1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

96

ἐβούλετο, ἐνταῦθα δὲ οὐκέτι. Οὐ γὰρ τὸ ἁμάρτημα ἐνταῦθα κἀκεῖ τὸ αὐτὸ, ἀλλ' ἐκεῖ ἔλαττον· ἀργίαν γὰρ ἐγκαλεῖ· ἐνταῦθα δὲ πορνείαν καὶ ἕτερα χαλεπώτατα ἁμαρτήματα. Καὶ πρὸς Ἕλληνας μὲν εἰ βούλοιτό τις ἀπιέναι, οὐ κωλύει συνεσθίειν, διὰ τὴν αὐτὴν πάλιν αἰτίαν. Οὕτω δὲ καὶ ἡμεῖς ποιοῦμεν, ὑπὲρ μὲν τῶν υἱῶν καὶ τῶν ἀδελφῶν πάντα πράττοντες, τῶν δὲ ἀλλοτρίων οὐ πολὺν ποιούμεθα λόγον. Τί οὖν; οὐκ ἐκήδετο καὶ τῶν ἔξωθεν Παῦλος; Ἐκήδετο μὲν, ἀλλὰ μετὰ τὸ δέξασθαι τὸ κήρυγμα καὶ ὑπευθύνους ποιῆσαι τῇ διδασκαλίᾳ τοῦ Χριστοῦ, τότε αὐτοῖς ἐνομοθέτει· ἕως δὲ ὅτε κατεφρόνουν, περιττὸν ἦν τὰ προστάγματα τοῦ Χριστοῦ λέγειν τοῖς αὐτὸν οὐκ εἰδόσι τὸν Χριστόν. Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; τοὺς δὲ ἔξω ὁ Θεὸς κρινεῖ. Ἐπειδὴ γὰρ εἶπε, Τί μοι τοὺς ἔξω κρίνειν; ἵνα μή τις νομίσῃ ἀτιμωρήτους τούτους ἀφίεσθαι, ἕτερον δικαστήριον ἐφίστησιν αὐτοῖς φοβερόν. Τοῦτο δὲ εἶπεν, ὁμοῦ μὲν ἐκείνους φοβῶν, ὁμοῦ δὲ τούτους παραμυθούμενος, καὶ δεικνὺς ὅτι ἡ κόλασις αὕτη ἡ πρόσκαιρος, τῆς ἀθανάτου καὶ διηνεκοῦς ἐξαρπάζει· ὃ καὶ ἀλλαχοῦ δηλῶν ἔλεγε· Νυνὶ δὲ κρινόμενοι, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν· καὶ, Ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. βʹ. Ἐμνημόνευσε ῥήσεως ἐν τῇ Παλαιᾷ κειμένης, ὁμοῦ μὲν δεικνὺς, ὅτι καὶ αὐτοὶ τὰ μέγιστα κερδανοῦσιν, ὥσπερ λοιμοῦ τινος ἀπαλλαγέντες χαλεποῦ, ὁμοῦ δὲ δηλῶν, ὅτι οὐ καινοτομία τὸ τοιοῦτον, ἀλλὰ καὶ ἄνωθεν ἐδόκει τοῦτο τῷ νομοθέτῃ τοὺς τοιούτους ἐκτέμνεσθαι· ἀλλ' ἐκεῖ μὲν σφοδρότερον, ἐνταῦθα δὲ ἡμερώτερον. ∆ιόπερ καὶ εἰκότως ἄν τις διαπορήσειε, τί δήποτε ἐκεῖ μὲν συνεχώρει κολάζεσθαι τὸν ἡμαρτηκότα καὶ καταλεύεσθαι, ἐνταῦθα δὲ οὐκέτι, ἀλλ' ἐπὶ μετάνοιαν αὐτὸν ἄγει. Τί δήποτ' οὖν ἑτέρως μὲν ἐκεῖνα, ἑτέρως δὲ ταῦτα διετυποῦτο; ∆ιὰ δύο ταύτας αἰτίας· μίαν μὲν, ὅτι ἐπὶ μείζονα ἀγῶνα οὗτοι ἤγοντο, καὶ πλείονος ἐδέοντο τῆς μακροθυμίας· ἑτέραν δὲ τὴν ἀληθεστέραν, ὅτι οὗτοι μὲν ἀπὸ τῆς ἀτιμωρησίας εὐκολώτερον διωρθοῦντο ἐπὶ μετάνοιαν ἐρχόμενοι, ἐκεῖνοι δὲ ἐπὶ κακίαν μείζονα ἔμελλον ἕρπειν. Εἰ γὰρ τοὺς πρώτους κολαζομένους ὁρῶντες τοῖς αὐτοῖς ἐνέμενον, εἰ μηδὲ ἐκολάζοντό τινες, πολλῷ μᾶλλον τοῦτο ἂν ἔπαθον. ∆ιὰ τοῦτο ἐκεῖ μὲν τῷ μοιχῷ καὶ τῷ ἀνδροφόνῳ θάνατος εὐθέως ἐπάγεται· ἐνταῦθα δὲ, ἐὰν διὰ μετανοίας ἀπολούσωνται, διέφυγον τὴν κόλασιν. Πλὴν καὶ ἐνταῦθα σφοδροτέρας, καὶ ἐν τῇ Παλαιᾷ ἡμερωτέρας ἴδοι τις ἂν τιμωρίας, ἵνα δειχθῇ διὰ πάντων, ὅτι συγγενεῖς αἱ διαθῆκαι καὶ ἑνὸς καὶ τοῦ αὐτοῦ νομοθέτου· καὶ παρὰ πόδας καὶ ἐκεῖ καὶ ἐνταῦθα τὰς τιμωρίας, καὶ μετὰ πολὺν χρόνον πολλάκις ἐν ἑκατέρᾳ, καὶ οὐδὲ μετὰ πολὺν χρόνον πολλάκις, ἀλλὰ μετανοίᾳ μόνῃ ἀρκούμενον τὸν Θεόν. Καὶ γὰρ ἐν τῇ Παλαιᾷ μοιχεύσας καὶ φονεύσας ὁ ∆αυῒδ, διὰ μετανοίας ἐσώθη, καὶ ἐν τῇ Καινῇ μικρὰ ἀπὸ χωρίου τιμῆς ὑφελόμενος ὁ Ἀνανίας μετὰ τῆς γυναικὸς ἀπώλετο. Εἰ δὲ πλεονάζει ταῦτα ἐν τῇ Παλαιᾷ, τὰ δὲ ἐναντία ἐν τῇ Καινῇ, ἡ διαφορὰ τῶν προσώπων τὴν διαφορὰν τῆς τοιαύτης οἰκονομίας ἐργάζεται. Τολμᾷ τις ὑμῶν, πρὸς τὸν ἀδελφὸν αὐτοῦ πρᾶγμα ἔχων, 61.132 κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Καὶ ἐνταῦθα πάλιν ὡς ἐπὶ ὡμολογημένων ποιεῖται τὴν κατηγορίαν. Καὶ γὰρ ἐκεῖ φησιν, Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία· καὶ ἐνταῦθα, Τολμᾷ τις ὑμῶν; ἐκ προοιμίων εὐθέως τὸν θυμὸν ἐνδεικνύμενος, καὶ δεικνὺς ὅτι τόλμης ἐστὶ τὸ πρᾶγμα καὶ παρανομίας. Καὶ τί δήποτε τὸν περὶ πλεονεξίας καὶ τοῦ μὴ δεῖν ἔξω κρίνεσθαι παρενέβαλε λόγον; Οἰκεῖον νόμον πληρῶν. Καὶ γὰρ ἔθος αὐτῷ τὰ παρεμπίπτοντα διορθοῦν, ὥσπερ ἡνίκα περὶ τῶν κοινῶν τραπεζῶν διαλεγόμενος, εἰς τὸν περὶ τῶν μυστηρίων ἐξέβη λόγον. Καὶ ἐνταῦθα τοίνυν, ἐπειδὴ πλεονεκτῶν ἀδελφῶν ἐμνημόνευσε, ζέων τῇ φροντίδι τῆς διορθώσεως τῶν ἁμαρτανόντων οὐκ ἀνέχεται διατηρῆσαι τάξιν· ἀλλὰ τὸ ἐκ τῆς ἀκολουθίας ἀχθὲν εἰς μέσον ἁμάρτημα διορθοῦται πάλιν, καὶ οὕτως ἐπὶ τὸν πρότερον ἐπάνεισιν. Ἀκούσωμεν οὖν τί φησι καὶ περὶ τούτου· Τολμᾷ τις ὑμῶν πρὸς τὸν ἀδελφὸν αὐτοῦ πρᾶγμα ἔχων, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν