1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

114

Ἐπειδὴ νόμον ῥητῶς ὑπὸ τοῦ Χριστοῦ τεθέντα μέλλει ἀναγινώσκειν περὶ τοῦ χωρὶς πορνείας μὴ ἀφιέναι γυναῖκα, διὰ τοῦτό φησιν· Οὐκ ἐγώ· τὰ μὲν γὰρ εἰρημένα ἔμπροσθεν, εἰ καὶ μὴ ῥητῶς εἴρητο, ἀλλὰ καὶ αὐτῷ δοκεῖ ταῦτα· τοῦτο μέντοι καὶ ῥητῶς παρέδωκεν. Ὥστε τὸ, Ἐγὼ, καὶ τὸ, Οὐκ ἐγὼ, ταύτην ἔχει τὴν διαφοράν. Ἵνα γὰρ μηδὲ τὰ αὐτοῦ ἀνθρώπινα εἶναι νομίσῃς, διὰ τοῦτο ἐπήγαγεν· ∆οκῶ γὰρ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν. Τί οὖν ἐστιν, ὃ τοῖς γεγαμηκόσι παρήγγειλεν ὁ Κύριος, Γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι; ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω· καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι; Ἐπειδὴ γὰρ καὶ δι' ἐγκράτειαν καὶ δι' ἄλλας προφάσεις καὶ μικροψυχίας γίνεσθαι διαιρέσεις συνέβαινε, βέλτιον μὲν μηδὲ γενέσθαι τὴν ἀρχὴν, φησίν· εἰ δὲ ἄρα καὶ γένοιτο, μενέτω ἡ γυνὴ μετὰ τοῦ ἀνδρὸς, εἰ καὶ μὴ τῇ μίξει, ἀλλὰ τῷ μηδένα ἕτερον παρεισαγαγεῖν ἄνδρα. Τοῖς δὲ λοιποῖς ἐγὼ λέγω, οὐχ ὁ Κύριος· Εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. Καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ' αὐτῆς, μὴ ἀφιέτω αὐτόν. Ὥσπερ γὰρ περὶ τοῦ χωρίζεσθαι πόρνων διαλεγόμενος, τῇ ἐπιδιορθώσει τὸ πρᾶγμα πεποίηκεν εὔκολον εἰπὼν, Καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου· οὕτω δὴ καὶ ἐνταῦθα πολλῆς προενόησεν εὐκολίας, εἰπών· Ἐάν τις ἢ γυνὴ ἄνδρα, ἢ ἀνὴρ γυναῖκα ἔχῃ ἄπιστον, μὴ ἀφιέτω αὐτήν. Τί λέγεις; ἂν μὲν ἄπιστος, μενέτω μετὰ τῆς γυναικός· ἂν δὲ πόρνος, μηκέτι; καίτοι γε ἔλαττον ἡ πορνεία τῆς ἀπιστίας. Ἔλαττον μὲν ἡ πορνεία, ἀλλ' ὁ Θεὸς τῶν σῶν φείδεται σφόδρα. Τοῦτο καὶ ἐν τῇ θυσίᾳ ποιεῖ λέγων· Ἄφες τὴν θυσίαν, καὶ καταλλάγηθι τῷ ἀδελφῷ σου· τοῦτο καὶ ἐπὶ τοῦ τὰ μύρια τάλαντα ὀφείλοντος. Καὶ γὰρ ἐκεῖνον μύρια μὲν τάλαντα χρεωστοῦντα αὐτῷ οὐκ ἐκόλασεν, ἑκατὸν δὲ δηνάρια τὸν σύνδουλον ἀπαιτήσαντα ἐτιμωρήσατο. Εἶτα, ἵνα μὴ φοβῆται ἡ γυνὴ, ὡς ἀκάθαρτος γινομένη διὰ τὴν μίξιν, φησίν· Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικὶ, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί. Καίτοι