1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

80

ἀλλ' εὐθέως ἐφάνη τεχνίτης ἄριστος. Καὶ πρῶτον δείκνυσι τὴν κεφαλὴν βασιλικὴν, τὸν Χριστὸν κηρύττων· εἶτα καὶ τὸ λοιπὸν σῶμα, τὸ τῆς πολιτείας τῆς ἀκριβοῦς Οἱ μὲν οὖν ζωγράφοι κατακλείσαντες ἑαυτοὺς, μετὰ πολλῆς τῆς ἀκριβείας καὶ ἡσυχίας ἅπαντα πράττουσιν, οὐδενὶ τὰς θύρας παρανοίγοντες· οὗτος δὲ ἐν μέσῳ τῆς οἰκουμένης τὸν πίνακα προθεὶς, πάντων ἐναντιουμένων, θορυβούντων, ταραττόντων, οὕτω; εἰργάζετο τὴν βασιλικὴν ταύτην εἰκόνα, καὶ οὐκ ἐκωλύετο. ∆ιὸ καὶ ἔλεγε· Θέατρον ἐγενήθημεν τῷ 61.111 κόσμῳ, ἐν μέσῳ γῆς καὶ θαλάσσης, καὶ τοῦ οὐρανοῦ καὶ τῆς οἰκουμένης ἁπάσης, καὶ τοῦ κόσμου τοῦ τε αἰσθητοῦ τοῦ τε νοητοῦ, τὴν εἰκόνα ζωγραφῶν. Βούλεσθε καὶ τὰ λοιπὰ μέρη ταύτης ἰδεῖν, τὰ ἀπὸ τῆς κεφαλῆς κάτω; ἢ βούλεσθε κάτωθεν τὸν λόγον ἀναγάγωμεν; Θέα τοίνυν ἀνδριάντα χρυσοῦν, μᾶλλον δὲ καὶ τούτου τιμιώτερον, καὶ οἷον ἐν οὐρανῷ ἑστάναι εἰκὸς, οὐ μολίβδῳ προσδεδεμένον, οὐδὲ ἑνὶ ἱδρυμένον χωρίῳ, ἀλλ' ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ τρέχοντα, καὶ εἰς Ἱσπανίαν ἀπιόντα, καὶ πανταχοῦ τῆς οἰκουμένης καθάπερ ὑπόπτερον φερόμενον. Τί γὰρ τῶν ποδῶν τούτων ὡραιότερον γένοιτ' ἂν, τῶν ἅπασαν ἐπελθόντων τὴν ὑφ' ἡλίῳ κειμένην γῆν; Ταύτην τὴν ὡραιότητα καὶ ὁ προφήτης ἄνωθεν κηρύττει λέγων· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην! Εἶδες πῶς καλοὶ οἱ πόδες; Θέλεις καὶ τὸ στῆθος ἰδεῖν; ∆εῦρό σοι δείξω καὶ τοῦτο, καὶ πολλῷ λαμπρότερον ὄψει τῶν ποδῶν τούτων τῶν ὡραίων, καὶ αὐτῶν τῶν τοῦ παλαιοῦ νομοθέτου στέρνων. Μωϋσῆς μὲν γὰρ πλάκας ἐβάσταζε λιθίνας· οὗτος δὲ αὐτὸν ἔνδοθεν εἶχε τὸν Χριστὸν, αὐτὴν τὴν βασιλικὴν ἔφερεν εἰκόνα καὶ τοῦ ἱλαστηρίου· διὰ τοῦτο καὶ τῶν Χερουβὶμ σεμνότερος ἦν. Οὐ γὰρ τοιαύτη ἐφέρετο ἐκεῖθεν φωνὴ, οἵα ἐντεῦθεν, ἀλλ' ἐκεῖθεν μὲν τὰ πλείονα περὶ αἰσθητῶν διελέγετο, ἀπὸ δὲ τῆς Παύλου γλώττης περὶ τῶν ὑπὲρ τοὺς οὐρανοὺς πραγμάτων· καὶ ἀπὸ μὲν τοῦ ἱλαστηρίου Ἰουδαίοις ἐχρημάτιζε μόνοις, ἐντεῦθεν δὲ τῇ οἰκουμένῃ πάσῃ· κἀκεῖ μὲν διὰ ἀψύχων, ἐνταῦθα δὲ διὰ ψυχῆς ἐναρέτου. δʹ. Τοῦτο καὶ οὐρανοῦ λαμπρότερον ἦν τὸ ἱλαστήριον, οὐ ποικιλίᾳ ἄστρων καταλαμπόμενον οὐδ' ἀκτῖσιν ἡλιακαῖς, ἀλλ' αὐτὸν τὸν ἥλιον τῆς δικαιοσύνης ἔχον ἐκεῖθεν ἀφιέντα τὰς ἀκτῖνας. Καὶ τοῦτον μὲν τὸν οὐρανὸν νέφος ὑποδραμόν ποτε σκυθρωπότερον ἐργάζεται, τὸ δὲ στῆθος ἐκεῖνο οὐδεὶς ὑπέδραμέ ποτε χειμὼν τοιοῦτος· μᾶλλον δὲ ὑπέδραμον μὲν πολλοὶ πολλάκις χειμῶνες, τὸ δὲ φῶς οὐκ ἐπεσκότισαν, ἀλλ' ἐν μέσῳ τῷ πειρασμῷ καὶ τοῖς κινδύνοις τὸ φῶς ἀπέλαμπε τοῦτο. ∆ιὸ καὶ αὐτὸς ἅλυσιν περικείμενος ἐβόα· Ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Οὕτως ἀεὶ διὰ τῆς γλώττης ἐκείνης ἠφίει τὰς ἀκτῖνας· καὶ οὐ φόβος, οὐ κίνδυνος τὸ στῆθος ἐκεῖνο σκυθρωπὸν ἐποίει. Τάχα παρελαύνειν δοκεῖ τὸ στῆθος τοὺς πόδας· ἀλλὰ κἀκεῖνοι ὡς πόδες καλοὶ, καὶ τοῦτο ὡς στῆθος. Βούλει καὶ γαστέρα ἰδεῖν ὡραίαν; Ἄκουσον τί φησι περὶ αὐτῆς· Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα. Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ. Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασι. Τί ταύτης τῆς γαστρὸς γένοιτ' ἂν ὡραιότερον τῆς οὕτω πεπαιδευμένης ἠρεμεῖν, καὶ σωφροσύνην πᾶσαν δεδιδαγμένης, καὶ εἰδυίας καὶ πεινῇν καὶ λιμώττειν καὶ διψῇν; Καθάπερ γὰρ ἵππος εὔτακτος χρυσῆν ἡνίαν λαβὼν, οὕτω καὶ αὕτη εὔρυθμα ἐβάδιζε τῆς φύσεως τὴν ἀνάγκην νικήσασα· ὁ γὰρ Χριστὸς ἐβάδιζεν ἐν αὐτῇ. Ταύτης δὲ οὕτω σωφρονούσης, εὔδηλον ὅτι καὶ ἡ ἄλλη πᾶσα κακία ἐλύετο. Βούλει καὶ χεῖρας ἰδεῖν τὰς νῦν; ἢ βούλει τὴν προτέραν αὐτῶν πρότερον κακίαν θεάσασθαι; Εἰσερχόμενος οὗτος εἰς τὰς οἰκίας, ἔσυρε πρώην ἄνδρας καὶ γυναῖκας, οὐχὶ ἀνδρὸς χεῖ 61.112 ρας, ἀλλὰ θηρίου τινὸς χαλεποῦ ἔχων. Ἐπειδὴ δὲ τὰ χρώματα τῆς ἀληθείας ἔλαβε καὶ τὴν πνευματικὴν ἐμπειρίαν, οὐκέτι ἀνδρὸς ἐγένοντο αἱ χεῖρες αὗται, ἀλλὰ πνευματικαὶ, καθ' ἑκάστην ἡμέραν δεσμούμεναι ἁλύσεσι· καὶ ἔπληξαν μὲν οὐδένα ποτὲ, ἐπλήγησαν δὲ μυριάκις. Ἠδέσθη ποτὲ καὶ ἔχις ταύτας τὰς χεῖρας· οὐ γὰρ ἦσαν ἀνθρώπου χεῖρες λοιπόν· διὰ