1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

247

οὐδαμόθεν ἐγγινο- μένου θορύβου. Ἐπεὶ οὖν οὗτος μᾶλλον ἐν ἡδονῇ, ὁ δὲ φιλήδονος ἐν ἀθυμίᾳ καὶ θορύβοις, φεύγωμεν ἀκο- λασίαν, ἀντεχώμεθα σωφροσύνης, ἵνα καὶ τῶν μελ- λόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ ΛΗʹ. Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ

παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν. αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν πνευματικῶν λόγον, ἐπὶ τὸ πάντων ἀναγκαιότατον μεθίσταται, τὴν περὶ τῆς ἀναστάσεως ὑπόθεσιν· καὶ γὰρ ἐν τούτῳ σφόδρα ἐνόσουν. Καὶ καθάπερ ἐπὶ τῶν σωμάτων, ὅταν αὐτῶν ἅψηται τῶν στερεῶν ὁ πυρετὸς, λέγω τῶν νεύρων καὶ τῶν φλεβῶν καὶ τῶν πρώτων στοιχείων, ἀνίατον γίνεται τὸ κακὸν, ἂν μὴ πολλῆς ἀπολαύσῃ τῆς ἐπι- μελείας· οὕτω δὴ καὶ τότε γενέσθαι ἐκινδύνευεν. Ἐπὶ γὰρ αὐτὰ τῆς εὐσεβείας τὰ στοιχεῖα τὸ κακὸν ἐβά- διζε. ∆ιὸ καὶ πολλῇ τῇ σπουδῇ κέχρηται ὁ Παῦλος. Οὐδὲ γὰρ περὶ βίου λοιπὸν ὁ λόγος ἦν αὐτῷ, οὐδ' ὅτι ὁ μὲν ἐπόρνευεν, ὁ δὲ ἐπλεονέκτει, ὁ δὲ ὅτι κεκαλυμμένην εἶχε τὴν κεφαλὴν, ἀλλὰ περὶ αὐτὸ τῶν ἀγαθῶν τὸ κεφάλαιον· περὶ γὰρ τὴν ἀνάστασιν αὐτὴν ἐστασίαζον. Ἐπειδὴ γὰρ ἡ πᾶσα ἡμῶν ἐλπὶς αὕτη, πρὸς τοῦτο σφοδρῶς ἵστατο ὁ διάβολος, καὶ ποτὲ μὲν ἀνῄρει καθάπαξ αὐτὴν, ποτὲ δὲ ἔλεγεν ἤδη γεγονέναι· ὃ καὶ Τιμοθέῳ γράφων ὁ Παῦλος γάγ- γραιναν ἐκάλει τὸ πονηρὸν τοῦτο δόγμα, καὶ τοὺς εἰσάγοντας αὐτὸ ἔστιζε λέγων· Ὧν ἐστιν Ὑμέναιος καὶ Φιλητὸς, οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχη- σαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν. Ποτὲ μὲν οὖν τοῦτο ἔλεγον, ποτὲ δὲ ὅτι τὸ σῶμα οὐκ ἀνίσταται, ἀλλὰ τῆς ψυχῆς ὁ καθαρμός ἐστιν ἡ ἀνάστασις. Ταῦτα δὲ ἔπειθε λέγειν ὁ πονηρὸς δαίμων ἐκεῖνος, οὐ τὴν ἀνάστασιν ἀνατρέψαι βουλόμενος μόνον, ἀλλὰ καὶ τὰ ὑπὲρ ἡμῶν γενόμενα ἅπαντα δεῖξαι μῦθον ὄντα. Εἰ γὰρ ἐπείσθησαν μὴ εἶναι σωμάτων ἀνάστα- σιν, μετὰ μικρὸν αὐτοὺς ἔπειθε μηδὲ Χριστὸν ἐγη- γέρθαι· ἀπὸ δὲ τούτου κἀκεῖνο εἰσῆγεν ὁδῷ βαδίζων, τὸ μὴ παραγεγονέναι μηδὲ πεποιηκέναι ἅπερ ἐποίησε. Τοιαύτη γὰρ ἡ τοῦ διαβόλου κακουργία. ∆ιὸ καὶ μεθ- οδείαν αὐτὴν καλεῖ ὁ Παῦλος, ὅτι οὐκ ἐξ εὐθείας ὃ βούλεται κατασκευάσαι δείκνυσιν, ὥστε μὴ γενέσθαι κατάφωρος, ἀλλ' ἕτερον ἑαυτῷ περιτιθεὶς προσ- ωπεῖον, ἕτερα τεκταίνει, καὶ καθάπερ πολέμιος καὶ κακοῦργος πόλει προσβαλὼν καὶ τείχεσι, κάτωθεν ὑπορύττει λανθάνων, ὥστε ταύτῃ γενέσθαι δυσφύ- 61.322 λακτος, καὶ κατορθῶσαι ἅπερ ἐσπούδακε. ∆ιόπερ ἀεὶ τὰς τοιαύτας αὐτοῦ πάγας εὑρίσκων, καὶ τοὺς πονηροὺς τούτους θηρῶν λόχους ὁ θαυμαστὸς οὗτος καὶ μέγας ἀνὴρ, ἔλεγεν· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Καὶ γὰρ ἐνταῦθα ὁλόκληρον ἀνακαλύπτει τὸν δόλον αὐτοῦ, καὶ πάντα δείκνυσι τὰ μηχανήματα, καὶ ὅσα βούλεται κατασκευάσαι προτίθησιν εἰς μέ- σον, μετὰ πολλῆς ἀκριβείας ἅπασιν ἐπιών. ∆ιὰ γὰρ τοῦτο καὶ ὕστερον τέθεικε τουτὶ τὸ κεφάλαιον τῶν ἄλλων, ἐπειδὴ καὶ σφόδρα ἀναγκαιότατον ἦν, καὶ τὰ ἡμέτερα συνέχον ἅπαντα. Καὶ σκόπει σύνεσιν· πρό- τερον γὰρ τοὺς οἰκείους ἀσφαλισάμενος, τότε ἐπεξ- έρχεται καὶ περαιτέρω τῷ λόγῳ, καὶ τοὺς ἔξωθεν ἐκ περιουσίας ἐπιστομίζει. Ἀσφαλίζεται δὲ τοὺς οἰ- κείους, οὐκ ἀπὸ λογισμῶν, ἀλλ' ἀπὸ τῶν ἤδη γεγε- νημένων, καὶ ἅπερ αὐτοὶ κατεδέξαντο καὶ ἐπίστευ- σαν γεγενῆσθαι· ὃ μάλιστα ἦν ἐντρεπτικὸν, καὶ ἱκανὸν αὐτοὺς κατασχεῖν. Εἰ γὰρ ἠβουλήθησαν ἀπι- στῆσαι μετὰ ταῦτα, οὐκέτι λοιπὸν τῷ Παύλῳ, ἀλλ' ἑαυτοῖς ἔμελλον ἀπιστεῖν· ὅπερ κατηγορία ἦν ἐκείνων τῶν ἅπαξ καταδεξαμένων καὶ μεταθεμένων. ∆ιὰ δὴ τοῦτο καὶ ἐντεῦθεν ἄρχεται, δεικνὺς ὅτι οὐκ ἄλλων δεῖται μαρτύρων εἰς τὸ δεῖξαι, ὅτι τἀληθῆ λέγει, ἀλλ' αὐτῶν ἐκείνων τῶν ἠπατημένων. Ἵνα δὲ ὃ λέγω σαφέστερον γένηται, αὐτῶν λοιπὸν ἀναγκαῖον