεῖ; Ἐπειδὴ οὔτε ἄγγελος οὔτε ἀρχάγγελος οὔτε ἄλλη τις αὐτὸ κτιστὴ δύναμις ᾔδει, πρὶν γενέσθαι. ∆ιό φησιν, Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Τοῦτο δὲ ἐποίησεν, ἡμᾶς τιμῶν ὁ Θεὸς, ὥστε μεθ' ἡμῶν ἀκοῦσαι τῶν μυστηρίων. Καὶ γὰρ καὶ ἡμεῖς, οὓς ἂν ποιησώμεθα φίλους, τοῦτο τεκμήριον πρὸς αὐτοὺς εἶναί φαμεν τῆς φιλίας, τὸ μηδενὶ πρὸ αὐτῶν εἰπεῖν τὰ ἀπόῤῥητα. Ἀκουέτωσαν οἱ τὸ κήρυγμα ἐκπομπεύοντες. καὶ πᾶσιν ἁπλῶς ἐκφαίνοντες τοὺς μαργαρίτας καὶ τὸ δόγμα, καὶ τὰ ἅγια κυσὶ καὶ χοίροις ῥιπτοῦντες καὶ λογισμοῖς περιττοῖς. Τὸ γὰρ μυστήριον κατασκευῆς οὐ δεῖται, ἀλλ' ὅπερ ἐστὶ, τοῦτο μόνον ὂν καταγγέλλεται· ἐπεὶ οὐκ ἔσται μυστήριον θεῖον καὶ ὁλόκληρον, ὅταν καὶ παρὰ σαυτοῦ τι προσθῇς. Καὶ ἄλλως δὲ μυστήριον καλεῖται, ὅτι οὐχ ἅπερ ὁρῶμεν πιστεύομεν, ἀλλ' ἕτερα ὁρῶμεν, καὶ ἕτερα πιστεύομεν. Τοιαύτη γὰρ ἡ τῶν μυστηρίων ἡμῶν φύσις. Ἑτέρως γοῦν ἐγὼ, καὶ ἑτέρως ὁ ἄπιστος περὶ τούτων διακείμεθα. Ἀκούω ἐγὼ, ὅτι ἐσταυρώθη ὁ Χριστὸς, καὶ τὴν φιλανθρωπίαν εὐθέως θαυμάζω· ἀκούει ἐκεῖνος, καὶ ἀσθένειαν νομίζει. Ἀκούω ὅτι δοῦλος γέγονε, καὶ τὴν κηδεμονίαν θαυμάζω· ἀκούει ἐκεῖνος, καὶ ἀτιμίαν λογίζεται. Ἀκούω ὅτι ἀπέθανε, καὶ τὴν δύναμιν ἐκπλήττομαι, ὅτι ἐν θανάτῳ γενόμενος οὐκ ἐκρατήθη, ἀλλὰ καὶ ἐξέλυσε θάνατον· ἀκούει ἐκεῖνος, καὶ ἀδυναμίαν ὑποπτεύει. Ἀκούων ἀνάστασιν ἐκεῖνος, μῦθον τὸ πρᾶγμά φησιν· ἐγὼ δὲ τὰς διὰ τῶν πραγμάτων δεξάμενος ἀποδείξεις, προσκυνῶ τοῦ Θεοῦ τὴν οἰκονομίαν. Ἀκούων λουτρὸν ἐκεῖνος, ἁπλῶς ὕδωρ νομίζει· ἐγὼ δὲ οὐ τὸ ὁρώμενον ἁπλῶς βλέπω, ἀλλὰ τὸν τῆς ψυχῆς καθαρμὸν τὸν διὰ τοῦ Πνεύματος. Ἐκεῖνος λελοῦσθαί μοι τὸ σῶμα νομίζει μόνον· ἐγὼ δὲ πεπίστευκα, ὅτι καὶ ἡ ψυχὴ γέγονε καθαρά τε καὶ ἁγία, καὶ λογίζο 61.56 μαι τὸν τάφον, τὴν ἀνάστασιν, τὸν ἁγιασμὸν, τὴν δικαιοσύνην, τὴν ἀπολύτρωσιν, τὴν υἱοθεσίαν, τὴν κληρονομίαν, τὴν βασιλείαν τῶν οὐρανῶν, τοῦ Πνεύματος τὴν χορηγίαν. Οὐ γὰρ τῇ ὄψει κρίνω τὰ φαινόμενα, ἀλλὰ τοῖς ὀφθαλμοῖς τῆς διανοίας. Ἀκούω σῶμα Χριστοῦ· ἑτέρως ἐγὼ νοῶ τὸ εἰρημένον, ἑτέρως ὁ ἄπιστος. βʹ. Καὶ καθάπερ τὰ παιδία τὰ βιβλία ὁρῶντα οὐκ οἶδε τῶν γραμμάτων τὴν δύναμιν, οὐδὲ οἶδεν ἅπερ ὁρᾷ, μᾶλλον δὲ κἂν ἀνὴρ ἄπειρος ᾖ γραμμάτων, ταυτὰ πείσεται· ὁ δὲ ἔμπειρος πολλὴν εὑρήσει τοῖς γράμμασιν ἐναποκειμένην τὴν δύναμιν, καὶ βίους ὁλοκλήρους, καὶ ἱστορίας· καὶ ἐπιστολὴν ὁ μὲν ἄπειρος λαβὼν, χάρτην ἡγήσεται καὶ μέλαν εἶναι· ὁ δὲ ἔμπειρος καὶ φωνῆς ἀκούσεται, καὶ διαλέξεται τῷ ἀπόντι, καὶ ὅπερ ἂν βούληται διὰ τῶν γραμμάτων πάλιν ἐρεῖ· οὕτω καὶ ἐπὶ τοῦ μυστηρίου γίνεται· οἱ μὲν ἄπιστοι, καίτοι γε ἀκούοντες, οὐ δοκοῦσιν ἀκούειν· οἱ δὲ πιστοὶ τὴν διὰ τοῦ Πνεύματος ἔχοντες ἐμπειρίαν, ὁρῶσι τῶν ἐναποκειμένων τὴν δύναμιν. Τοῦτο γοῦν αὐτὸ δηλῶν ὁ Παῦλος ἔλεγεν· Ὅτι καὶ νῦν τὸ κηρυττόμενον ἀποκέκρυπται· τοῖς γὰρ ἀπολλυμένοις, φησὶν, ἐστὶ κεκαλυμμένον. Ἄλλως δὲ καὶ τὸ παράδοξον ἐμφαίνει τοῦ κηρύγματος. Οὕτω δὴ εἴωθε καλεῖν ἡ Γραφὴ τὰ παρ' ἐλπίδας καὶ ὑπὲρ διάνοιαν ἀνθρωπίνην γινόμενα. ∆ιὸ καὶ ἀλλαχοῦ, Τὸ μυστήριόν μου ἐμοὶ καὶ τοῖς ἐμοῖς· καὶ πάλιν ὁ Παῦλος, Ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν