1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

127

ὑπὲρ τοῦ μὴ σκανδαλίσαι τὸν ἀδελφόν· διὰ τοῦτο ἀναγκάζεται λοιπὸν εἰς τὴν ἀπόδειξιν τούτων καθεῖναι, καὶ δεῖξαι πῶς καὶ τῶν συγκεχωρημένων ἀπείχετο ὑπὲρ τοῦ μὴ σκανδαλίσαι. καίτοι γε οὐδενὸς αὐτὸν τοῦτο καταναγκάζοντος νόμου. Καὶ οὐ τοῦτό πω θαυμαστὸν, καίπερ ὃν θαυμαστὸν, ὅτι τῶν συγκεχωρημένων ἀπείχετο, οὐ μόνον ὑπὲρ τοῦ μὴ σκανδαλίσαι, ἀλλ' ὅτι καὶ μετὰ πολλοῦ τοῦ πόνου καὶ τοῦ κινδύνου τοῦτο ἐποίει. Τί γὰρ χρὴ λέγειν περὶ τῶν εἰδωλοθύτων; φησί· Τοῦ γὰρ Χριστοῦ ἐπιτάξαντος τοὺς τὸ Εὐαγγέλιον κηρύττοντας ἐκ τῶν μαθητευομένων ζῇν, ἐγὼ τοῦτο οὐκ ἐποίησα· ἀλλ' εἱλόμην, εἰ δέοι, καὶ λιμῷ καταλῦσαι τὸν βίον, καὶ τὸν χαλεπώτατον θάνατον ἀποθανεῖν, ὥστε μὴ λαβεῖν παρὰ τῶν κατηχουμένων· οὐκ ἐπειδὴ σκανδαλίζεσθαι ἔμελλον, εἰ μὴ λάβοι, ἀλλ' ἐπειδὴ οἰκοδομεῖσθαι, ὃ πολλῷ πλέον ἦν. Καὶ τούτου μάρτυρας αὐτοὺς εἰς μέσον παράγει, παρ' οἷς καὶ ἐργαζόμενος καὶ λιμώττων ἔζη, καὶ παρ' ἑτέρων τρεφόμενος, καὶ στενοχωρούμενος, ὥστε μὴ σκανδαλίσαι αὐτούς· καίτοι γε εἰκῆ ἐσκανδαλίζοντο· νόμον γὰρ οὗτος ἐπλήρου· ἀλλ' ὅμως ἐκ περιουσίας αὐτῶν ἐφείδετο. Εἰ δὲ ὑπὲρ τὸν νόμον ἐποίησεν αὐτὸς, ἵνα μὴ σκανδαλισθῶσι, καὶ τῶν ἐπιτετραμμένων ἀπείχετο εἰς οἰκοδομὴν ἑτέρων, τίνος ἂν εἶεν ἄξιοι οὗτοι οἱ τῶν εἰδωλοθύτων μὴ ἀπεχόμενοι, καὶ ταῦτα πολλῶν ἐντεῦθεν ἀπολλυμένων, ὃ καὶ χωρὶς τοῦ σκανδάλου φυγεῖν ἔδει διὰ τὸ τῶν δαιμό 61.170 νων εἶναι τὴν τράπεζαν; Τὸ μὲν οὖν κεφάλαιον ἅπαν τοῦτό ἐστιν, ὃ διὰ πολλῶν ἐργάζεται στίχων. ∆εῖ δὲ ἄνωθεν ἐπεξελθεῖν τοῖς προκειμένοις. Οὐδὲ γὰρ σαφῶς αὐτὸ οὕτως, ὥσπερ εἶπον, τέθεικεν, οὐδὲ εὐθέως αὐτῷ ἐπιπηδᾷ, ἀλλ' ἑτέρωθεν ἄρχεται, οὕτω λέγων· Οὐκ εἰμὶ ἀπόστολος; Μετὰ γὰρ τῶν εἰρημένων καὶ αὕτη οὐ μικρὰ διαφορὰ, τὸ καὶ Παῦλον εἶναι τὸν ταῦτα ποιοῦντα. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Ἔξεστιν ἀπογεύεσθαι σφραγίζοντι, τέως μὲν οὐχ ἵσταται πρὸς τοῦτο, ἀλλὰ λέγει, ὅτι Εἰ καὶ ἐξῆν, οὐκ ἔδει διὰ τὴν βλάβην τῶν ἀδελφῶν τοῦτο ποιεῖν· ὕστερον δὲ δείκνυσιν ὅτι οὐδὲ ἔξεστι. Νῦν μέντοι τὸ πρότερον κατασκευάζει ἀπὸ τῶν καθ' ἑαυτόν· καὶ μέλλων λέγειν, ὅτι οὐδὲν παρ' αὐτῶν ἔλαβεν, οὐκ εὐθέως αὐτὸ τίθησιν, ἀλλὰ τὸ ἀξίωμα αὐτοῦ πρῶτον λέγει· Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Εἰ καὶ μὴ ἔλαβες, ἐπειδὴ ἐξὸν μὴ ἦν, οὐκ ἔλαβες, διὰ τοῦτο πρῶτον τίθησι τὰς αἰτίας, δι' ἃς εὐλόγως ἂν ἔλαβεν, εἴπερ ἐβούλετο λαβεῖν. Εἶτα ἵνα μὴ δόξῃ τοὺς περὶ Πέτρον διαβάλλων ταῦτα λέγειν (καὶ γὰρ ἐλάμβανον ἐκεῖνοι), πρότερον δείκνυσιν, τί ἐξῆν ἐκείνοις λαμβάνειν· εἶτα ἵνα μή τις εἴπῃ, ὅτι Πέτρῳ μὲν ἐξῆν λαμβάνειν, σοὶ δὲ οὐκ ἐξῆν, προκαταλαμβάνει τὸν ἀκροατὴν τοῖς ἐγκωμίοις τοῖς περὶ ἑαυτοῦ. Καὶ ὁρῶν ἀνάγκην οὖσαν ἑαυτὸν ἐγκωμιάσαι (οὕτω γὰρ Κορίνθιοι διωρθοῦντο), καὶ μηδὲν βουλόμενος μέγα περὶ ἑαυτοῦ εἰπεῖν, ὅρα πῶς ἀμφοτέροις εἰς δέον κέχρηται, τοσοῦτον ἑαυτὸν ἐπαινῶν, οὐχ ὅσον ἑαυτῷ συνῄδει, ἀλλ' ὅσον ἀπῄτει τῆς προκειμένης ὑποθέσεως ἡ χρεία. ∆υνάμενος γὰρ εἰπεῖν, ὅτι Ἐμὲ μάλιστα πάντων ἐχρῆν λαμβάνειν· καὶ μᾶλλον ἢ ἐκείνους, ὅτι περισσότερον αὐτῶν ἐκοπίασα, τοῦτο μὲν οὐ λέγει, ὅπερ εἶχεν ὑπεροχήν· ἀφ' ὧν δὲ ἦσαν ἐκεῖνοι μεγάλοι, καὶ ἀφ' ὧν δικαίως ἐλάμβανον, ταῦτα τίθησι μόνα, λέγων οὕτως· Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; Τουτέστιν, οὐκ ἐξουσίαν ἔχω ἐμαυτοῦ; μὴ ὑπό τινά εἰμι τὸν ἀναγκάζοντά με καὶ κωλύοντα λαβεῖν; Ἀλλ' ἔχουσί τι πλέον ἐκεῖνοι, 61.171 τὸ μετὰ Χριστοῦ γενέσθαι. Ἀλλ' οὐδὲ τούτου ἐστέρημαι· διὰ τοῦτο λέγει, Οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; Ἔσχατον γὰρ πάντων, φησὶν, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κἀμοί. Οὐ μικρὸν δὲ καὶ τοῦτο ἀξίωμα ἦν. Πολλοὶ γὰρ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν, ἃ βλέπετε, φησὶ, καὶ οὐκ εἶδον· καὶ, Ἐλεύσονται ἡμέραι, ὅτε θελήσετε μίαν τούτων ἰδεῖν τῶν ἡμερῶν. Τί οὖν, εἰ καὶ ἀπόστολος εἶ καὶ ἐλεύθερος καὶ τὸν Χριστὸν ἑώρακας, οὐδὲν δὲ ἐπεδείξω ἀποστόλου ἔργον, πῶς ὀφείλεις λαμβάνειν; ∆ιὰ τοῦτο μετὰ ταῦτα ἐπήγαγεν· Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; Τὸ γὰρ μέγα τοῦτό ἐστιν· ἐκεῖνα γὰρ οὐδὲν ὠφελεῖ τούτου χωρίς. Ἐπεὶ καὶ