1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

106

ἔμεινας, ἀλλ' εἰ καὶ μὴ τὴν αὐτὴν ἁμαρτίαν, ἑτέραν γοῦν ἥμαρτες. Ἄλλως δὲ οὐδὲ ἀπὸ τῆς τιμωρίας ἐβλάβης, ἀλλὰ καὶ ἐκέρδανας. Εἰ μὲν γὰρ ἔμελλες διόλου μένειν θνητὸς, ἴσως εἶχέ τινα λόγον τὸ εἰρημένον· νῦν δὲ καὶ ἀθάνατος εἶ, κἂν ἐθέλῃς, ὑπὲρ τὸν ἥλιον αὐτὸν λάμψαι δυνήσῃ. Ἀλλ' εἰ μὴ θνητὸν ἔλαβον σῶμα, φησὶν, οὐκ ἂν ἥμαρτον. Τί οὖν, εἰπέ μοι; ἐκεῖνος, θνητὸν ἔχων σῶμα, ἥμαρτεν; Οὐδαμῶς· οὐ γὰρ ἂν, εἴ γε θνητὸν ἦν, ὕστερον ἐν κολάσεως τάξει τὸν θάνατον ὑπέμεινεν. Ὅτι δὲ οὔτε θνητὸν σῶμα ἐμποδίζει πρὸς ἀρετὴν, ἀλλὰ καὶ σωφρονίζει καὶ τὰ μέγιστα συντελεῖ, δῆλον ἐκεῖθεν. Εἰ γὰρ προσδοκία ἀθανασίας μόνον οὕτως ἐπῆρε τὸν Ἀδὰμ, εἰ καὶ τῷ ὄντι ἀθάνατος ἐγεγόνει, ποῦ οὐκ ἂν ἀπονοίας ἐξέβη; Καὶ νῦν μὲν ἁμαρτὼν δύνασαι λῦσαι τὰ ἁμαρτήματα, τοῦ σώματος ταπεινοῦ ὄντος καὶ καταπίπτοντος καὶ διαλυομένου· καὶ γὰρ αὗται αἱ ἔννοιαι ἱκαναὶ σωφρονίσαι· εἰ δὲ ἐν ἀθανάτῳ ἐπλημμέλησας, μονιμώτερα ἴσως ἔμελλεν εἶναι τὰ ἁμαρτήματα. Οὐ τοίνυν ἡ θνητότης αἰτία τῆς ἁμαρτίας, μὴ κατηγόρει, ἀλλ' ἡ πονηρὰ προαίρεσίς ἐστιν ἡ ῥίζα τῶν κακῶν. ∆ιὰ τί γὰρ μηδὲν τὸν Ἄβελ τὸ σῶμα ἠδίκησε; διὰ τί μηδὲν τοὺς δαίμονας τὸ ἀσώματον ὤνησε; Βούλει μαθεῖν, ὅτι οὐ μόνον οὐκ ἔβλαψε τὸ σῶμα θνητὸν γενόμενον, ἀλλὰ καὶ ὠφέλησεν; ἄκουσον ὅσα κερδαίνεις, ἐὰν νήφῃς, ἐκ τούτου. Ἀνθέλκει σε καὶ περισπᾷ ἀπὸ τῆς κακίας ὀδύναις καὶ λύπαις καὶ πόνοις καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις. Ἀλλὰ καὶ εἰς πορνείαν ἐξάγει, φησίν; Οὐ τὸ σῶμα, ἀλλ' ἡ ἀκολασία· ταῦτα μὲν γὰρ, ἅπερ εἶπον, πάντως τοῦ σώματός ἐστι. ∆ιόπερ οὐκ ἔστιν ἄνθρωπον εἰς τὸν βίον ἐλθόντα τοῦτον μὴ καὶ νοσεῖν καὶ ἀλγεῖν καὶ ἀθυμεῖν· μὴ πορνεύειν δὲ ἔνι. Ὥστε εἰ τῆς τοῦ σώματος ἦν φύσεως καὶ τὰ τῆς κακίας, καθολικὰ ἂν ἦν· τὰ γὰρ φυσικὰ τοιαῦτα, τὸ δὲ πορνεύειν οὐ τοιοῦτον· ἀλλὰ τὸ μὲν ἀλγεῖν ἐντεῦθεν, τὸ δὲ πορνεύειν ἀπὸ τῆς προαιρέσεως. Μὴ τοίνυν κατηγόρει τοῦ σώματος, μή σου τὴν τιμὴν ἀφαιρείσθω ὁ διάβολος, ἥν σοι