1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

131

αἰνίττεται λυμεῶνας καὶ ἀπατῶντας αὐτούς. Ὥστε μετὰ τοῦ νόμου τοῦ Μωϋσέως καὶ ὑμεῖς αὐτοὶ νόμον τεθείκατε ὑπὲρ τοῦ δεῖν παρέχειν. Εἰπὼν δὲ, Οὐ πολλῷ μᾶλλον ἡμεῖς; οὐ κατασκευάζει διὰ τί οὐ πολλῷ μᾶλλον, ἀλλ' ἀφίησιν αὐτῶν τῷ συνειδότι τὸν ἔλεγχον, ὁμοῦ καὶ φοβῆσαι βουλόμενος καὶ ἐντρέψαι μειζόνως. Ἀλλ' οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ. Τουτέστιν, Οὐκ ἐλάβομεν. Ὁρᾷς διὰ πόσων κατασκευάσας πρότερον, ὅτι οὐ παράνομον τὸ λαμβάνειν, τότε εἶπεν, ὅτι Οὐ λαμβάνομεν, ἵνα μὴ δόξῃ ὡς κεκωλυμένου ἀπέχεσθαι; Οὐ γὰρ, ἐπειδὴ μὴ ἔξεστι, φησὶν, οὐ λαμβάνω· ἔξεστι γὰρ, καὶ τοῦτο ἀπὸ πολλῶν ἀπεδείξαμεν, ἀπὸ τῶν ἀποστόλων, ἀπὸ τῶν ἐν βίῳ πραγμάτων, τοῦ στρατιώτου καὶ τοῦ γεωργοῦ καὶ τοῦ ποιμένος, ἀπὸ τοῦ νόμου Μωϋσέως, ἀπ' αὐτῆς τοῦ πράγματος τῆς φύσεως, ὅτι ἐσπείραμεν ὑμῖν πνευματικὰ, ἀφ' ὧν ὑμεῖς περὶ τοὺς ἄλλους πεποιήκατε· ἀλλ' ὥσπερ, ἵνα μὴ δόξῃ καταισχύνειν τοὺς ἀποστόλους τοὺς λαμβάνοντας, ταῦτα τέθεικεν, ἐντρέπων αὐτοὺς καὶ δεικνὺς, ὅτι οὐ κεκωλυμένου πράγματος ἀπέχεται· οὕτω πάλιν, ἵνα μὴ διὰ τῆς πολλῆς κατασκευῆς καὶ τῶν παραδειγμάτων τῶν πολλῶν, δι' ὧν ἔδειξεν ὅτι δεῖ λαμβάνειν, δόξῃ ἐπιζητεῖν τὸ λαμβάνειν καὶ διὰ τοῦτο ταῦτα λέγειν, ἤδη διορθοῦται αὐτό· καὶ σαφέστερον μὲν ὕστερον αὐτὸ τέθεικεν, ὅταν λέγῃ· Οὐκ ἔγραψα δὲ ταῦτα, ἵνα οὕτω γένηται ἐν ἐμοί· ἐνταῦθα δέ φησιν, ὅτι Οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ. Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐδὲ ἐκεῖνο ἔχοι τις ἂν εἰπεῖν, ὅτι Ἐν εὐρυχωρίᾳ ὄντες οὐκ ἐχρησάμεθα, ἀλλὰ καὶ ἀνάγκης κατεπειγούσης, οὐκ εἴξαμεν τῇ ἀνάγκῃ· ὃ καὶ ἐν τῇ δευτέρᾳ φησίν· Ἄλλας Ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνια πρὸς τὴν ὑμῶν διακονίαν· καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐδενός· καὶ ἐν ταύτῃ πάλιν· Καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα. Καὶ ἐνταῦθα πάλιν τὸ αὐτὸ αἰνίττεται λέγων, Ἀλλὰ πάντα στέγομεν. Εἰπὼν γὰρ, ὅτι Πάντα