1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

39

περισπούδαστον τῷ Θεῷ τὸ πρᾶγμα ἦν, ὥστε ἐν τοῖς ἀποῤῥήτοις εἶναι. ∆ιὸ καὶ ἐκείνου ἐδεήθημεν διδασκάλου τοῦ ταῦτα σαφῶς εἰδότος. Τὸ γὰρ Πνεῦμα πάντα, φησὶν, ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν. Οὐ γὰρ ἀγνοίας, ἀλλ' ἀκριβοῦς γνώσεως ἐνταῦθα τὸ ἐρευνᾷν ἐνδεικτικόν. Ταύτῃ γοῦν τῇ λέξει καὶ ἐπὶ τοῦ Θεοῦ κέχρηται λέγων· Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ Πνεύματος. Εἶτα περὶ τῆς τοῦ Πνεύματος γνώσεως μετὰ ἀκριβείας εἰπὼν, καὶ διδάξας ὅτι οὕτως ἐξισάζει πρὸς τὴν τοῦ Θεοῦ γνῶσιν, ὡς ἡ ἀνθρώπου γνῶσις αὐτὴ πρὸς ἑαυτὴν, καὶ δείξας ὅτι πάντα ἐκεῖθεν ἐμάθομεν, καὶ ἀναγκαίως ἐκεῖθεν, ἐπήγαγεν· Ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς Πνεύματος ἁγίου, πνευματικοῖς πνευματικὰ συγκρίνοντες. Ὁρᾷς ποῦ ἡμᾶς ἀνήγαγεν ἀπὸ τῆς ἀξίας τοῦ διδασκάλου; Τοσοῦτον γὰρ ἡμεῖς ἐκείνων σοφώτεροι, ὅσον τὸ μέσον Πλάτωνός τε καὶ Πνεύματος ἁγίου. Οἱ μὲν γὰρ τοὺς ἔξωθεν ῥήτορας ἔχουσι διδασκάλους, ἡμεῖς δὲ τὸ Πνεῦμα τὸ ἅγιον. Τί δέ ἐστι, Πνευματικοῖς πνευματικὰ συγκρίνοντες; Ὅταν πνευματικὸν καὶ ἄπορον ᾖ, ἀπὸ τῶν πνευματικῶν τὰς μαρτυρίας ἄγομεν. Οἷον λέγω, ὅτι ἀνέστη ὁ Χριστὸς, ὅτι ἀπὸ Παρθένου ἐγεννήθη. Παράγω μαρτυρίας καὶ τύπους καὶ ἀποδείξεις, τοῦ Ἰωνᾶ τὴν ἐν τῷ κήτει διατριβὴν, καὶ τὴν μετὰ ταῦτα ἀπαλλαγὴν, τῶν στειρῶν τοὺς τοκετοὺς, τῆς Σάῤῥας, τῆς Ῥεβέκκας καὶ τῶν λοιπῶν, τὴν ἐν τῷ παραδείσῳ τῶν δένδρων βλάστην γεγενημένην, οὐ σπερμάτων καταβληθέντων, οὐχ ὑετῶν κατενεχθέντων, οὐκ αὔλακος ἀνατμηθείσης. Τὰ γὰρ μέλλοντα διεπλάττετο καὶ διεγράφετο, ὡς ἐν σκιᾷ, τοῖς προτέροις, ἵνα πιστευθῇ ταῦτα παραγενόμενα. Καὶ δείκνυμι πάλιν, πῶς ἀπὸ γῆς ἄνθρωπος, καὶ πῶς ἀπὸ ἀνθρώπου μόνου ἡ γυνὴ, καὶ οὐδαμοῦ συνουσία, πῶς αὐτὴ ἡ γῆ ἀπ' οὐδενὸς, τῆς δυνάμεως τοῦ ∆ημιουργοῦ πανταχοῦ πρὸς πάντα ἀρκούσης. Οὕτω πνευματικοῖς πνευματικὰ συγκρίνω, καὶ οὐδαμοῦ χρείαν ἔχω τῆς ἔξωθεν σοφίας, οὐδὲ λογισμῶν οὐδὲ παρασκευῶν. Ἐκεῖνοι γὰρ καὶ παρασαλεύουσι τὴν ἀσθενῆ διάνοιαν καὶ θορυβοῦσι, καὶ ἀποδεῖξαι σαφῶς οὐδὲν ὧν λέγουσιν ἔχουσιν, ἀλλὰ καὶ τοὐναντίον ποιοῦσι· ταράττουσι μᾶλλον, καὶ ζόφου πληροῦσι καὶ ἀπορίας πολλῆς. ∆ιό φησι· Πνευματικοῖς πνευματικὰ συγκρίνοντες. Ὁρᾷς, πῶς περιττὴν αὐτὴν δείκνυσιν; οὐ μόνον δὲ περιττὴν, ἀλλὰ καὶ ἐναντίαν καὶ βλαβεράν. Καὶ γὰρ τὸ εἰπεῖν, Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ, καὶ, Ἵνα μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἡ πίστις ἡμῶν, τοῦτο ἐδήλωσεν. Ἐνταῦθα δὲ δείκνυσιν, ὅτι ἀδύνατον θαῤῥοῦντας καὶ τὸ πᾶν ἐπιτρέποντας αὐτῇ, μαθεῖν τι τῶν 61.60 χρησίμων. Ψυχικὸς γὰρ ἄνθρωπος, φησὶν, οὐ δέχεται τὰ τοῦ Πνεύματος. ∆εῖ τοίνυν αὐτὴν ἀποθέσθαι πρότερον. Τί οὖν; διαβέβληται, φησὶν, ἡ σοφία ἡ ἔξωθεν; Καίτοι ἔργον ἐστὶ τοῦ Θεοῦ. Πόθεν δῆλον; Οὐ γὰρ αὐτὸς αὐτὴν ἐποίησεν, ἀλλὰ σὺ ἐπεξεῦρες· καὶ γὰρ σοφίαν ἐνταῦθα τὸ περίεργον τῆς ζητήσεως λέγει, καὶ τὴν περιττὴν εὐγλωττίαν. Εἰ δὲ τὴν σύνεσιν τὴν ἀνθρωπίνην φαίη τις αὐτὸν λέγειν, καὶ οὕτω τὸ ἔγκλημα σόν. Σὺ γὰρ αὐτὴν διαβάλλεις, ὁ κακῶς κεχρημένος, ὁ πρὸς βλάβην καὶ ἐναντίωσιν Θεοῦ, ὁ ἀπαιτῶν αὐτὴν ἅπερ οὐκ εἶχεν. Ἐπεὶ οὖν ἐν αὐτῇ καυχᾶσαι καὶ Θεῷ πολεμεῖς, ἤλεγξεν αὐτῆς τὴν ἀσθένειαν. Ἐπεὶ καὶ ἰσχὺς σώματος καλόν· ἀλλ' ἐπειδὴ οὐκ εἰς δέον ἐχρήσατο αὐτῇ ὁ Κάϊν, παρέλυσεν αὐτὸν ὁ Θεὸς, καὶ τρέμειν ἐποίησε. Καὶ ὁ οἶνος καλόν· ἀλλ' ἐπειδὴ ἀμέτρως ἀπέλαυσαν οἱ Ἰουδαῖοι, καθόλου τοῖς ἱερεῦσιν ἀπηγόρευσεν ὁ Θεὸς τοῦ καρποῦ τὴν χρῆσιν. Ἐπεὶ οὖν καὶ σὺ τῇ σοφίᾳ εἰς ἀθέτησιν ἀπεχρήσω τοῦ Θεοῦ, καὶ μείζονα ἀπῄτησας αὐτὴν τῆς οἰκείας ἰσχύος, ἀπάγων σε τῆς ἀνθρωπίνης ἐλπίδος, ἔδειξεν αὐτῆς τὴν ἀσθένειαν. Καὶ γὰρ καὶ ψυχικός ἐστιν ὁ τὸ πᾶν τοῖς λογισμοῖς τοῖς ψυχροῖς διδοὺς, καὶ μὴ νομίζων ἄνωθέν τινος δεῖσθαι βοηθείας, ὅπερ ἐστὶν ἀνοίας.