ἔδωκεν ὁ Θεός. Ἂν γὰρ θέλωμεν, χαλινός ἐστιν ἄριστος τὸ σῶμα, τὰ σκιρτήματα τῆς ψυχῆς κατέχον, ἀπόνοιαν κατασπῶν, ἀλαζονείαν κωλύον, ἐν τοῖς μεγίστοις κατορθώμασιν ἡμῖν διακονούμενον. Μὴ γάρ μοι τοὺς μαινομένους εἴπῃς· ἐπεὶ καὶ τῶν ἵππων πολλοὺς ὁρῶμεν κατὰ κρημνῶν φερομένους, τὸν ἡνίοχον ῥίψαντας μετὰ τοῦ χαλινοῦ· ἀλλ' οὐ μεμφόμεθα τὸν χαλινόν· οὐ γὰρ ἐκεῖνος διασπασθεὶς τοῦτο εἰργάσατο, ἀλλ' ὁ ἡνίοχος ὁ μὴ κατασχὼν, πάντα ἀπώλεσεν. Οὕτω δὴ καὶ ἐνταῦθα λογίζου· ἂν ἴδῃς νέον ἐν ὀρφανίᾳ ζῶντα καὶ μυρία ἐργαζόμενον κακὰ, μὴ τὸ σῶμα αἰτιῶ, ἀλλὰ τὸν ἡνίοχον τὸν συρόμενον, τὸν λογισμὸν λέγω. Ὥσπερ γὰρ αἱ ἡνίαι οὐ παρέχουσι πράγματα τῷ ἡνιόχῳ, ἀλλ' ὁ ἡνίοχος πάντων αἴτιος οὐ καλῶς αὐτὰς κατέχων· διὸ καὶ δίκην αὐτὸν ἀπαιτοῦσι, συμπλεκόμεναι αὐτῷ καὶ παρασύρουσαι πολλάκις καὶ ἀναγκάζουσαι τῆς οἰκείας δυσπραγίας κοινωνεῖν· οὕτω δὴ καὶ ἐνταῦθα. Ἐγὼ μὲν γὰρ, φησὶν, ἵμασσον τὸ στόμα τοῦ ἵππου, ἕως κατεῖχες· ἐπειδὴ δὲ ἔῤῥιψας, ἀπαιτῶ σε τῆς καταφρονήσεως δίκην, καὶ περιπλέκομαι καὶ παρασύρω, ὥστε μηκέτι τὸ αὐτὸ παθεῖν. Μηδεὶς τοίνυν αἰτιάσθω τὰς ἡνίας, ἀλλ' ἑαυτὸν καὶ τὴν διεφθαρμένην γνώμην. Καὶ γὰρ ἐφ' ἡμῶν ἡνίοχός ἐστιν ὁ λογισμός· ἡνίαι δὲ τὸ σῶμα, συνάγουσαι τοὺς ἵππους πρὸς τὸν ἡνίοχον. Ἂν μὲν οὖν καλῶς αὗται διακέωνται, οὐδὲν πείσῃ δεινόν· ἂν 61.145 δὲ ἀφῇς αὐτὰς, ἠφάνισας καὶ ἀπώλεσας ἅπαντα. Σωφρονῶμεν τοίνυν, καὶ μὴ κατηγορῶμεν τοῦ σώματος, ἀλλὰ τῆς πονηρᾶς διανοίας. Καὶ γὰρ τοῦ διαβόλου ἔργον τοῦτο, πάντων μᾶλλον ποιεῖν τοὺς ἀνοήτους κατηγορεῖν, καὶ σώματος καὶ τοῦ Θεοῦ καὶ τοῦ πλησίον, ἢ τῆς διεφθαρμένης γνώμης· ἵνα μὴ τὴν αἰτίαν εὑρόντες ἀπαλλαγῶσι τῆς ῥίζης τῶν κακῶν. Ἀλλ' ὑμεῖς τὴν ἐπιβουλὴν συνειδότες, τὸν θυμὸν κατ' αὐτοῦ στρέψατε, καὶ τὸν ἡνίοχον ἐπιστήσαντες τῷ ζεύ 61.146 γει, πρὸς τὸν Θεὸν τὸ ὄμμα τῆς διανοίας τείνατε. Ἐν μὲν γὰρ τοῖς ἄλλοις οὐδὲν ὁ τὸν ἀγῶνα θεὶς εἰσφέρει, ἀλλ' ἀναμένει τὸ τέλος· ἐνταῦθα δὲ τὸ πᾶν ὁ ἀγωνοθέτης ἐστὶ Θεός. Τοῦτον τοίνυν ἔχωμεν ἵλεων, καὶ πάντως ἐπιτευξόμεθα τῶν