1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

168

γενόμενος, παρεχώρησε τῶν πρωτείων τῷ Λώτ· καὶ οὐ μόνον οὐκ ἐδυσχέρανεν ἡ Σάῤῥα πρὸς τοῦτο, ἀλλ' οὐδὲ τὸ στόμα διῆρεν, οὐδὲ ἐφθέγξατό τι τοιοῦτον, οἷον πολλαὶ τῶν γυναικῶν νῦν φθέγγονται, ὅταν ἴδωσιν ἐλαττουμένους ἐν ταῖς τοιαύταις μοίραις τοὺς ἄνδρας τοὺς ἑαυτῶν, καὶ μάλιστα ὑπὸ ἐλαττόνων, ὀνειδίζουσαι καὶ μωροὺς καὶ ἀνοήτους καλοῦσαι καὶ ἀνάνδρους καὶ προδότας καὶ νωθεῖς. Ἀλλ' οὐδὲν ἐκείνη τοιοῦτον οὔτε εἶπεν οὔτε ἐνενόησεν, ἀλλ' ἔστερξεν ἅπαντα τὰ παρ' ἐκείνου γινόμενα. Καὶ τὸ δὴ μεῖζον· μετὰ γὰρ τὸ κύριον ἐκεῖνον γενέσθαι τῆς αἱρέσεως καὶ τὰ ἐλάττονα προσρῖψαι τῷ θείῳ, κίνδυνος αὐτὸν κατέλαβε χαλεπός. Καὶ ἀκούσας ὁ πατριάρχης, πάντας καθώπλισε τοὺς αὑτοῦ, καὶ πρὸς ὅλον τὸ τῶν Περσῶν παρεσκευάζετο στρατόπεδον μετὰ τῶν οἰκετῶν τῶν ἑαυτοῦ μόνον· καὶ οὐδὲ τότε αὐτὸν κατέσχεν ἐκείνη, οὐδὲ εἶπεν οἷα εἰκός· Ἄνθρωπε, ποῖ φέρῃ, κατὰ κρημνῶν σεαυτὸν ὠθῶν καὶ τοσούτοις ἐκδιδοὺς κινδύνοις, ὑπὲρ ἀνδρὸς ὑβρικότος σε καὶ τὰ σὰ ἡρπακότος ἅπαντα, τὸ αἷμα ἐκχέων; Εἰ γὰρ καὶ σαυτοῦ καταφρονεῖς, ἀλλ' ἐμὲ τὴν καταλιποῦσαν οἰκίαν καὶ πατρίδα καὶ φίλους καὶ συγγενεῖς καὶ τοσαύτην ἀκολουθήσασάν σοι ἀποδημίαν ἐλέησον, καὶ μὴ περιβάλῃς χηρείᾳ καὶ τοῖς ἀπὸ τῆς χηρείας κακοῖς. Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ' ἔφερε πάντα σιγῇ. Μετὰ ταῦτα τῆς γαστρὸς ἀγόνου μενούσης, αὕτη μὲν οὐ πάσχει τὰ τῶν γυναικῶν, οὐδὲ ἀποδύρεται· ἐκεῖνος δὲ θρηνεῖ, ἀλλ' οὐχὶ πρὸς τὴν γυναῖκα, ἀλλὰ πρὸς τὸν Θεόν. Καὶ ὅρα πῶς ἕκαστος τὸ προσῆκον διαφυλάττει. Οὔτε γὰρ αὐτὸς κατεφρόνησε τῆς Σάῤῥας ὡς ἄπαιδος, οὔτε ὠνείδισέ τι τοιοῦτον αὐτῇ· κἀκείνη πάλιν ἐσπούδασε τῆς ἀπαιδίας ἐπινοῆσαι παραμυθίαν αὐτῷ τινα ἀπὸ τῆς παιδίσκης· οὐδέπω γὰρ ταῦτα τότε κεκώλυτο, καθὰ νῦν. Νῦν γὰρ οὔτε γυναιξὶ τοιαῦτα ἀνδράσι χαρίζεσθαι θέμις, οὔτε ἐκείνοις, οὔτε εἰδυιῶν οὔτε ἀγνοουσῶν τῶν γυναικῶν, τοιαύταις μίξεσιν ἐπιχειρεῖν, κἂν μυριάκις ἡ τῆς ἀπαιδίας ἐνοχλῇ λύπη· ἐπεὶ ἀκούσονται καὶ αὐτοὶ, ὅτι Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται. Οὐ γὰρ ἐφεῖται νῦν, τότε δὲ οὐκ ἀπηγόρευτο· διὸ καὶ ἡ γυνὴ τοῦτο ἐπέταττε, κἀκεῖνος ὑπήκουε, καὶ οὐδὲ οὕτω δι' ἡδονήν. Ἀλλ' ὅρα, φησὶ, πῶς αὐτὴν πάλιν ἐξέβαλε κελευούσης αὐτῆς. Καὶ γὰρ ἐγὼ τοῦτο βούλομαι δεῖξαι, ὅτι καὶ οὗτος ἐκείνῃ ἅπαντα ἐπείθετο, καὶ ἐκείνη τούτῳ. 61.222 ζʹ. Πλὴν μὴ τούτοις πρόσεχε μόνον, ἀλλ' ἡ ταῦτα λέγουσα σὺ καὶ τὰ πρότερα ἐξέταζε, ὅτι ὕβριζεν εἰς αὐτὴν, ὅτι κατηλαζονεύετο τῆς κυρίας, οὗ τί γένοιτ' ἂν ὀδυνηρότερον ἐλευθέρᾳ γυναικὶ καὶ εὐσχήμονι; Μὴ τοίνυν τοῦ ἀνδρὸς τὴν ἀρετὴν ἀναμενέτω ἡ γυνὴ, καὶ τότε τὴν ἑαυτῆς παρεχέτω· τοῦτο γὰρ οὐδὲν μέγα· μηδ' αὖ πάλιν ὁ ἀνὴρ τὴν τῆς γυναικὸς εὐταξίαν, καὶ τότε φιλοσοφείτω· οὐδὲ γὰρ τοῦτο λοιπὸν αὐτοῦ κατόρθωμα· ἀλλ' ἕκαστος, ὅπερ ἔφην, τὰ παρ' ἑαυτοῦ παρεχέτω πρότερος. Εἰ γὰρ τοῖς ἔξωθεν ῥαπίζουσι τὴν δεξιὰν, δεῖ τὴν ἑτέραν ἐκδιδόναι σιαγόνα, πολλῷ μᾶλλον ἄνδρα θρασυνόμενον δεῖ φέρειν. Καὶ οὐ τοῦτο λέγω, ὥστε τύπτεσθαι γυναῖκα, ἄπαγε· ἐσχάτη γὰρ τοῦτο ὕβρις, οὐ τῇ τυπτομένῃ, ἀλλὰ τῷ τύπτοντι· ἀλλὰ κἂν ἀπὸ περιστάσεώς τινος κληρωθῇς, ὦ γύναι, συνοίκῳ τοιούτῳ, μὴ δυσχεραίνῃς, τὸν ἀποκείμενον ὑπὲρ τούτων ἐννοοῦσα μισθὸν καὶ τὸν ἐν τῷ παρόντι βίῳ ἔπαινον. Καὶ πρὸς ὑμᾶς δὲ τοὺς ἄνδρας ἐκεῖνό φημι· μηδὲν ἔστω τοιοῦτον ἁμάρτημα, ὡς εἰς ἀνάγκην ὑμᾶς ἄγειν τοῦ γυναῖκα τύπτειν. Καὶ τί λέγω γυναῖκα; οὐδὲ θεραπαινίδα μὲν οὖν ἀνδρὶ τύπτειν ἐλευθέρῳ καὶ χεῖρας ἐπάγειν ἀνεκτὸν ἂν εἴη. Εἰ δὲ δούλην τυπτῆσαι ἀνδρὶ πολὺ τὸ ὄνειδος, πολλῷ μᾶλλον κατὰ τῆς ἐλευθέρας ἀνατεῖναι τὴν δεξιάν. Καὶ τοῦτο καὶ ἐκ τῶν ἔξωθεν ἄν τις ἴδοι νομοθετῶν, οἳ τὴν τὰ τοιαῦτα παθοῦσαν οὐκέτι ἀναγκάζουσι συνοικεῖν τῷ τυπτήσαντι, ἅτε ἀναξίῳ ὄντι τῆς πρὸς αὐτὴν ὁμιλίας. Καὶ γὰρ ἐσχάτης παρανομίας τὴν τοῦ βίου κοινωνὸν, τὴν ἐν τοῖς ἀναγκαίοις καὶ ἀνωτάτω σοι συνεφαπτομένην, ταύτην ὡς ἀνδράποδον ἀτιμάζειν. ∆ιὸ καὶ τὸν τοιοῦτον ἄνδρα, εἴ γε ἄνδρα αὐτὸν δεῖ καλεῖν, ἀλλ' οὐχὶ θηρίον, καὶ