1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

158

ἴσασιν, οὐδ' ὅτι παντὸς αἰσθητοῦ μολυσμοῦ ἀνωτέρα γέγονεν ἡ ψυχή. Καὶ οἱ Ἰουδαῖοι δὲ καὶ τῶν ἀδελφῶν οἱ ἀσθενέστεροι τὰ αὐτὰ πείσονται. Εἶδες πόσας αἰτίας τέθεικε, δι' ἃς χρὴ τῶν εἰδωλοθύτων ἀπέχεσθαι; διὰ τὸ ἀνόνητον, διὰ τὸ περιττὸν, διὰ τὴν τοῦ ἀδελφοῦ βλάβην, διὰ τὴν τοῦ Ἰουδαίου βλασφημίαν, διὰ τὴν τοῦ Ἕλληνος κακηγορίαν, διὰ τὸ μὴ δεῖν δαίμοσι κοινωνεῖν, διὰ τὸ εἰδωλολατρείαν τινὰ εἶναι τὸ πρᾶγμα. Εἶτα, ἐπειδὴ εἶπεν, Ἀπρόσκοποι γίνεσθε, καὶ ὑπευθύνους αὐτοὺς ἐποίησε καὶ τῆς τῶν Ἑλλήνων βλάβης καὶ τῆς τῶν Ἰουδαίων, καὶ βαρὺ τὸ λεγόμενον ἦν, ὅρα πῶς αὐτὸ εὐπαράδεκτον καὶ κοῦφον ποιεῖ, τιθεὶς ἑαυτὸν μέσον, καὶ λέγων· Καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι. Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. γʹ. Τοῦτο κανὼν χριστιανισμοῦ τοῦ τελειοτάτου, τοῦτο ὅρος ἠκριβωμένος, αὕτη ἡ κορυφὴ ἡ ἀνωτάτω, τὸ τὰ κοινῇ συμφέροντα ζητεῖν. Ὅπερ καὶ αὐτὸς δηλῶν ἐπήγαγε· Καθὼς κἀγὼ Χριστοῦ. Οὐδὲν γὰρ οὕτω δύναται ποιῆσαι μιμητὴν τοῦ Χριστοῦ, ὡς τὸ κήδεσθαι τῶν πλησίον. Ἀλλὰ κἂν νηστεύσῃς, κἂν χαμευνήσῃς, κἂν ἀπαγχονήσῃς σαυτὸν, τοῦ δὲ πλησίον μὴ προνοῇς, οὐδὲν μέγα εἰργάσω, ἀλλ' ἔτι πόῤῥω ταύτης τῆς εἰκόνος ἕστηκας ταῦτα ποιῶν. Καίτοι ἐνταῦθα μὲν καὶ αