1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

264

κεκτημένος ἐδυσχέραινε καὶ ἀπ- ολωλέναι ἐνόμιζεν. Οὐκ ἄρα περιουσία ἐστὶν ἡ τὴν ἡδονὴν ποιοῦσα, ἀλλὰ γνώμη φιλόσοφος· ὡς ταύτης ἄνευ, κἂν τὰ πάντα τις λαβὼν ἔχῃ, ὡς πάντων ἐστε- ρημένος οὕτω διακείσεται καὶ θρηνήσει. Ἐπεὶ καὶ οὗτος, περὶ οὗ νῦν ἡμῖν ὁ λόγος, εἰ καὶ τοσαύτης ἀπ- έδοτο τιμῆς ἅπερ εἶχεν, ὅσης ἐβούλετο, πάλιν ἂν ἤλ- γησεν ὅτι μὴ πλείονος, καὶ εἰ πλείονος ἴσχυσε, πάλιν ἂν ἑτέραν ἐζήτησεν ὑπερβολὴν, καὶ εἰ τὸ μέδιμνον ἑνὸς χρυσίου διέθετο, κἀνταῦθα διεκόπτετο πάλιν ὑπὸ τῆς ἀθυμίας, ὅτι μὴ τὸ ἡμιμέδιμνον τοσούτου ἦν. Εἰ δὲ μὴ παρὰ τὴν ἀρχὴν τοσούτου ἡ τιμὴ, μὴ θαυμά- σῃς· ἐπεὶ καὶ οἱ μεθύοντες οὐκ ἐξ ἀρχῆς ἐμπίπραν- ται, ἀλλ' ὅταν πολλοῦ τοῦ ἀκράτου ἐμφορηθῶσι, τότε χαλεπωτέραν ἀνάπτουσι τὴν φλόγα. Καὶ οὗτοι τοίνυν ὅσῳ ἂν πλείονα περιβάλωνται, τοσούτῳ ἐν μείζονι ἐνδείᾳ καθίστανται, καὶ οἱ πλείονα κερδαίνοντες, αὐ- τοὶ μάλιστά εἰσιν οἱ πενόμενοι. Ταῦτα δέ μοι οὐ πρὸς τοῦτον εἴρηται μόνον, ἀλλὰ καὶ πρὸς ἕκαστον τῶν τὰ τοιαῦτα νοσούντων, καὶ τὴν τῶν ὠνίων τιμὴν ἐπιτεινόντων, καὶ τῶν πλησίον τὴν πενίαν πραγμα- τευομένων. Φιλανθρωπίας μὲν γὰρ οὐδεὶς οὐδαμοῦ λόγος· πανταχοῦ δὲ ὁ τῆς πλεονεξίας ἔρως ἐπὶ τοῦ καιροῦ τῆς πράσεως πολλοὺς ἐξάγει, καὶ σῖτον καὶ οἶνον ὁ μὲν θᾶττον, ὁ δὲ βραδύτερον ἀπέδοτο, οὐδέτε- ρος μέντοι ἀπὸ κηδεμονίας, ἀλλ' ὁ μὲν, ἵνα πλείονα λάβῃ, ὁ δὲ ἵνα μὴ ἐλάττω, τραπέντος αὐτοῦ τοῦ καρποῦ. Ἐπειδὴ γὰρ οἱ πλείους οὐ πολὺν τῶν τοῦ Θεοῦ νό- μων ποιούμενοι λόγον, πάντα ἔνδον κατακλείσαντες ἔχουσιν, ἑτέρως αὐτοὺς εἰς φιλανθρωπίαν ἐξάγων ὁ Θεὸς, ἵνα κἂν ἀνάγκῃ τι ποιήσωσι χρηστὸν, μείζονος ζημίας ἐνέβαλε δέος, οὐκ ἀφιεὶς εἰς πολὺν διαρκεῖν χρόνον τῆς γῆς τοὺς καρποὺς, ἵνα κἂν τὴν ἀπὸ τῆς φθορᾶς δεδοικότες βλάβην, προθῶσι τοῖς δεομένοις καὶ ἄκοντες, ἅπερ οἴκοι κατορύξαντες τηροῦσι κακῶς. Ἀλλὰ γὰρ καὶ μετὰ ταῦτα οὕτω τινές εἰσιν ἄπλη- στοι, ὡς μηδὲ ἐντεῦθεν παιδεύεσθαι. Πολλοὶ γοῦν καὶ πίθους ὁλοκλήρους ἐκένωσαν, πένητι μὲν οὐδὲ κύαθον