εἰ ὁ τῇ πόρνῃ κολλώμενος, ἓν σῶμά ἐστιν, εὔδηλον ὅτι καὶ ἡ τῷ εἰδωλολάτρῃ κολλωμένη, ἓν σῶμά ἐστιν· ἓν μὲν σῶμά ἐστιν, ἀλλ' οὐ γίνεται ἀκάθαρτος, ἀλλὰ νικᾷ ἡ καθαρότης τῆς γυναικὸς τὴν ἀκαθαρσίαν τοῦ ἀνδρὸς, καὶ νικᾷ ἡ καθαρότης τοῦ πιστοῦ ἀνδρὸς πάλιν τὸ ἀκάθαρτον τῆς ἀπίστου γυναικός. γʹ. Πῶς οὖν ἐνταῦθα μὲν νενίκηται τὸ ἀκάθαρτον, διὸ καὶ ἐπιτέτραπται ἡ συνουσία· ἐπὶ δὲ τῆς πορνευομένης γυναικὸς οὐ κατηγορεῖται ἐκβάλλων αὐτὴν ὁ ἀνήρ; Ὅτι ἐνταῦθα μὲν ἐλπὶς σώζεσθαι τὸ ἀπολωλὸς μέρος διὰ τοῦ γάμου, ἐκεῖ δὲ ὁ γάμος ἤδη διαλέλυται· κἀκεῖ μὲν ἀμφότεροι διαφθείρονται, ἐνταῦθα δὲ θατέρου τὸ ἔγκλημα. Οἷόν τι λέγω· Ἔστιν ἡ πορνευθεῖσα καθάπαξ, μιαρά. Εἰ τοίνυν ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι, καὶ αὐτὸς γίνεται μιαρὸς πορνευούσῃ μιγνύμενος, διὰ τοῦτο ἀφίπταται ἡ καθαρότης ἅπασα. Ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλὰ πῶς; Ἔστιν ἀκάθαρτος ὁ εἰδωλολάτρης, ἀλλ' ἡ γυνὴ οὐκ ἔστιν ἀκάθαρτος. Εἰ μὲν γὰρ ἐκοινώνει αὐτῷ κατὰ τοῦτο, καθὸ ἀκάθαρτος ἦν, λέγω δὲ κατὰ τὴν ἀσέβειαν, ἔμελλε καὶ αὕτη ἀκάθαρτος γίνεσθαι· νυνὶ δὲ ἑτέρως μὲν ἔστιν ἀκάθαρτος ὁ εἰδωλολάτρης, ἐν ἑτέρῳ 61.155 δὲ αὐτῷ πράγματι κοινωνεῖ ἡ γυνὴ, ἐν ᾧ οὐκ ἔστιν ἀκάθαρτος. Γάμος γάρ ἐστι καὶ μίξις σωμάτων, καθὸ ἡ κοινωνία. Πάλιν τοῦτον μὲν ἐλπὶς ἀνακληθῆναι ὑπὸ τῆς γυναικὸς, ᾠκείωται γὰρ αὕτη· ἐκεῖνον δὲ οὐ σφόδρα εὔκολον. Πῶς γὰρ ἡ τὸν ἔμπροσθεν ἀτιμάσασα χρόνον, καὶ γενομένη ἑτέρου, καὶ τοῦ γάμου τὰ δίκαια ἀφανίσασα, ἀνακαλέσασθαι δυνήσεται τὸν ἠδικημένον, πρὸς τούτοις καὶ τὸν μένοντα ὡς ξένον; Πάλιν ἐκεῖ μὲν μετὰ τὴν πορνείαν ὁ ἀνὴρ οὐκ ἔστιν ἀνήρ· ἐνταῦθα δὲ, κἂν εἰδωλολάτρις ἡ γυνὴ, τοῦ ἀνδρὸς τὸ δίκαιον οὐκ ἀπόλλυται. Οὐχ ἁπλῶς δὲ συνοικίζει τῷ ἀπίστῳ, ἀλλὰ τῷ βουλομένῳ· διὸ εἶπε· Καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ' αὐτῆς. Ποῖον γὰρ, εἰπέ μοι, βλάβος, ὅταν καὶ τὰ τῆς εὐσεβείας ἀκέραια διαμένῃ, καὶ ἐλπίδες ὦσι χρησταὶ περὶ τοῦ ἀπίστου, μένειν τοὺς ἤδη ζευχθέντας, καὶ μὴ περιττῶν πολέμων ὑποθέσεις