1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

188

τῆς δυνάμεως τῆς σῆς. εʹ. Εἰ δὲ ἐν τοῖς πνευματικοῖς οὐ χρὴ περιεργάζεσθαι, πολλῷ μᾶλλον ἐν τοῖς σαρκικοῖς, ἀλλ' ἡσυχάζειν, καὶ μὴ πολυπραγμονεῖν, διὰ τί ὁ δεῖνα πλούσιος, ὁ δεῖνα δὲ πένης. Μάλιστα μὲν γὰρ οὐχ ἕκαστος ἀπὸ Θεοῦ πλουτεῖ, ἀλλὰ πολλοὶ καὶ ἐξ ἀδικίας καὶ ἁρπαγῆς καὶ πλεονεξίας. Ὁ γὰρ κελεύσας μὴ πλουτεῖν, πῶς ἂν ἔδωκεν ὅπερ ἐκώλυσε μὴ λαβεῖν; Ἵνα δὲ ἐκ πλείονος ἐπιστομίσω τῆς περιουσίας τοὺς ὑπὲρ τούτων ἀντι 61.247 λέγοντας ἡμῖν, φέρε ἀνωτέρω τὸν λόγον ἀγάγωμεν, ἡνίκα παρὰ τοῦ Θεοῦ ὁ πλοῦτος ἐδίδοτο, καὶ ἀπόκριναί μοι· τίνος ἕνεκεν ὁ Ἀβραὰμ ἐπλούτει, ὁ δὲ Ἰακὼβ καὶ ἄρτου ἐδεῖτο; οὐχὶ δίκαιος καὶ οὗτος ἦν, καὶ ἐκεῖνος; οὐχὶ ὁμοίως περὶ τῶν τριῶν φησιν Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ; διὰ τί τοινυν ὁ μὲν ἐπλούτει, ὁ δὲ ἐθήτευε; μᾶλλον δὲ διὰ τί ὁ μὲν Ἡσαῦ ἐπλούτει, ἄδικος ὢν καὶ ἀδελφοκτόνος, οὗτος δὲ ἐν δουλείᾳ ἦν χρόνον τοσοῦτον; διὰ τί πάλιν ὁ μὲν Ἰσαὰκ μετὰ ἀδείας ἔζησε τὸν ἅπαντα χρόνον, ὁ δὲ Ἰακὼβ ἐν μόχθοις καὶ ταλαιπωρίαις· διὸ καὶ ἔλεγε, Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου. ∆ιὰ τί ὁ μὲν ∆αυῒδ προφήτης ὢν καὶ βασιλεὺς, καὶ αὐτὸς τὸν ἅπαντα χρόνον ἐν πόνοις ἔζησεν· ὁ δὲ Σολομὼν ὁ υἱὸς τούτου τεσσαράκοντα ἔτη πάντων ἀνθρώπων ἀδεέστερον διῆγεν, εἰρήνης ἀπολαύων βαθείας, δόξης, τιμῆς, καὶ τρυφῆς ἅπαν ἐπιὼν εἶδος; τί δήποτε καὶ ἐν τοῖς προφήταις ὁ μὲν μειζόνως, ὁ δὲ ἐλαττόνως ἐθλίβετο; Ὅτι ἑκάστῳ οὕτω συμφέρον ἦν. ∆ιὸ ἑκάστῳ ἀντιλέγειν χρὴ, Τὰ κρίματά σου ἄβυσσος πολλή. Εἰ γὰρ τοὺς μεγάλους ἐκείνους καὶ θαυμαστοὺς οὐχ ὁμοίως ἐγύμναζεν ὁ Θεὸς, ἀλλὰ τὸν μὲν διὰ πενίας, τὸν δὲ διὰ πλούτου, καὶ τὸν μὲν δι' ἀνέσεως, τὸν δὲ διὰ θλίψεως, πολλῷ μᾶλλον νῦν ταῦτα ἐννοεῖν χρή. Μετὰ δὲ τούτου κἀκεῖνο λογίζεσθαι δεῖ, ὅτι πολλὰ τῶν συμβαινόντων οὐ κατὰ τὴν αὐτοῦ γίνεται γνώμην, ἀλλ' ἀπὸ τῆς ἡμετέρας κακίας. Μὴ τοίνυν λέγε, ∆ιὰ τί ὁ μὲν πλούσιος φαῦλος ὢν, ὁ δὲ πένης δίκαιος ὤν; Μάλιστα μὲν γὰρ καὶ τούτων ἔστι δοῦναι λόγον, καὶ εἰπεῖν· Ὅτι οὔτε ὁ δίκαιος ἀπὸ τῆς πενίας ἔχει τι βλάβος, ἀλλὰ καὶ μείζονα προσθήκην εὐδοκιμήσεως, καὶ ὁ κακὸς ἐφόδιον τιμωρίας τὸν πλοῦτον, ἂν μὴ μεταβάληται, κέκτηται· καὶ πρὸ τῆς κολάσεως δὲ πολλάκις κακῶν αἴτιος αὐτῷ γέγονεν ὁ πλοῦτος πολλῶν, καὶ εἰς μύρια ἤγαγε βάραθρα. Ὁ δὲ Θεὸς ἀφίησιν, ὁμοῦ τε δεικνὺς τὸ αὐτεξούσιον τῆς προαιρέσεως, ὁμοῦ τε τοὺς ἄλλους παιδεύων μὴ μαίνεσθαι μηδὲ λυττᾷν περὶ τὰ χρήματα. Τί οὖν, ὅταν πονηρός τις ὢν πλουτῇ, καὶ μηδὲν πάσχῃ δεινόν; φησίν· ἂν μὲν γὰρ ἀγαθὸς ὢν πλουτῇ, δικαίως· ἂν δὲ πονηρὸς, τί ἐροῦμεν; Ὅτι καὶ ταύτῃ ἐλεεινός· πλοῦτος γὰρ πονηρίᾳ προσγινόμενος ἐπιτρίβει τὸ πάθος. Ἀλλ' ἀγαθός ἐστι, καὶ πένεται; Ἀλλ' οὐδὲν βλάπτεται. Ἀλλὰ πονηρός ἐστι, καὶ πένεται; Οὐκοῦν δικαίως καὶ κατ' ἀξίαν, μᾶλλον δὲ καὶ χρησίμως αὐτῷ. Ἀλλ' ὁ δεῖνα, φησὶ, παρὰ προγόνων ἐδέξατο πλοῦτον, καὶ σκορπίζει τοῦτον εἰς πόρνας καὶ παρασίτους, καὶ οὐδὲν πάσχει δεινόν. Τί φῄς; πορνεύει, καὶ λέγεις, Οὐδὲν πάσχει δεινόν; μεθύει, καὶ νομίζεις αὐτὸν τρυφᾷν; εἰς οὐδὲν δέον δαπανᾷ, καὶ ζηλωτὸν αὐτὸν εἶναι φῄς; καὶ τί χεῖρον γένοιτ' ἂν τούτου τοῦ τὴν ψυχὴν λυμαινομένου; Σὺ δὲ, εἰ μὲν τὸ σῶμα διέστραπτο καὶ πεπήρωτο, μυρίων ἂν ἔφης ἄξιον αὐτὸν εἶναι δακρύων, τὴν δὲ ψυχὴν αὐτοῦ πᾶσαν πεπηρωμένην ὁρῶν, καὶ μακάριον νομίζεις; Ἀλλ' οὐκ αἰσθάνεται, φησί. Καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο πάλιν ἐλεεινὸς, ὥσπερ οἱ παραπαίοντες. Ὁ μὲν γὰρ εἰδὼς, ὅτι νοσεῖ, καὶ τὸν ἰατρὸν ἐπιζητήσει πάντως, καὶ φαρμάκων ἀνέξεται· ὁ δὲ ἀγνοῶν, οὐδὲ ἀπαλλαγῆναι δυνήσεται. Τοῦτον οὖν μακαρίζεις; εἰπέ μοι. Ἀλλ' οὐδὲν θαυμαστόν· φιλοσοφίας γὰρ οἱ πλείους ἄπειροι. ∆ιὰ τοῦτο τὴν ἐσχάτην τίνομεν δίκην, κολαζόμενοι, 61.248 καὶ οὐδὲ ἀπαλλαττόμενοι τῆς τιμωρίας· διὰ τοῦτο θυμοὶ καὶ ἀθυμίαι καὶ θόρυβοι διηνεκεῖς, ἐπειδὴ βίον ἄλυπον δείξαντος ἡμῖν τοῦ Θεοῦ, τὸν τῆς ἀρετῆς, ἡμεῖς ταύτην ἀφέντες, ἑτέραν τέμνομεν ὁδὸν τὴν τοῦ πλούτου καὶ τῶν χρημάτων, τὴν μυρίων γέμουσαν κακῶν· καὶ ταὐτὸν ποιοῦμεν, ὥσπερ ἂν εἴ τις σωμάτων οὐκ εἰδὼς διακρίνειν κάλλος, ἀλλὰ τὸ πᾶν τοῖς ἱματίοις τιθέμενος καὶ τῷ