1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

38

ᾔδεσαν, ὅτι οὕτω λάμψαι ἔχει ὁ σταυρὸς, ὅτι τῆς οἰκουμένης γίνεται σωτηρία καὶ τοῦ Θεοῦ πρὸς τοὺς ἀνθρώπους καταλλαγὴ, καὶ ἡ πόλις αὐτῶν ἁλώσεται, καὶ δεινὰ ὑποστήσονται τὰ ἔσχατα. Σοφίαν δὲ καὶ τὸν Χριστὸν καλεῖ καὶ τὸν σταυρὸν καὶ τὸ κήρυγμα. Εὐκαίρως δὲ Κύριον δόξης ἐκάλεσεν. Ἐπειδὴ γὰρ ὁ σταυρὸς ἀδοξίας εἶναι δοκεῖ, δείκνυσιν ὅτι μεγάλη ἦν δόξα ὁ σταυρός. Ἀλλὰ μεγάλης ἔδει σοφίας, οὐ μόνον τὸ τὸν Θεὸν εἰδέναι, ἀλλὰ καὶ μαθεῖν τοῦ Θεοῦ τὴν οἰκονομίαν ταύτην· ἡ δὲ ἔξωθεν σοφία οὐχὶ τοῦ προτέρου μόνον, ἀλλὰ καὶ τούτου γέγονε κώλυμα. Ἀλλὰ, καθὼς γέγραπται, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. 61.58 Καὶ ποῦ γέγραπται ταῦτα; Λέγεται γὰρ γεγράφθαι, καὶ ὅταν μὴ διὰ τῶν ῥημάτων, ἀλλὰ δι' αὐτῶν τῶν πραγμάτων κείμενα ᾖ, ὡς ἐπὶ τῶν ἱστοριῶν· ἢ ὅταν τὸ αὐτὸ μὲν νόημα κείμενον ᾖ, μὴ ἐπ' αὐτῶν δὲ τῶν ῥημάτων, ὡς ἐνταῦθα. Τὸ γὰρ, Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι· τοῦτο ταυτόν ἐστι τῷ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν. Ἢ τοῦτο τοίνυν φησὶν, ἢ εἰκὸς καὶ γεγράφθαι ἐν βίβλοις, καὶ ἠφανίσθαι τὰ βιβλία. Καὶ γὰρ πολλὰ διεφθάρη βιβλία, καὶ ὀλίγα διεσώθη, καὶ ἐπὶ τῆς προτέρας αἰχμαλωσίας. Καὶ τοῦτο δῆλον ἐν ταῖς Παραλειπομέναις· καὶ γάρ φησιν ὁ Ἀπόστολος, ὅτι Ἀπὸ Σαμουὴλ καὶ τῶν ἑξῆς προφητῶν πάντες εἰρήκασι περὶ αὐτοῦ. Καὶ οὐ πάντως φέρεται ταῦτα· τὸν δὲ Παῦλον ἅτε νομομαθῆ ὄντα καὶ Πνεύματι φθεγγόμενον εἰκὸς εἰδέναι πάντα μετὰ ἀκριβείας. Καὶ τί λέγω περὶ τῆς αἰχμαλωσίας; Καὶ γὰρ πρὸ τῆς αἰχμαλωσίας πολλὰ ἠφάνιστο βιβλία, τῶν Ἰουδαίων εἰς ἐσχάτην ἀσέβειαν ἐξοκειλάντων. Καὶ δῆλον ἐκ τοῦ τέλους τῆς τετάρτης τῶν Βασιλειῶν· τὸ γὰρ ∆ευτερονόμιον μόλις που εὕρηται ἐν κοπρίᾳ κατακεχωσμένον. Ἄλλως δὲ εἰσὶ καὶ διπλαῖ πολλαχοῦ προφητεῖαι τοῖς συνετωτέροις εὐκατάληπτοι, ἐξ ὧν πολλὰ τῶν ἀσαφῶν ἔστιν εὑρεῖν. Τί οὖν; οὐκ εἶδεν ὀφθαλμὸς, ἃ ἡτοίμασεν ὁ Θεός; Οὐχί· τίς γὰρ τῶν ἀνθρώπων εἶδε τὰ οἰκονομεῖσθαι μέλλοντα; Ἆρα οὖν οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη; καὶ πῶς; Εἰ γὰρ οἱ προφῆται εἶπον, πῶς, φησὶν, οὖς οὐκ ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη; Οὐκ ἀνέβη· οὐ γὰρ περὶ αὐτῶν μόνον φησὶν, ἀλλὰ περὶ πάσης τῆς ἀνθρωπίνης φύσεως. Τί οὖν; οἱ προφῆται οὐκ ἤκουσαν; Ἤκουσαν μὲν, ἀλλ' οὐκ ἦν ἀνθρώπου οὖς τὸ οὖς τὸ προφητικόν· οὐ γὰρ ὡς ἄνθρωποι ἤκουσαν, ἀλλ' ὡς προφῆται. ∆ιό φησι, Προσέθηκέ μοι ὠτίον ἀκούειν, τὴν προσθήκην τὴν ἀπὸ τοῦ Πνεύματος λέγων. Ὅθεν δῆλον, ὅτι πρὶν ἢ ἀκοῦσαι, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Μετὰ γὰρ τὴν τοῦ Πνεύματος δόσιν οὐκ ἦν καρδία ἀνθρώπου, ἀλλὰ καρδία πνευματικὴ ἡ τῶν προφητῶν, καθάπερ καὶ αὐτός φησι· Νοῦν Χριστοῦ ἔχομεν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πρὶν ἢ Πνεύματος ἀπολαῦσαι καὶ μαθεῖν τὰ ἀπόῤῥητα, οὐδὲ ἡμῶν τις οὐδὲ τῶν προφητῶν αὐτὰ ἐνενόησε. Πῶς γὰρ, ὅπου οὐδὲ ἄγγελοι αὐτὰ ᾔδεσαν; Τί γὰρ χρὴ λέγειν, φησὶ, περὶ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, ὅπου γε οὐδεὶς ἀνθρώπων ταῦτα ἠπίστατο, οὐδὲ αἱ ἄνω δυνάμεις; Ποῖα δὴ ταῦτα; Ὅτι διὰ τῆς δοκούσης εἶναι μωρίας τοῦ κηρύγματος κρατήσει τῆς οἰκουμένης, καὶ τὰ ἔθνη εἰσενεχθήσεται, καὶ ὅτι καταλλαγὴ τοῦ Θεοῦ πρὸς ἀνθρώπους ἔσται, καὶ τοσαῦτα ἡμῖν ἥξει τὰ ἀγαθά. Πῶς οὖν ἔγνωμεν; Ἡμῖν δὲ, φησὶν, ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. Οὐ διὰ τῆς ἔξωθεν σοφίας· αὕτη γὰρ, καθάπερ τις θεραπαινὶς ἠτιμωμένη, οὐκ ἀφείθη ἔνδον εἰσελθεῖν, καὶ παρακύψαι εἰς τὰ δεσποτικὰ μυστήρια. δʹ. Ὁρᾷς ὅσον τὸ μέσον τῆς σοφίας ταύτης κἀκείνης; Ἅπερ ἄγγελοι οὐκ ἔγνωσαν, ταῦτα ἡμᾶς ἐπαίδευσεν αὕτη. Ἡ δὲ ἔξωθεν τοὐναντίον ἐποίησεν· οὐ μόνον 61.59 οὐκ ἐπαίδευσεν, ἀλλὰ καὶ ἐκώλυσε καὶ διετείχισε, καὶ μετὰ τὸ γενέσθαι ἐπεσκίαζε τοῖς γεγενημένοις, τὸν σταυρὸν κενοῦσα. Οὐ τοίνυν τῷ μαθεῖν δείκνυσι τὴν εἰς ἡμᾶς τιμὴν, καὶ τῷ μετὰ ἀγγέλων μαθεῖν, ἀλλὰ καὶ τῷ διὰ τοῦ Πνεύματος αὐτοῦ μαθεῖν. Εἶτα δεικνὺς τὸ μέγεθος, φησὶν, ὅτι Εἰ μὴ τὸ Πνεῦμα τὸ ἐπιστάμενον τὰ ἀπόῤῥητα τοῦ Θεοῦ, ἀπεκάλυψεν, οὐκ ἂν ἐμάθομεν. Οὕτω