1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

204

ἐκεῖνο· οὕτω καὶ ἐπὶ τῶν ἐλαττόνων ἐποίησεν, οὐδὲ ταῦτα πᾶσι προθείς. Ἐποίησε δὲ τοῦτο, πολλὴν ἐκ τούτου τὴν συμφωνίαν καὶ τὴν ἀγάπην οἰκοδομῶν, ἵνα ἕκαστος τοῦ πλησίον δεόμενος συνάγηται πρὸς τὸν ἀδελφόν. Τοῦτο καὶ ἐν ταῖς τέχναις ᾠκονόμησε, τοῦτο καὶ ἐν τοῖς στοι- χείοις, τοῦτο καὶ ἐν τοῖς φυτοῖς καὶ ἐν τοῖς μέλεσι τοῖς ἡμετέροις καὶ ἐν πᾶσιν ἁπλῶς. γʹ. Εἶτα ἐπάγει λοιπὸν τὴν κυριωτάτην παραμυθίαν, καὶ ἱκανὴν αὐτοὺς ἀνακτήσασθαι καὶ ἀναπαῦσαι τὴν ὀδυνωμένην ψυχήν. Τίς δὲ αὕτη ἐστί; Ζηλοῦτε, φησὶ, τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν δείκνυμι ὑμῖν. Τοῦτο δὲ εἰπὼν ἠρέμα ᾐνίξατο αἰτίους ὄντας τοῦ τὰ ἐλάττονα λαμ- βάνειν, καὶ κυρίους, εἰ βούλοιντο, τοῦ τὰ μείζονα λαβεῖν. Ὅταν γὰρ εἴπῃ, Ζηλοῦτε, τὴν παρ' ἐκείνων σπουδὴν ἀπαιτεῖ καὶ τὴν ἐπιθυμίαν τὴν περὶ τὰ πνευματικά. Καὶ οὐκ εἶπε, Τὰ μείζονα, ἀλλὰ, Τὰ κρείττονα, τουτέστι, τὰ χρησιμώτερα, τὰ συμ- φέροντα. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μένετε ἐπιθυ- μοῦντες χαρισμάτων, καὶ δείκνυμι ὁδὸν χαρισμάτων ὑμῖν. Οὐδὲ γὰρ εἶπε, Χάρισμα, ἀλλ' Ὁδὸν, ἵνα μειζόνως ἐπάρῃ τοῦτο, ὃ μέλλει λέγειν· οὐδὲ γὰρ ἓν καὶ δύο καὶ τρία χαρίσματα δείκνυμι ὑμῖν, ἀλλ' ὁδὸν μίαν τὴν ἐπὶ πάντα ταῦτα φέρουσαν· καὶ οὐχ ἁπλῶς ὁδὸν, ἀλλὰ καὶ μεθ' ὑπερβολῆς, καὶ κοινῇ πᾶσι προκειμένην. Οὐ γὰρ ὥσπερ τὰ χαρίσματα τοῖς μὲν ταῦτα, τοῖς δὲ ἐκεῖνα, ἀλλ' οὐ πᾶσι πάντα δέδοται, οὕτω καὶ τοῦτο· ἀλλὰ καθολικὸν δῶρόν ἐστι. ∆ιὸ καὶ πάντας εἰς τοῦτο καλεῖ· Ζηλοῦτε γὰρ, φησὶ, τὰ χαρίσματα τὰ κρείττονα· καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν δείκνυμι ὑμῖν· τὴν ἀγάπην λέγων τὴν πρὸς τὸν πλησίον. Εἶτα μέλλων ἐμβαίνειν εἰς τὸν περὶ αὐτῆς λόγον καὶ τὸ ἐγκώμιον τοῦ κατορθώματος τού- του, πρῶτον καθαιρεῖ ταῦτα τῇ πρὸς ἐκείνην συγ- κρίσει, οὐδὲν ὄντα δεικνὺς ταύτης χωρὶς, σφόδρα συνετῶς. Εἰ γὰρ εὐθέως περὶ ἀγάπης διελέχθη, καὶ εἰπὼν, Ὁδὸν ὑμῖν δείκνυμι, ἐπήγαγεν. Αὕτη δέ ἐστιν ἡ ἀγάπη, καὶ μὴ κατὰ σύγκρισιν τὸν