1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

263

Θεοῦ μετὰ τοῦ θανάτου καὶ τοῦ διαβόλου καὶ τῶν δαιμό- νων, μὴ ἀσχάλλωμεν ἐπὶ τοῖς εὐημεροῦσιν ἐχθροῖς τοῦ Θεοῦ. Οἱ γὰρ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξα- σθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλείποντες, ὡσεὶ κα- πνὸς ἐξέλιπον. Ὅταν ἴδῃς τινὰ ἐχθρὸν τοῦ Θεοῦ 61.343 πλουτοῦντα, δορυφορούμενον, κόλακας ἔχοντα πολ- λοὺς, μὴ καταπέσῃς, ἀλλὰ στέναξον, δάκρυσον, παρακάλεσον τὸν Θεὸν, ὥστε αὐτὸν εἰς τοὺς φίλους κατατάξαι· καὶ ὅσῳ ἂν εὖ πράττῃ ἐχθρὸς ὢν, τοσούτῳ αὐτὸν μᾶλλον πένθησον. Τοὺς γὰρ ἁμαρτωλοὺς ἀεὶ μὲν θρηνεῖν δεῖ, μάλιστα δὲ ὅταν καὶ πλούτου καὶ πολλῆς ἀπολαύωσιν εὐημερίας, καθάπερ τοὺς νοσοῦν- τας, ὅταν γαστρίζωνται καὶ μεθύωσιν. Ἀλλ' εἰσί τι- νες, οἳ καὶ τούτων ἀκούοντες τῶν ῥημάτων, οὕτως ἀθλίως διάκεινται, ὡς στενάζειν ἐφ' ἑαυτοῖς πικρὸν καὶ λέγειν, ὅτι ∆ακρύων ἄξιος ἐγὼ ὁ μηδὲν ἔχων. Καλῶς εἶπες, Ὁ μηδὲν ἔχων, οὐκ ἐπειδὴ οὐκ ἔχεις ἅπερ ἐκεῖνος, ἀλλ' ἐπειδὴ μακαριστὸν τὸ πρᾶγμα νο- μίζεις· διὸ καὶ μυρίων ἄξιος ἂν εἴης θρήνων. Καὶ γὰρ εἴ τις ἐν ὑγείᾳ ζῶν μακαρίζοι τὸν ἀῤῥωστοῦντα καὶ ἐν μαλακῇ στρωμνῇ κατακείμενον, ἐκείνου πολλῷ ταλαιπωρότερος καὶ ἀθλιώτερος οὗτος, ὅτι τῶν οἰκείων ἀγαθῶν οὐδεμίαν αἴσθησιν ἔχει. Ὃ δὴ καὶ ἐπὶ τού- των ἔστιν ἰδεῖν συμβαῖνον· ὅθεν καὶ ὁ βίος ἡμῶν ἅπας συγκέχυται καὶ τετάρακται. Ταῦτα γὰρ τὰ ῥή- ματα μυρίους ἀπώλεσε, καὶ τῷ διαβόλῳ προέδωκε, καὶ τῶν λιμῷ τηκομένων ἐλεεινοτέρους ἐποίησεν. Ὅτι γὰρ οἱ τοῦ πλείονος ἐφιέμενοι, οὗτοι καὶ τῶν προ- σαιτούντων εἰσὶν ἀθλιώτεροι, ἅτε καὶ μείζονι καὶ δρι- μυτέρᾳ ἀθυμίᾳ τούτων κατεχόμενοι, δῆλον ἐντεῦθεν. Αὐχμὸς κατέλαβέ ποτε τὴν πόλιν τὴν ἡμετέραν, καὶ πάντες ἔτρεμον ὑπὲρ τῶν ἐσχάτων, καὶ τὸν Θεὸν παρεκάλουν λῦσαι τουτὶ τὸ δέος· καὶ ἦν ἰδεῖν τότε τὸ ὑπὸ Μωϋσέως εἰρημένον, χαλκοῦν τὸν οὐρανὸν γεγε- νημένον, καὶ θάνατον τῶν ἁπάντων θανάτων χαλε- πώτερον καθ' ἑκάστην προσδοκώμενον τὴν ἡμέραν. Ἀλλ' ὕστερον, δόξαν τῷ φιλανθρώπῳ Θεῷ, παρ' ἐλ- πίδα ἅπασαν