δόντες, οὐδὲ ἀργυρίου τοῖς δεομένοις, ὀξίνην δὲ γινόμενον εἰς τὴν γῆν ῥίψαντες ἅπαντα, καὶ τοὺς πίθους αὑτῶν προσδιαφθείραντες τῷ καρπῷ. Ἕτεροι δὲ πάλιν οὐδὲ μάζης μιᾶς τῷ πεινῶντι μεταδόντες, ὁλόκληρα σιτοδοχεῖα εἰς ποταμὸν ἔῤῥιψαν· καὶ ἐπει- δὴ τοῦ Θεοῦ κελεύοντος διδόναι τοῖς δεομένοις οὐκ ἤκουσαν, τοῦ σητὸς ἐπιτάττοντος καὶ ἄκοντες τὸ ἔνδον ἅπαν ἐξήντλησαν εἰς ἀπώλειαν καὶ φθορὰν 61.345 ἐσχάτην, πολὺν μὲν τὸν γέλωτα, πολλὰς δὲ τὰς ἀρὰς κατὰ τῆς ἑαυτῶν κεφαλῆς μετὰ τῆς ζημίας ἐπισπα- σάμενοι ταύτης. Καὶ τὰ μὲν ἐνταῦθα, τοιαῦτα· τὰ δὲ ἐκεῖ τίς παραστήσει λόγος; Ὥσπερ γὰρ οὗτοι τὸν σητόβρωτον ἐνταῦθα σῖτον ἄχρηστον γενόμενον εἰς ποταμοὺς ῥίπτουσιν, οὕτω τοὺς ταῦτα ἐργασαμένους δι' αὐτὸ τοῦτο ἀχρήστους γενομένους εἰς τὸν τοῦ πυ- ρὸς ῥίπτει ποταμὸν ὁ Θεός. Καθάπερ γὰρ τὸν σῖτον ὁ σὴς καὶ ὁ σκώληξ, οὕτω τὰς τούτων ψυχὰς ἡ ὠμότης καὶ ἡ ἀπανθρωπία διέφαγε. Τούτων δὲ αἴτιον τὸ τοῖς παροῦσι προσηλῶσθαι, καὶ πρὸς τὴν ζωὴν ταύτην κεχηνέναι μόνον· ὅθεν καὶ μυρίας ἀθυμίας μεστοὶ γίνονται οἱ τοιοῦτοι. Κἂν γὰρ ὁτιοῦν εἴπῃς ἡδὺ, πάντα ἱκανός ἐστιν ἀφανίσαι τῆς τελευτῆς ὁ φόβος, καὶ τέθνηκεν ὁ τοιοῦτος ἔτι ζῶν. Καὶ τὸ μὲν τοὺς ἀπίστους ταῦτα πάσχειν, θαυμαστὸν οὐδέν· ὅταν δὲ οἱ τοσούτων μυστηρίων ἀπολελαυκότες, καὶ τοσαῦτα περὶ τῶν μελλόντων φιλοσοφήσαντες, τοῖς παροῦσιν ἐμφιλοχωρῶσι, τίνος ἂν εἶεν ἄξιοι συγγνώμης; Πόθεν οὖν γίνεται τὸ τοῖς παροῦσιν ἐμφιλοχωρεῖν; Ἀπὸ τοῦ τρυφῇ προσέχειν, καὶ λιπαίνειν τὴν σάρκα, καὶ θρύ- πτειν τὴν ψυχὴν, καὶ βαρὺ τὸ φορτίον ἐργάζεσθαι καὶ πολὺ τὸ σκότος καὶ παχὺ τὸ παραπέτασμα. Ἐν γὰρ τῇ τρυφῇ τὸ μὲν κρεῖττον δουλοῦται, τὸ δὲ χεῖρον κρατεῖ· καὶ τὸ μὲν τυφλοῦται πάντοθεν καὶ σύρεται πεπηρωμένον, τὸ δὲ ἄγει καὶ περι- άγει πανταχοῦ, ἐν τῇ τῶν ἀγομένων ὀφεῖλον κεῖσθαι τάξει. Καὶ γὰρ πολὺς ὁ σύνδεσμος τῆς ψυ- χῆς πρὸς τὸ σῶμα, τοῦτο τοῦ ∆ημιουργοῦ μηχανησα- μένου, ἵνα μὴ ὡς ἀλλότριον αὐτὸ πείθωσί τινες μισεῖν. θʹ. Ὁ μὲν γὰρ Θεὸς τοὺς ἐχθροὺς ἐκέλευσε φιλεῖν· ὁ δὲ διάβολος τοσοῦτον ἴσχυσεν, ὡς καὶ