1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

237

στοι. Ἡ δὲ προφητεία οὐκ εἰς σημεῖον ἁπλῶς, ἀλλὰ καὶ εἰς πίστιν καὶ εἰς ὠφέλειαν ἀμφοτέροις ἐπιτη- δεία καὶ χρήσιμος. Καὶ τοῦτο εἰ καὶ μὴ εὐθέως, ἀλλὰ διὰ τῶν ἑξῆς σαφέστερον ἡρμήνευσεν, εἰπών· Ἐλέγχεται ὑπὸ πάντων. Ἐὰν γὰρ πάντες προ- φητεύωσι, φησὶν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι Θεὸς ὄν- τως ἐν ὑμῖν ἐστιν. Ὥστε οὐ τούτῳ μόνον μείζων ἡ προφητεία τῷ ἐν ἑκατέροις ἰσχύειν, ἀλλὰ καὶ τῷ τοὺς ἀναισχυντοτέρους τῶν ἀπίστων ἐφέλκεσθαι. Οὐδὲ γὰρ τὸ αὐτὸ θαῦμα ἦν, ὅτε τὴν Σάπφειραν ἤλεγξεν, ὅπερ προφητείας ἦν, καὶ ὅτε γλώσσαις ἐλάλει Πέτρος· ἀλλὰ τότε μὲν πάντες συνεστάλησαν, ὅτε δὲ γλώσσαις ἐλάλει, καὶ παραπαίοντος ἔλαβε δόξαν. Εἰπὼν τοίνυν, ὅτι οὐκ ὠφέλησε γλῶττα, καὶ ὑποτεμόμενος πάλιν αὐτὸ τοῦτο τῷ τὸ ἔγκλημα εἰς τοὺς Ἰουδαίους περιτρέψαι, προϊὼν δείκνυσιν ὅτι καὶ βλάπτει. Καὶ τίνος, φησὶν, ἕνεκεν ἐδόθη; Ἵνα μετὰ ἑρμηνείας προΐῃ· ὡς τούτου χωρὶς, καὶ τοὐ- ναντίον ἐκβαίνει παρὰ τοῖς ἀνοήτοις. Ἐὰν γὰρ, φησὶ, γλώσσαις πάντες λαλῶσιν, εἰσέλθωσι δὲ ἄπιστοι ἢ ἰδιῶται, ἐροῦσιν, ὅτι Μαίνεσθε· καθάπερ οὖν καὶ οἱ ἀπόστολοι μεθυόντων ἐλάμβανον ὑπόνοιαν· Οὗτοι γὰρ, φησὶ, γλεύκους μεμεστωμένοι εἰσίν. Ἀλλ' οὐ τοῦ σημείου κατηγορία, ἀλλὰ τῆς ἐκείνων ἰδιωτείας. ∆ιὰ τοῦτο προσέθηκεν, Ἰδιῶται καὶ ἄπιστοι, ὥστε τῆς ἐκείνων ἀπειρίας ἡ ὑπόληψις καὶ ἀπιστίας. Ὅπερ γὰρ ἔφθην εἰπὼν, οὐκ ἐν τοῖς διαβεβλημένοις, ἀλλ' ἐν τοῖς οὐ σφόδρα ὠφελοῦσι σπουδάζει κατατάξαι τὸ χάρισμα, καὶ τοῦτο, ὥστε καταστεῖλαι αὐτοὺς καὶ εἰς ἀνάγκην ἀγαγεῖν τοῦ τὸν ἑρμηνεύοντα ἐπιζητεῖν. Ἐπειδὴ γὰρ οὐ πρὸς τοῦτο ἑώρων, ἀλλὰ πρὸς ἐπί- δειξιν αὐτῷ καὶ φιλοτιμίαν ἐκέχρηντο οἱ πολλοὶ, ἀπὸ τούτου μάλιστα ἀπάγει, δεικνὺς ὅτι εἰς δόξαν παρα- βλάπτονται, μανίας ὑπόληψιν κτώμενοι. Καὶ τοῦτο μάλιστά ἐστιν, ὃ συνεχῶς ἐπιχειρεῖ κατασκευάζειν ὁ Παῦλος, ὅταν τινὸς ἀπάγειν βούληται, εἰς αὐτὰ ἃ ἐπιθυμεῖ δείκνυσιν αὐτὸν παραβλαπτόμενον. Καὶ σὺ τοίνυν οὕτω ποιεῖ· ἂν ἡδονῆς ἀπαγάγῃς, δεῖξον ὅτι 61.309 τὸ πρᾶγμα πικρόν· ἂν κενοδοξίας ἀφέλκῃς, δεῖξον ὅτι τὸ πρᾶγμα ἀτιμίας γέμον. Οὕτω καὶ Παῦλος ἐποίει. Καὶ γὰρ πλουσίους ἀποσπῶν τοῦ περὶ τὰ χρήματα ἔρωτος, οὐκ εἶπεν ὅτι βλαβερὸν ὁ πλοῦτος μόνον, ἀλλ' ὅτι καὶ εἰς πειρασμοὺς ἐμβάλλει. Οἱ γὰρ βουλόμενοι πλουτεῖν, φησὶν, ἐμπίπτουσιν εἰς πειρασμόν. Ἐπειδὴ γὰρ δοκεῖ πειρασμῶν ἀπαλλάττειν, τοὐναν- τίον αὐτῷ περιέθηκεν οὗπερ ἐνόμιζον οἱ πλουτοῦντες. Εἴχοντο πάλιν τῆς σοφίας τῆς ἔξωθεν ἕτεροι, ὡς ταύτῃ τὸ δόγμα ἱστῶντες· ἔδειξεν ὅτι οὐ μόνον οὐ βοηθεῖ τῷ σταυρῷ, ἀλλ' ὅτι καὶ κενοῖ αὐτόν. Εἴχοντο τοῦ δικάζεσθαι παρ' ἑτέροις, ἀνάξιον ἡγούμενοι παρὰ τοῖς οἰκείοις, ὡς τῶν ἔξωθεν σοφωτέρων ὄντων· δείκνυσιν ὅτι τὸ ἔξω δικάζεσθαι, αἰσχρόν. Εἴχοντο τῶν εἰδωλοθύτων, ὡς τελείαν γνῶσιν ἐπιδεικνύμενοι· ἔδειξεν ὅτι τοῦτο γνώσεως ἀτελοῦς, τὸ μὴ εἰδέναι οἰκονομεῖν τὰ τῶν πλησίον. Οὕτω καὶ ἐνταῦθα, ἐπειδὴ ἐπτόηντο περὶ τὸ χάρισμα τοῦτο τὸ τῶν γλωσ- σῶν, δόξης ἐρῶντες, δείκνυσιν ὅτι τοῦτο μὲν οὖν μά- λιστα αὐτοὺς καταισχύνει, οὐ μόνον δόξης ἀπο- στεροῦν, ἀλλὰ καὶ μανίας ὑπολήψει περιβάλλον. Ἀλλ' οὐκ εὐθέως τοῦτο εἶπεν, ἀλλὰ μυρία πρότερος εἰπὼν, ὅτε εὐπαράδεκτον τὸν λόγον ἐποίησε, τότε τὸ σφόδρα παράδοξον ἐπάγει. Καὶ τοῦτο δὲ αὐτὸ τὸ θεώρημα σύνηθες. Τὸν γὰρ μέλλοντα διασαλεύειν δόξαν πεπη- γυῖαν καὶ εἰς τὸ ἐναντίον περιτρέπειν, οὐκ εὐθέως τὰ ἐναντία λέγειν δεῖ· ἐπεὶ καταγέλαστος ἔσται παρὰ τοῖς προκατειλημμένοις ὑπὸ τῆς ἐναντίας ψήφου· ἐπειδὴ τὸ σφόδρα παράδοξον οὐκ ἂν γένοιτο ἐκ προοι- μίων εὐπαράδεκτον, ἀλλὰ χρὴ πρότερον ὑπορύξαντα καλῶς δι' ἑτέρων, τότε εἰς τὸ ἐναντίον περιτρέπειν. γʹ. Οὕτω γοῦν καὶ ἐπὶ τοῦ γάμου διαλεγόμενος ἐποίη- σεν. Ἐπειδὴ γὰρ πολλοὶ προσεῖχον ὡς ἄνεσιν ἔχοντι τῷ πράγματι, αὐτὸς δὲ ἐβούλετο δεῖξαι, ὅτι τὸ μὴ γαμεῖν ἄνεσις, εἰ μὲν εὐθέως τοῦτο εἶπεν, οὐκ ἂν οὕ- τως