πολὺς κατεφέρετο καὶ ἄπειρος ἄνωθεν ὑετὸς, καὶ πάντες ἐν πανηγύρει καὶ ἑορτῇ λοιπὸν, ἅτε ἐξ αὐτῶν ἀναβάντες τῶν τοῦ θανάτου πυλῶν. Ἀλλ' ἐν τοσούτοις ἀγαθοῖς καὶ τῇ κοινῇ πάντων εὐφροσύνῃ, τῶν ζαπλουτούντων τις τούτων στυγνὸς καὶ κατηφὴς, ἀποτεθνηκὼς ὑπὸ τῆς ἀθυμίας περιῄει, καὶ πολλῶν τὴν αἰτίαν πυνθανομένων, δι' ἣν ἐν τῇ κοινῇ πάντων ἀνθρώπων ἡδονῇ μόνος ἀλγεῖ, οὐδὲ κατασχεῖν ἔνδον ἴσχυσε τὸ χαλεπὸν τοῦτο πάθος, ἀλλ' ὑπὸ τῆς τυραννίδος τοῦ νοσήματος κεντούμενος, εἰς μέσον ἐξήνεγκε τὴν αἰτίαν· Μυρία γὰρ μέτρα σίτου κεκτημένος, φησὶν, οὐκ ἔχω πῶς διάθωμαι ταῦτα λοιπόν. Ἆρ' οὖν τοῦτον μακαριοῦμεν, εἰπέ μοι, ὑπὲρ τούτων τῶν ῥημάτων, ὑπὲρ ὧν καταλεύεσθαι αὐτὸν ἔδει, τὸν θηρίου παντὸς ὠμότερον, τὸν κοινὸν ἐχθρόν; Τί λέγεις, ἄνθρωπε; ἀλγεῖς ὅτι μὴ πάντες ἀπώλοντο, ἵνα σὺ συναγάγῃς χρυσίον; οὐκ ἤκουσας τί φησιν ὁ Σολομῶν, Ὁ τιμιουλκῶν σῖτον, δημοκατάρατος; ἀλλὰ περιέρχῃ κοινὸς ἐχθρὸς τῶν τῆς οἰκουμένης ἀγαθῶν, καὶ τῇ φιλοτιμίᾳ τοῦ ∆εσπότου τῆς οἰκουμέ- νης πολέμιος, καὶ τοῦ μαμωνᾶ φίλος, μᾶλλον δὲ δοῦ- λος; Οὐ γὰρ ἐκκοπῆναι τὴν γλῶτταν ἐκείνην ἔδει; οὐ γὰρ σβεσθῆναι τὴν καρδίαν τὴν ταῦτα τεκοῦσαν τὰ ῥήματα; ηʹ. Εἶδες πῶς οὐκ ἀφίησιν ἀνθρώπους εἶναι τοὺς ἀνθρώπους τὸ χρυσίον, ἀλλὰ θηρία καὶ δαίμονας; Τί γὰρ ἂν τούτου γένοιτ' ἂν ἐλεεινότερον τοῦ πλουσίου, 61.344 τοῦ καθ' ἑκάστην ἡμέραν εὐχομένου γενέσθαι λιμὸν ἵνα αὐτῷ γένηται χρυσίον; Καὶ γὰρ εἰς τοὐναντίον αὐτῷ τὸ πάθος περιίσταται λοιπόν· οὐδὲ γὰρ χαίρει τῇ ἀφθονίᾳ τῆς τῶν καρπῶν κτήσεως, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο ἀλγεῖ λοιπὸν, ὅτι ἄπειρα κέκτηται. Καίτοι τὸν πολλὰ κεκτημένον χαίρειν ἔδει· οὗτος δὲ δι' αὐτὸ τοῦτο ἀθυμεῖ. Ὁρᾷς ὅτι, ὅπερ ἔλεγον, οὐ τοσαύτην ἀπὸ τῶν παρόντων καρποῦνται τὴν ἡδονὴν οἱ πλουτοῦντες, ὅσην ἀπὸ τῶν μηδέπω προσγεγενη- μένων ὑπομένουσι τὴν ἀθυμίαν; Ὁ γὰρ σίτου μυριά- δας ἀπείρους κεκτημένος τοῦ πεινῶντος μᾶλλον ἤλ- γει καὶ ἔστενε· καὶ ὁ μὲν τὴν ἀναγκαίαν ἔχων τρο- φὴν ἐστεφανοῦτο καὶ ἐσκίρτα καὶ ηὐχαρίστει τῷ Θεῷ· ὁ δὲ τοσοῦτον