1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

214

ἐκεῖνον ἀσχημονοῦντα· ὡς ἐὰν ἐξῇ διὰ τῆς ἀσχημοσύνης τῆς ἑαυτοῦ τὸν ἀγα- πώμενον ὠφελῆσαι, οὐδὲ ἀσχημοσύνην τὸ πρᾶγμα εἶναι νομίζει· ἐκεῖνος γὰρ αὐτός ἐστι λοιπόν. Τοῦτο γάρ ἐστι φιλία, μηκέτι εἶναι τὸν φιλοῦντα καὶ τὸν φιλούμενον δύο διῃρημένους, ἀλλ' ἕνα τινὰ ἄνθρω- πον· ὅπερ οὐδαμόθεν, ἀλλ' ἢ ἀπὸ τῆς ἀγάπης γίνε- ται. Μὴ τοίνυν ζήτει τὸ σὸν, ἵνα εὕρῃς τὸ σόν. Ὁ γὰρ ζητῶν τὸ ἑαυτοῦ, οὐχ εὑρίσκει τὸ ἑαυτοῦ. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγε, Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ πλησίον ἕκαστος. Τὸ γὰρ οἰκεῖον συμφέρον ἐν τῷ τοῦ πλησίον συμφέροντι κεῖται, καὶ τὸ ἐκείνου ἐν τούτῳ. Ὥσπερ οὖν εἴ τις χρυσίον ἴδιον ἐν τῇ οἰκίᾳ τῇ τοῦ πλησίον κατωρυγμένον εἰ παραι- τοῖτο ἐλθὼν ἐκεῖ ζητεῖν καὶ ἀνορύττειν, οὐδέποτε αὐτὸ ὄψεται· οὕτω καὶ ἐνταῦθα ὁ μὴ βουλόμενος καὶ ἐν τῇ τοῦ πλησίον ὠφελείᾳ τὸ οἰκεῖον συμφέρον ζη- τεῖν, οὐκ ἐπιτεύξεται τῶν ὑπὲρ τούτου στεφάνων. Καὶ γὰρ ὁ Θεὸς διὰ τοῦτο οὕτως αὐτὸ κατέθηκεν, ἵνα ὦμεν ἀλλήλοις συνδεδεμένοι. Καὶ ὥσπερ τις παιδίον ὑπνηλὸν διεγείρων τῷ ἀδελφῷ κατακολουθεῖν, ὅταν οἴκοθεν μὴ βούλοιτο, τὸ ἐπιθυμητὸν αὐτῷ καὶ ἐπέρα- στον ἐγχειρίζει τῷ ἀδελφῷ, ἵνα ἐπιθυμίᾳ τοῦ λαβεῖν καταδιώκῃ τὸν κατέχοντα, ὃ δὴ καὶ γίνεται· οὕτω καὶ ἐνταῦθα τὸ ἑκάστῳ συμφέρον τῷ πλησίον ἔδω- κεν, ἵνα ἀλλήλων ἐντεῦθεν κατατρέχωμεν, καὶ μὴ ὦμεν διεσπασμένοι. Καὶ εἰ βούλει, τοῦτο καὶ ἐφ' ἡμῶν ἰδὲ τῶν λεγόντων· τὸ γὰρ ἐμοὶ συμφέρον ἐν σοὶ κεῖται, καὶ τὸ σοὶ λυσιτελοῦν, ἐν ἐμοί. Καὶ γὰρ σοὶ συμφέρει τὸ διδάσκεσθαι τὰ τῷ Θεῷ δοκοῦντα, ἀλλὰ τοῦτο ἐπιστεύθην ἐγὼ, ἵνα παρ' ἐμοῦ σὺ αὐτὸ λάβῃς, καὶ διὰ τοῦτο ἀναγκασθῇς δραμεῖν ἐπ' ἐμέ· καὶ ἐμοὶ συμφέρει, τὸ σὲ βελτίω γενέσθαι· μισθὸν γὰρ τούτου λήψομαι πολύν· ἀλλὰ τοῦτο πάλιν κεῖται ἐν σοὶ, καὶ διὰ τοῦτο ἀναγκάζομαί σε καταδιώκειν, ἵνα σὺ ᾖς βελτίων, καὶ τὸ ἐμοὶ συμφέρον παρὰ σοῦ λαμβάνω. ∆ιὸ καὶ Παῦλος ἔλεγε, Τίς γὰρ μού ἐστιν ἡ ἐλπίς; ἢ οὐχὶ καὶ ὑμεῖς; καὶ πάλιν, Ἡ ἐλπίς μου, καὶ ἡ χαρά μου, καὶ ὁ στέφανος τῆς καυχήσεώς