1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

12

Ἐγὼ μὲν εἰμὶ Παύλου, ἐγὼ δὲ Ἀπολλὼ, ἐγὼ δὲ Κηφᾶ· τίνος δὲ ἕνεκεν προσέθηκεν, Ἐγὼ δὲ Χριστοῦ; Εἰ γὰρ οἱ ἀνθρώποις προσνέμοντες ἑαυτοὺς ἡμάρτανον, οὐ δήπου καὶ οἱ τῷ Χριστῷ ἑαυτοὺς ἀνατιθέντες. Ἀλλ' οὐ τοῦτο ἐνεκάλει, ὅτι τὸν Χριστὸν ἑαυτοῖς ἐπεφήμιζον, ἀλλ' ὅτι μὴ πάντες μόνον. Οἶμαι δὲ αὐτὸν καὶ οἴκοθεν αὐτὸ προστεθεικέναι βουλόμενον βαρύτερον τὸ ἔγκλημα ποιῆσαι, καὶ δεῖξαι οὕτω καὶ τὸν Χριστὸν εἰς μέρος δοθέντα ἓν, εἰ καὶ μὴ οὕτως ἐποίουν τοῦτο ἐκεῖνοι. Ὅτι γὰρ τοῦτο ᾐνίξατο, διὰ τῶν ἑξῆς ἐδήλωσεν εἰπών· Μεμέρισται ὁ Χριστός; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Κατετέμετε τὸν Χριστὸν καὶ διείλετε αὐτοῦ τὸ σῶμα. Ὁρᾷς θυμὸν, ὁρᾷς ἐπίπληξιν, ὁρᾷς λόγον γέμοντα ἀγανακτήσεως; Ὅταν γὰρ μὴ κατασκευάζῃ, ἀλλ' ἐρωτᾷ μόνον, ὡς ὡμολογημένου τοῦ ἀτόπου τοῦτο ποιεῖ. Τινὲς δὲ καὶ ἕτερον αὐτόν φασιν αἰνίττεσθαι διὰ τοῦ λέγειν· Μεμέρισται ὁ Χριστός· οἷον, διενείματο πρὸς ἀνθρώπους καὶ ἐμερίσατο τὴν Ἐκκλησίαν, καὶ μοῖραν τὴν μὲν αὐτὸς ἔλαβε, τὴν δὲ ἐκείνοις ἔδωκεν. Εἶτα ἐργάζεται λοιπὸν τὴν ἀναίρεσιν τοῦ ἀτόπου, λέγων· Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; Ὅρα φιλόχριστον γνώμην, πῶς ἐπὶ τοῦ οἰκείου λοιπὸν ὀνόματος προσάγει τὸ πᾶν, ἐκ περιουσίας δεικνὺς, ὅτι οὐ προσήκει οὐδενὶ αὕτη ἡ τιμή. Καὶ ἵνα μὴ δόξῃ φθόνῳ κινούμενος ταῦτα λέγειν, διὰ τοῦτο συνεχῶς ἑαυτὸν περιστρέφει· καὶ σκόπει τὴν σύνεσιν. Οὐ γὰρ εἶπε, Μὴ Παῦλος τὸν κόσμον ἐποίησε; μὴ Παῦλος ὑμᾶς ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν; ἀλλ' ἃ ἦν τῶν πιστῶν ἐξαίρετα μόνον καὶ πολλῆς κηδεμονίας, ταῦτα τίθησι, τὸν σταυρὸν καὶ τὸ βάπτισμα, καὶ τὰ ἐκ τούτων ἀγαθά. ∆είκνυσι μὲν γὰρ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν καὶ ἡ τοῦ κόσμου δημιουργία, μάλι 61.25 στα δὲ ἡ διὰ τοῦ σταυροῦ συγκατάβασις. Καὶ οὐκ εἶπε, Μὴ Παῦλος ἀπέθανεν ὑπὲρ ὑμῶν; ἀλλὰ, Μὴ Παῦλος ἐσταυρώθη; καὶ τὸ εἶδος τοῦ θανάτου τιθείς· ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; Καὶ οὐκ εἶπε, Μὴ Παῦλος ἐβάπτισεν ὑμᾶς; ἐβάπτισε γὰρ πολλούς· ἀλλ' οὐ τὸ ζητούμενον τοῦτο ἦν, ὑπὸ τίνος ἐβαπτίσθησαν, ἀλλὰ τὸ εἰς τίνος ὄνομα ἐβαπτίσθησαν. Ἐπειδὴ γὰρ καὶ τοῦτο αἴτιον ἐγένετο σχισμάτων, τὸ ἀπὸ τῶν βαπτισάντων καλεῖσθαι, καὶ τοῦτο διορθοῦται λέγων, Μὴ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; Καὶ μὴ γὰρ εἴπῃς, φησὶ, Τίς ἐβάπτισεν, ἀλλ', Εἰς τὸ τίνος ὄνομα; Οὐ γὰρ ὁ βαπτίσας, ἀλλ' ὁ καλούμενος εἰς τὸ βάπτισμα ζητεῖται· οὗτος γὰρ ἀφίησι τὰ ἁμαρτήματα. Καὶ ἄχρι τούτου στήσας τὸν λόγον, οὐκέτι τοῖς ἑξῆς ἐπεξέρχεται. Οὐ γὰρ λέγει, Μὴ Παῦλος ὑμῖν ἐπηγγείλατο τὰ μέλλοντα ἀγαθά; μὴ Παῦλος ὑμῖν ὑπέσχετο βασιλείαν οὐρανῶν; Τί δήποτε οὖν οὐχὶ καὶ ταῦτα προστίθησιν; Ὅτι οὐκ ἔστιν ἴσον βασιλείαν ἐπαγγείλασθαι, καὶ σταυρωθῆναι. Ἐκεῖνο μὲν γὰρ οὔτε κίνδυνον εἶχεν, οὔτε αἰσχύνην ἔφερε· τοῦτο δὲ ἅπαντα ταῦτα· ἄλλως δὲ καὶ ἐκεῖνα ἀπὸ τούτων κατασκευάζει. Εἰπὼν γὰρ, Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἐπήγαγε, Πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; καὶ πάλιν, Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα. Τούτου ἕνεκεν οὐκ ἐπήγαγεν ἐκεῖνα· καὶ ὅτι τὰ μὲν οὐδέπω εἶχον, τῶν δὲ ἤδη πεῖραν εἰλήφεσαν, καὶ τὰ μὲν ἦν ἐν ἐπαγγελίαις, τὰ δὲ ἤδη γεγένητο. Εὐχαριστῶ τῷ Θεῷ, ὅτι οὐδένα ὑμῶν ἐβάπτισα, εἰ μὴ Κρίσπον καὶ Κάϊον. Τί μέγα φρονεῖτε ἐπὶ τῷ βαπτίσαι, ὅπου γε ἐγὼ καὶ εὐχαριστῶ, ὅτι οὐκ ἐποίησα τοῦτο; Ταῦτα δὲ λέγων, καθαιρεῖ τὸ ἐπὶ τούτῳ φύσημα οἰκονομικῶς, οὐχὶ τὴν δύναμιν τοῦ βαπτίσματος, μὴ γένοιτο, ἀλλὰ τὴν ἀπόνοιαν τῶν μέγα ἐπὶ τῷ βαπτίσαι φρονούντων, πρῶτον μὲν τῷ δεικνύναι, ὅτι οὐκ αὐτῶν ἐστι τὸ δῶρον, δεύτερον δὲ τῷ εὐχαριστεῖν τῷ Θεῷ διὰ τοῦτο. Μέγα μὲν γὰρ τὸ βάπτισμα, ἀλλὰ μέγα αὐτὸ οὐχ ὁ βαπτίζων ποιεῖ, ἀλλ' ὁ καλούμενος εἰς τὸ βάπτισμα· ἐπεὶ τὸ βαπτίσαι οὐδέν ἐστιν ὅσον εἰς ἀνθρώπινον πόνον, ἀλλὰ πολλῷ ἔλαττον τοῦ εὐαγγελίσασθαι. Μέγα μὲν γάρ ἐστι, πάλιν φημὶ, τὸ βάπτισμα, καὶ ἄνευ βαπτίσματος ἀμήχανον βασιλείας ἐπιτυχεῖν· ἀλλὰ δύναται αὐτὸ καὶ ἀνὴρ οὐ σφόδρα γενναῖος ποιῆσαι, τὸ δὲ