1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

190

ἕως ἐστὶ καιρὸς, ἀνενέγκωμεν, καὶ ἐπὶ τῆς πέτρας στάντες, τῶν τοῦ Θεοῦ δογμάτων λέγω καὶ λόγων, κατίδωμεν τὸν σάλον τοῦ παρόντος βίου. Οὕτω γὰρ καὶ αὐτοὶ τοῦτον διαφευξόμεθα, καὶ ἑτέρους ναυαγοῦντας ἀνιμησάμενοι, τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ Λʹ.

Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ

σώματος πολλὰ ὄντα, ἕν ἐστι σῶμα· οὕτω καὶ ὁ Χριστός. αʹ. Παραμυθησάμενος ἐκ τοῦ εἰπεῖν χάρισμα εἶναι τὸ διδόμενον, ἐκ τοῦ πάντα ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ Πνεύματος λαμβάνειν, ἐκ τοῦ πρὸς τὸ συμφέρον δίδοσθαι, ἐκ τοῦ διὰ τῶν ἐλαττόνων φανέρωσιν γίνεσθαι, καὶ μετὰ τούτων καὶ ἐπιστομίσας ἐκ τοῦ δεῖν παραχωρεῖν τῇ ἐξουσίᾳ τοῦ Πνεύματος· Πάντα γὰρ ταῦτα, φησὶν, ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται· διὸ οὐδὲ περιεργάζεσθαι θέμις· καὶ ἐξ ἑτέρου λοιπὸν αὐτοὺς παραμυθεῖται κοινοῦ παραδείγματος, καὶ ἐπὶ τὴν φύσιν αὐτὴν καταφεύγει, ὅπερ ἔθος αὐτῷ ποιεῖν. Καὶ γὰρ ἡνίκα περὶ τῆς κόμης διελέγετο τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, μετὰ τὰ ἄλλα καὶ ἐντεῦθεν αὐτοὺς ἐπαίδευσε, λέγων· Ἦ οὐδὲ αὐτὴ ἡ φύσις ὑμᾶς διδάσκει, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι, γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῆς ἐστι; Καὶ ὅτε περὶ τῶν εἰδωλοθύτων ἔλεγεν, ἀπαγορεύων αὐτῶν ἅπτεσθαι, καὶ ἀπὸ τῶν ἔξωθεν παραδειγμάτων ἐπεχείρει τῷ λόγῳ, Ὀλυμπικῶν τε ἀγώνων μεμνημένος, καὶ λέγων, ὅτι Οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον· καὶ ἀπὸ ποιμένων καὶ στρατιωτῶν καὶ γεωργῶν ταῦτα κατασκευάζων. ∆ιὸ δὴ καὶ ἐνταῦθα κοινὸν ὑπόδειγμα εἰς μέσον φέρει, δι' οὗ βιάζεται καὶ φιλονεικεῖ δεῖξαι οὐδένα ἠλαττωμένον, ὃ καὶ θαυμαστὸν ἦν καὶ παράδοξον δυνηθῆναι κατασκευάσαι, καὶ τοὺς ἀφελεστέρους ἱκανὸν ἀνακτήσασθαι, τὸ τοῦ σώματος λέγω. Τὸν γὰρ μικρόψυχον καὶ ἠλαττωμένον οὐδὲν οὕτω παραμυθεῖται καὶ πείθει μὴ ἀλγεῖν, ὡς τὸ μαθεῖν ὅτι οὐκ ἠλάττωται. ∆ιόπερ καὶ αὐτὸς κατασκευάζων αὐτὸ, οὕτω φησί· Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλά. Εἶδες σύνεσιν ἠκριβωμένην; Τὸ αὐτὸ καὶ ἓν, καὶ πολλὰ δείκνυσι. ∆ιὸ καὶ ἐπάγει, μειζόνως ἐπαγωνιζόμενος τῷ προκειμένῳ· Πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνὸς πολλὰ ὄντα, ἕν ἐστι σῶμα. Οὐκ εἶπε, Πολλὰ ὄντα τοῦ ἑνός ἐστι σώματος, ἀλλ', Αὐτὸ τὸ ἓν σῶμα πολλά ἐστι, κἀκεῖνα τὰ πολλὰ μέλη τοῦτό ἐστι τὸ ἕν. Εἰ τοίνυν ἕν ἐστι τὰ πολλὰ, καὶ τὸ ἓν πολλὰ, ποῦ ἡ διαφορά; ποῦ τὸ ὑπερέχον; ποῦ τὸ ἔλαττον; Πάντα 61.250 γὰρ, φησὶν, ἕν ἐστι, καὶ οὐχ ἁπλῶς ἓν, ἀλλὰ κατὰ τὸ κυριώτερον ἐξεταζόμενα, κατὰ τὸ, σῶμα εἶναι, πάντα εὑρίσκεται ἓν ὄντα. Ὅταν δὲ τὸ κατὰ μέρος, τότε ἡ διαφορὰ, καὶ ἡ διαφορὰ ἐν πᾶσιν ὁμοίως. Οὐδὲν γὰρ αὐτῶν καθ' ἑαυτὸ σῶμα δύναται ποιεῖν. ἀλλ' ὁμοίως ἕκαστον λείπεται εἰς τὸ ποιεῖν σῶμα, καὶ δεῖ τῆς συνόδου. Ὅταν γὰρ τὰ πολλὰ ἓν γίνηται, τότε ἐστὶν ἓν σῶμα. ∆ιὸ καὶ αὐτὸ τοῦτο αἰνιττόμενος, ἔλεγε· Πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα, ἕν ἐστι σῶμα. Καὶ οὐκ εἶπε, Τὰ ὑπερέχοντα καὶ τὰ ἐλάττονα, ἀλλὰ, Πολλὰ ὄντα, ὃ κοινὸν πᾶσίν ἐστιν. Καὶ πῶς δυνατὸν ἓν εἶναι; Ὅταν τὴν διαφορὰν ἐκβαλὼν τῶν μελῶν, τὸ σῶμα ἐξετάζῃς. Ὅπερ γάρ ἐστιν ὀφθαλμὸς, τοῦτο καὶ ποῦς, κατὰ τὸ, μέλος εἶναι καὶ σῶμα ποιεῖν· οὐδεμία γὰρ ἐνταῦθα διαφορά. Οὐδ' ἂν ἔχοις εἰπεῖν, ὅτι τὸ μὲν τῶν μελῶν ποιεῖ σῶμα καθ' ἑαυτὸ, τὸ δὲ οὐ ποιεῖ· πάντα γὰρ ἰσάζει ἐν τούτῳ, ἐπειδὴ καὶ πάντα ἕν ἐστι σῶμα. Εἰπὼν δὲ τοῦτο, καὶ ἀποδείξας σαφῶς ἀπὸ τῆς κοινῆς ἁπάντων ψήφου, ἐπήγαγεν· Οὕτω καὶ ὁ Χριστός. Καὶ δέον εἰπεῖν, Οὕτω καὶ ἡ Ἐκκλησία (τοῦτο γὰρ ἀκόλουθον ἦν), τοῦτο μὲν οὐ φησὶν, ἀντ' ἐκείνης δὲ τὸν Χριστὸν τίθησιν, εἰς ὕψος ἀνάγων τὸν λόγον, καὶ μειζόνως τὸν ἀκροατὴν ἐντρέπων. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὕτω καὶ τοῦ Χριστοῦ τὸ σῶμα, ὅπερ ἐστὶν ἡ Ἐκκλησία. Καθάπερ γὰρ καὶ