1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

100

ἕλκει, βέλτιον, ὅπερ ἐξ ἀνάγκης μέλλεις πάσχειν, ἑκὼν ὑποστῆναι καὶ μὴ δικάσασθαι, ἵνα καὶ μισθὸν ἔχῃς. Ἂν γάρ τίς σοι, φησὶ, θέλῃ κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἀφήσεις αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ, Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ. Καὶ τί χρὴ λέγειν τὰ ἡμέτερα; καὶ γὰρ αὐτοὶ οἱ τῶν ἔξωθεν δικαστηρίων συνήγοροι μυριάκις ταῦτα λέγουσι, ὅτι βέλτιον ἔξωθεν διαλύεσθαι. Ἀλλ' ὢ τῶν χρημάτων! μᾶλλον δὲ, ὢ τοῦ ἀτόπου ἔρωτος τῶν χρημάτων! ὅτι πάντα ἀνέτρεψε καὶ κατέβαλε, καὶ πάντα λῆρος τοῖς πολλοῖς καὶ μῦθοι διὰ τὰ χρήματα. Καὶ τὸ μὲν βιωτικοὺς εἶναι τοὺς τοῖς δικαστηρίοις ἐνοχλοῦντας, οὐδὲν θαυμαστόν· τὸ δὲ πολλοὺς τῶν ἀποταξαμένων τὰ αὐτὰ δὴ ταῦτα ποιεῖν, τοῦτό ἐστιν ὃ συγγνώμης πάσης ἐστέρηται. Εἰ γὰρ ἐθέλοις ἰδεῖν πόσον ταύτης ἀπέχειν σε τῆς χρείας, τῆς τῶν δικαστηρίων λέγω, προσέταξεν ἡ Γραφὴ, καὶ τίσιν οἱ νόμοι κεῖνται μαθεῖν, ἄκουσον τί φησιν ὁ Παῦλος· ∆ικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις. Εἰ δὲ περὶ τοῦ Μωσαϊκοῦ ταῦτά φησι, πολλῷ μᾶλλον περὶ τῶν ἔξωθεν. Ἂν μὲν οὖν ἀδικῇς, δῆλον ὡς οὐκ ἂν εἴης δίκαιος· ἐὰν δὲ ἀδικῇ καὶ φέρῃς (δικαίου γὰρ μάλιστα τοῦτό ἐστιν), οὐδὲν χρείαν ἔχεις τῶν ἔξωθεν νόμων. Καὶ πῶς δυνήσομαι φέρειν ἀδικούμενος, φησί; Καίτοι γε ὁ Χριστὸς καὶ τούτου τι πλέον προσέταξεν. Οὐ γὰρ μόνον ἀδικούμενον φέρειν ἐκέλευσεν, ἀλλὰ καὶ προσεπιδαψιλεύεσθαι τῷ ἀδικοῦντι, καὶ τῇ προθυμίᾳ τοῦ πάσχειν ὑπερβαίνειν τὴν ἐπιθυμίαν τοῦ ποιοῦντος κακῶς. Οὐ γὰρ εἶπε, Τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν ἄφες τὸν χιτῶνα· ἀλλὰ, Μετ' ἐκείνου καὶ τὸ ἱμάτιον δός. Νίκησον γὰρ αὐτὸν, φησὶ, τῷ κακῶς πάσχειν, μὴ τῷ κακῶς ποιεῖν· αὕτη γὰρ ἡ σαφὴς νίκη καὶ λαμπρά. ∆ιὸ καὶ προϊὼν ἔλεγεν ὁ Παῦλος· Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθ' ἑαυτῶν. Καὶ διὰ τί οὐ μᾶλλον ἀδικεῖσθε; Ὅτι γὰρ ὁ ἀδικούμενος νικᾷ μᾶλλον τοῦ μὴ φέροντος ἀδικεῖσθαι, τοῦτο ὑμῖν ποιήσω φανερόν. Ὁ μὴ φέρων ἀδικεῖσθαι, κἂν εἰς δικαστήριον ἑλκύσῃ, κἂν περιγένηται, τότε μάλιστα ἥττηται· ὃ γὰρ οὐκ ἤθελεν, ἔπαθεν· ἠνάγκασε γὰρ αὐτὸν ὁ ἀντίδικος καὶ ἀλγῆσαι καὶ δικάσασθαι. Τί γὰρ ὅτι 61.137 νενίκηκας; τί δὲ ὅτι τὰ χρήματα ἀπέλαβες ἅπαντα; ὅπερ οὐκ ἐβούλου τέως ὑπέμεινας, ἀναγκασθεὶς δικάσασθαι. Ἂν δὲ ἐνέγκῃς τὴν ἀδικίαν, νικᾷς χρημάτων μὲν ἀποστερούμενος, τῆς δὲ νίκης, οὐκέτι τῆς ἐπὶ τῇ φιλοσοφίᾳ ταύτῃ· οὐ γὰρ ἴσχυσέ σε ἀναγκάσαι ἐκεῖνος, ὅπερ οὐκ ἐβούλου, ποιῆσαι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, εἰπέ μοι, τίς ἐνίκησεν, ὁ βάσκανος, ἢ ὁ ἐπὶ τῆς κοπρίας; τίς ἡττήθη, ὁ πάντα ἀφαιρεθεὶς Ἰὼβ, ἢ ὁ πάντα ἀφελόμενος διάβολος; ∆ῆλον ὅτι ὁ πάντα ἀφελόμενος διάβολος. Τίνα οὖν θαυμάζομεν τῆς νίκης, τὸν διάβολον τὸν πλήξαντα, ἢ τὸν Ἰὼβ τὸν πληγέντα; ∆ῆλον ὅτι τὸν Ἰώβ· καίτοι γε οὐκ ἴσχυσε χρήματα ἀπολλύμενα κατασχεῖν, οὐ σῶσαι τοὺς παῖδας τοὺς αὐτοῦ. Καὶ τί λέγω χρήματα καὶ παῖδας; τὴν τοῦ σώματος οὐκ ἴσχυσε περιποιήσασθαι σωτηρίαν. Ἀλλ' ὅμως οὗτός ἐστιν ὁ νικήσας, ὁ πάντα τὰ ὄντα ἀποβαλών. Χρήματα μὲν γὰρ οὐκ ἴσχυσε κατασχεῖν, τὴν δὲ εὐσέβειαν κατέσχε μετὰ ἀκριβείας ἁπάσης. Ἀλλὰ παισὶν οὐκ ἐπήμυνεν ἀπολλυμένοις. Καὶ τί τοῦτο; καὶ γὰρ ἐκείνους λαμπροτέρους ἐποίησε τὸ συμβὰν, καὶ ἑαυτῷ δὲ οὕτως ἤμυνεν ἐπηρεαζομένῳ. Εἰ δὲ μὴ κακῶς ἔπαθε καὶ ἠδικήθη παρὰ τοῦ διαβόλου, οὐκ ἂν ἐνίκησε τὴν λαμπρὰν νίκην ἐκείνην. Εἰ πονηρὸν ἦν τὸ ἀδικεῖσθαι, οὐκ ἂν ἡμῖν αὐτὸ ἐπέταξεν ὁ Θεός· πονηρὰ γὰρ ὁ Θεὸς οὐκ ἐπιτάττει· ἢ οὐκ ἴστε, ὅτι αὐτός ἐστιν ὁ Θεὸς τῆς δόξης; καὶ οὐκ ἂν αἰσχύνῃ καὶ γέλωτι καὶ ζημίᾳ περιβαλεῖν ἡμᾶς ἠθέλησεν, ἀλλὰ τἀναντία προξενῆσαι. ∆ιὰ τοῦτο κελεύει ἡμᾶς ἀδικεῖσθαι, καὶ πάντα πράττει, ὥστε ἀποστῆσαι ἡμᾶς τῶν βιωτικῶν, καὶ πεῖσαι τί δόξα καὶ τί αἰσχύνη, τί ζημία καὶ τί κέρδος. ʹ. Ἀλλὰ δεινὸν τὸ ἀδικεῖσθαι καὶ ἐπηρεάζεσθαι. Οὐκ ἔστι δεινὸν, οὐκ ἔστιν, ἄνθρωπε. Μέχρι τίνος πρὸς τὰ παρόντα ἐπτόησαι; Οὐδὲ γὰρ ἂν ἐπέταξεν αὐτὸ ὁ Θεὸς, εἰ δεινὸν ἦν. Σκόπει δέ· Ὁ ἠδικηκὼς ἀπῆλθε χρήματα ἔχων, ἀλλὰ καὶ συνειδὸς πονηρόν· ὁ δὲ ἠδικημένος,