λόγον προήγαγε· κἂν ἐμυκτήρισάν τινες τὸ λεχθὲν, οὐκ εἰδότες σαφῶς τοῦ πράγματος τὴν ἰσχὺν, ἀλλ' ἔτι πρὸς ταῦτα κεχηνότες. ∆ιόπερ οὐκ εὐθέως αὐτὴν 61.268 ἀνακαλύπτει, ἀλλὰ πρῶτον τῇ ἐπαγγελίᾳ τὸν ἀκροα- τὴν ἐπάρας, καὶ εἰπὼν, Καθ' ὑπερβολὴν ὁδὸν δείκνυμι ὑμῖν, καὶ εἰς ἐπιθυμίαν αὐτὸν ἀγαγὼν, οὐδὲ οὕτως εὐθέως εἰς αὐτὴν ἐμβαίνει, ἀλλ' αὔξων ἔτι καὶ ἐπιτείνων αὐτῶν τὴν ἐπιθυμίαν, περὶ τούτων αὐτῶν διαλέγεται πρῶτον, καὶ δείκνυσιν ἐκείνης οὐκ οὔσης, οὐδὲν ὄντα, εἰς μεγίστην αὐτοὺς ἀνάγκην τοῦ φιλεῖν ἀλλήλους καθιστάς· ἐπειδὴ καὶ ἐκ τοῦ ταύτην ἠμελῆσθαι ἡ αἰτία τῶν κακῶν ἁπάντων ἦν. Ὥστε καὶ κατὰ τοῦτο εἰκότως ἂν μεγάλη φανείη, εἴ γε τὰ μὲν χαρίσματα οὐ μόνον αὐτοὺς οὐ συνήγαγεν, ἀλλὰ καὶ ἡνωμένους διέστησεν· αὕτη δὲ τοὺς δι' ἐκείνων διαστάντας δι' ἑαυτῆς μέλλοι συνάγειν καὶ ποιεῖν σῶμα ἕν. Ἀλλ' οὐ λέγει τοῦτο εὐθέως, ἀλλ' ὃ μάλιστα ἐπόθουν, τοῦτο τίθησιν· οἷον ὅτι χάρισμα τὸ πρᾶγμά ἐστι, καὶ τῶν χαρισμάτων ἁπάντων ὁδὸς μεθ' ὑπερβολῆς. Ὥστε εἰ καὶ μὴ διὰ τὸ ὀφείλειν βούλει τὸν ἀδελφὸν ἀγαπᾷν, διὰ τὸ κρείττονος ἐπι- λαμβάνεσθαι σημείου καὶ χαρίσματος δαψιλοῦς κα- τάδεξαι τὴν ἀγάπην. Καὶ ὅρα πόθεν ἄρχεται· πρῶτον ἀπὸ τοῦ θαυμαστοῦ δοκοῦντος εἶναι παρ' αὐτοῖς καὶ μεγάλου, τῶν γλωσσῶν· καὶ ἀγαγὼν εἰς μέσον τὸ χάρισμα, οὐ τοσοῦτον τίθησιν, ὅσον εἶχον, ἀλλὰ πολλῷ πλέον. Οὐδὲ γὰρ εἶπεν, Ἐὰν γλώσσαις λαλῶ, ἀλλ' Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ. Τί ἐστι, Τῶν ἀνθρώπων; Πάντων τῶν πανταχοῦ τῆς οἰκουμένης ἐθνῶν. Καὶ οὐδὲ ταύτῃ ἠρκέσθη τῇ ὑπερ- βολῇ, ἀλλὰ καὶ ἑτέραν πολλῷ μείζονα τίθησιν, ἐπ- άγων καὶ λέγων, Καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Εἶδες ποῦ τὸ χάρισμα ἐπάρας, ποῦ καθ- εῖλεν αὐτὸ καὶ κατέῤῥιψεν; Οὐδὲ γὰρ ἁπλῶς εἶπεν, ὅτι Οὐδέν εἰμι, ἀλλ' ὅτι Γέγονα χαλκὸς ἠχῶν, ἀναίσθητόν τι καὶ ἄψυχον. Πῶς δὲ χαλκὸς ἠχῶν; Φωνὴν μὲν ἀφιεὶς, εἰκῆ δὲ καὶ μάτην, καὶ εἰς οὐδὲν δέον. Πρὸς γὰρ τῷ μηδὲν ἀνύειν καὶ παρενοχλεῖν δοκῶ καὶ φορτικός τις εἶναι καὶ ἐπαχθὴς τοῖς πολ- λοῖς· ὁρᾷς πῶς ὁ ἀγάπης ἀπεστερημένος