στέγομεν, καὶ λιμὸν αἰνίττεται καὶ στενοχωρίαν πολλὴν καὶ τὰ ἄλλα πάντα. Ἀλλ' οὐδὲ οὕτως ἠναγκάσθημεν, φησὶ, λῦσαι τὸν νόμον, ὃν ἑαυτοῖς τεθείκαμεν. ∆ιὰ τί; Ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ ἀσθενέστερον Κορίνθιοι διέκειντο, Ἵνα μὴ πλήξωμεν ὑμᾶς, φησὶ, λαμβάνοντες, εἱλόμεθα καὶ ὑπὲρ τὰ ἐπιτεταγμένα ποιῆσαι, ἢ ἐγκοπήν τινα δοῦναι τῷ εὐαγγελίῳ, τουτέστι, τῇ κατηχήσει ὑμῶν. Εἰ δὲ ἡμεῖς, καὶ ἐπιτετραμμένον ἡμῖν, καὶ πολλὴν πάσχοντες βίαν, καὶ ἀποστόλους ἔχοντες ὑπόδειγμα, οὐκ ἐποιήσαμεν, Ἵνα μὴ ἐγκοπὴν δῶμεν (καὶ οὐκ εἶπεν, ἀνατροπὴν, ἀλλ' Ἐγκοπὴν, καὶ οὐχ ἁπλῶς ἐγκοπὴν, ἀλλ', Ἐγκοπήν τινα· ἵνα μηδὲ τὴν τυχοῦσαν, ὡς ἂν εἴποι τις, μέλλησιν καὶ ἀναβολὴν ἐμποιήσωμεν τῷ δρόμῳ τοῦ λόγου)· εἰ τοίνυν ἡμεῖς τοσαύτῃ ἐχρησάμεθα τῇ σπουδῇ, φησὶ, πόσῳ μᾶλλον ὑμᾶς τοὺς καὶ πολὺ τῶν ἀποστόλων ἀποδέοντας, καὶ οὐδὲ νόμον ἔχοντας εἰπεῖν τὸν ἐπιτρέποντα, 61.176 ἀλλὰ καὶ τοὐναντίον τῶν κεκωλυμένων ἁπτομένους καὶ τῶν ἐπὶ βλάβῃ μεγάλῃ τοῦ εὐαγγελίου, οὐκ ἐπὶ τὸ μὴ ἐγκοπὴν μόνον δοῦναι, ἀλλ' οὐδὲ ἀνάγκην ὁρῶντας ἐπικειμένην, ἀπέχεσθαι δεῖ; Τοῦτον γὰρ ἅπαντα τὸν λόγον δι' ἐκείνους ἐκίνησε τοὺς διὰ τῆς βρώσεως τῶν εἰδωλοθύτων σκανδαλίζοντας τοὺς ἀσθενεστέρους ἀδελφούς. Ταῦτα δὲ καὶ ἡμεῖς ἀκούωμεν, ἀγαπητοί· ἵνα μὴ καταφρονῶμεν τῶν σκανδαλιζομένων, μηδὲ ἐγκοπήν τινα ποιῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ· ἵνα μὴ προδιδῶμεν τὴν ἡμετέραν σωτηρίαν. Μὴ γάρ μοι λέγε, ὅταν σκανδαλίζηται ὁ ἀδελφὸς, ὅτι Οὐ κεκώλυται τὸ καὶ τὸ, ἐφ' ᾧ σκανδαλίζεται, καὶ ὅτι ἐφεῖται. Ἐγὼ γάρ σοι μείζονα λέγω, ὅτι κἂν αὐτὸς ὁ Χριστὸς ἐπιτετραφὼς ᾖ, ἴδῃς δέ τινα βλαπτόμενον, ἐπίσχες καὶ μὴ χρήσῃ τῇ ἐπιτροπῇ. Τοῦτο γὰρ καὶ Παῦλος ἐποίησεν, ἐξὸν λαβεῖν Χριστοῦ συγχωρήσαντος, μὴ λαβών. Καὶ γὰρ φιλάνθρωπος ὢν ὁ ∆εσπότης, πολλὴν τοῖς ἐπιτάγμασιν ἐκέρασεν ἡμερότητα τοῖς αὐτοῦ, ἵνα μὴ μόνον ἐξ ἐπιταγῆς, ἀλλὰ καὶ ἐξ οἰκείας πολλὰ ποιῶμεν γνώμης. Καὶ γὰρ ἠδύνατο, εἰ μὴ τοῦτο ἐβούλετο, μᾶλλον ἐπιτεῖναι τὰ ἐπιτάγματα, καὶ εἰπεῖν· Ὁ μὴ διόλου νηστεύων,