1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

102

διαδέξεται; Τὸν οὐρανόν σοι πάντα ἀνοίγει, τῶν ἁγίων ποιεῖ συμπολίτην, εἰς τὸν αὐτῶν χορὸν τελεῖν σε παρασκευάζει, ἁμαρτημάτων ἀπολύει, δικαιοσύνῃ στεφανοῖ. Εἰ γὰρ οἱ τοῖς ἡμαρτηκόσιν ἀφιέντες τυγχάνουσιν ἀφέσεως, οἱ μὴ μόνον ἀφιέντες, ἀλλὰ καὶ ἐπιδαψιλευόμενοι, τίνος οὐ τεύξονται εὐλογίας; Μὴ τοίνυν ἀγεννῶς ἐνέγκῃς, ἀλλὰ καὶ εὖξαι ὑπὲρ τοῦ ἠδικηκότος· ὑπὲρ γὰρ σαυτοῦ 61.139 τοῦτο ποιεῖς. Ἔλαβέ σου χρήματα; ἀλλὰ καὶ ἁμαρτίας· ὅπερ καὶ ἐπὶ τοῦ Νεεμὰν καὶ τοῦ Γιεζῆ γέγονε. Πόσον οὐκ ἂν ἠθέλησας δοῦναι πλοῦτον ὥστε ἀφεθῆναί σοι τὰ ἁμαρτήματα; Τοῦτο τοίνυν γίνεται νῦν· ἂν γὰρ ἐνέγκῃς γενναίως καὶ μὴ καταράσῃ, λαμπρὸν ἀνεδήσω τὸν στέφανον. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ τοῦ Χριστοῦ λέγοντος ἤκουσας· Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. Καὶ τὸ ἔπαθλον ἐννόησον ἡλίκον· Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Ὥστε οὐδὲν ἀπεστέρησαι, ἀλλὰ καὶ προσέλαβες· οὐκ ἠδίκησαι, ἀλλὰ καὶ ἐστεφανώ 61.140 θης, φιλοσοφώτερος γενόμενος τὴν ψυχὴν, ὅμοιος τῷ Θεῷ καταστὰς, τῆς φροντίδος τῶν χρημάτων ἀπαλλαγεὶς, τὴν βασιλείαν τῶν οὐρανῶν κτησάμενος. Ταῦτα οὖν ἅπαντα ἀναλογισάμενοι, φιλοσοφῶμεν ἐν ταῖς ἀδικίαις, ἀγαπητοὶ, ἵνα καὶ τῆς τοῦ παρόντος βίου ταραχῆς ἀπαλλαγῶμεν καὶ τὴν ἀνόνητον ἐκβάλωμεν ἀθυμίαν, καὶ τῆς μελλούσης χαρᾶς ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΖʹ. Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ' οὐκ ἐγὼ

ἐξουσιασθή σομαι ὑπό τινος. αʹ. Τοὺς λαιμάργους ἐνταῦθα αἰνίττεται. Ἐπειδὴ γὰρ μέλλει πάλιν ἐπὶ τὸν πεπορνευκότα φέρεσθαι, ἡ δὲ πορνεία ἀπὸ τρυφῆς καὶ ἀμετρίας, σφοδρῶς τὸ πάθος κολάζει. Οὐδὲ γὰρ περὶ τῶν ἀπηγορευμένων λέγει τοῦτο· ἐκεῖνα γὰρ οὐκ ἔξεστιν· ἀλλὰ περὶ τῶν ἀδιαφόρων εἶναι δοκούντων. Οἷόν τι λέγω· Ἔξεστι, φησὶ, φαγεῖν, καὶ πιεῖν, ἀλλ' οὐ συμφέρει μετὰ ἀσωτίας. Καὶ τὸ δὴ θαυμαστὸν αὐτοῦ καὶ παράδοξον, ὃ δὴ πολλαχοῦ ποιεῖν εἴωθεν εἰς τὸ ἐναντίον περιτρέπων τὸν λόγον, τοῦτο καὶ ἐνταῦθα κατασκευάζει, καὶ δείκνυσιν ὅτι τὸ ἐν ἐξουσίᾳ ποιεῖν, οὐ μόνον οὐ συμφέρει, ἀλλ' οὐδὲ ἐξουσίας ἐστὶν, ἀλλὰ δουλείας. Καὶ πρῶτον μὲν ἀπὸ τοῦ ἀσυμφόρου ἀποτρέπει λέγων· Οὐ συμφέρει· δεύτερον δὲ καὶ ἀπὸ τοῦ ἐναντίου, λέγων, ὅτι Οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Κύριος εἶ τοῦ φαγεῖν, φησίν· οὐκοῦν μένε κύριος ὢν, καὶ σκόπει μὴ γένῃ δοῦλος τούτου τοῦ πάθους. Ὁ μὲν γὰρ εἰς δέον αὐτῷ κεχρημένος, αὐτὸς αὐτοῦ κύριός ἐστιν· ὁ δὲ εἰς ἀμετρίαν ἐξιὼν, οὐκέτι κύριος, ἀλλὰ δοῦλος αὐτοῦ γίνεται, τῆς ἀδηφαγίας ἐν αὐτῷ τυραννούσης. Εἶδες πῶς τὸν νομίζοντα ἐξουσίαν ἔχειν, ἔδειξεν ὑπὸ ἐξουσίαν ὄντα; Τοῦτο γὰρ ἔθος τῷ Παύλῳ ποιεῖν, ὅπερ ἔφθην εἰπὼν, εἰς τὸ ἐναντίον περιτρέπειν τὰς ἀντιθέσεις, ὃ δὴ καὶ ἐνταῦθα πεποίηκε. Σκόπει δέ· Ἐκείνων ἕκαστος ἔλεγεν· Ἔξεστί μοι τρυφᾷν· αὐτός φησιν, ὅτι Οὐχ οὕτως αὐτὸ ποιεῖς, ὡς ἐξουσίαν ἔχων αὐτοῦ, ἀλλ' ὡς αὐτὸς ὑποκείμενος τῇ ἐξουσίᾳ ταύτῃ. Οὐδὲ γὰρ ἔχεις ἐξουσίαν τῆς γαστρὸς, ἕως ἂν ἄσωτος ᾖς, ἀλλ' αὐτὴ σοῦ τὴν ἐξουσίαν ἔχει. Τοῦτο καὶ ἐπὶ τῶν χρημάτων καὶ ἐπὶ τῶν ἄλλων ἔστιν εἰπεῖν. Τὰ βρώματα τῇ κοιλίᾳ. Κοιλίαν ἐνταῦθα, οὐ τὴν γαστέρα, ἀλλὰ τὴν γαστριμαργίαν λέγει· ὡς ὅταν λέγῃ· Ὧν ὁ θεὸς ἡ κοιλία, οὐ περὶ τοῦ μέλους λέγων, ἀλλὰ περὶ τῆς ἀδηφαγίας. Ὅτι γὰρ τοῦτό ἐστιν, ἄκουσον τῶν ἑξῆς· Καὶ ἡ κοιλία τοῖς βρώμασι· τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ. Καὶ μὴν καὶ ἡ κοιλία, σῶμα. Ἀλλὰ δύο συζυγίας ἔθηκε, τὰ βρώματα καὶ τὴν γαστριμαργίαν, ὅπερ κοιλίαν ἐκάλεσε, τὸν Χριστὸν καὶ τὸ σῶμα. Τί δέ ἐστι, Τὰ βρώματα τῇ κοιλίᾳ; Τὰ βρώματα, φησὶ, πρὸς τὴν γαστριμαργίαν ἔχει φιλίαν, καὶ