μου. Ὥστε ἡ Παύλου χαρὰ οἱ μαθηταὶ ἦσαν, καὶ τὴν ἐκείνου χαρὰν ἐκεῖνοι εἶχον. ∆ιὰ τοῦτο καὶ ἐδάκρυεν, εἴ ποτε εἶδεν ἀπολλυμένους. Πάλιν τὸ ἐκείνων συμφέρον ἐν τῷ Παύλῳ ἦν· διὸ καὶ ἔλεγεν· Ὑπὲρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἄλυσιν ταύ-την περίκειμαι· καὶ πάλιν, Ταῦτα πάσχω διὰ τοὺς ἐκλεκτοὺς, ἵνα ζωῆς αἰωνίου τύχωσι. Τοῦτο καὶ ἐπὶ τῶν βιωτικῶν ἴδοι τις ἄν· Ἡ γὰρ γυνὴ, φησὶ, τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, οὐδὲ ὁ ἀνὴρ, ἀλλ' ἡ γυνὴ τοῦ ἀνδρὸς, καὶ ὁ ἀνὴρ τοῦ τῆς γυναικός. Οὕτω καὶ ἡμεῖς ὅταν τινὰς συνδῆσαι θελήσωμεν, τοῦτο ποιῶμεν· οὐδένα ἑαυτοῦ κύριον ἀφίεμεν, ἀλλὰ μέσην ἄλυσιν ἐκτείνοντες, τοῦτον ὑπ' ἐκείνου καὶ ἐκεῖνον ὑπὸ τούτου κρατεῖσθαι παρα- σκευάζομεν. Βούλει καὶ ἐπὶ τῶν ἀρχόντων τοῦτο ἰδεῖν; Ὁ δικάζων οὐχ ἑαυτῷ κάθηται κρίνων, ἀλλὰ τὸ τῶν πλησίον συμφέρον ζητῶν. Οἱ ἀρχόμενοι πά- λιν τὸ τῷ ἄρχοντι συμφέρον ζητοῦσι διὰ τῆς θερα- πείας, διὰ τῆς διακονίας, διὰ τῶν ἄλλων ἁπάντων. Οἱ στρατιῶται ὑπὲρ ἡμῶν ὅπλα τίθενται· δι' ἡμᾶς γὰρ κινδυνεύουσιν· ἡμεῖς ὑπὲρ ἐκείνων ταλαιπωρούμεθα· παρ' ἡμῶν γὰρ αὐτοῖς αἱ τροφαί. δʹ. Εἰ δὲ λέγεις, ὅτι τὸ οἰκεῖον ζητῶν ἕκαστος τοῦτο ποιεῖ, τοῦτο καὶ ἐγὼ λέγω, ἀλλ' ὅτι διὰ τοῦ ἀλλοτρίου τὸ οἰκεῖον εὑρίσκεται. Ὅ τε γὰρ στρατιώ- 61.281 της, ἐὰν μὴ πολεμήσῃ ὑπὲρ τῶν τρεφόντων, οὐκ ἔχει τὸν εἰς τοῦτο διακονούμενον· αὐτός τε οὗτος πάλιν, ἐὰν μὴ θρέψῃ τὸν στρατιώτην, οὐκ ἔχει τὸν ὑπερ- ασπίζοντα. Εἶδες τὴν ἀγάπην πανταχοῦ διατεταμένην καὶ πάντα οἰκονομοῦσαν; Ἀλλὰ μὴ ἀποκάμῃς, ἕως ἂν ὁλόκληρον τὴν χρυσῆν ταύτην σειρὰν καταμάθῃς. Εἰπὼν γὰρ, Οὐ ζητεῖ τὰ ἑαυτῆς, λέγει πάλιν τὰ ἐκ τούτου τικτόμενα ἀγαθά. Τίνα δὲ ταῦτά ἐστιν; Οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν. Ὅρα πάλιν οὐ κρατοῦσαν τῆς κακίας μόνον, ἀλλ' οὐδὲ ἀφιεῖσαν αὐτὴν στῆναι τὴν ἀρχήν. Οὐ γὰρ εἶπε, Παροξύνεται μὲν, περιγίνεται δὲ, ἀλλ' Οὐδὲ παροξύνεται· καὶ οὐκ εἶπεν, Οὐκ ἐργάζεται τὸ κακὸν, ἀλλ' Οὐδὲ λογί- ζεται. Οὐδὲν γὰρ πονηρὸν οὐ μόνον οὐ κατασκευάζει, ἀλλ' οὐδὲ ὑποπτεύει κατὰ τοῦ φιλουμένου. Πῶς οὖν ἂν ἐργάσαιτο, ἢ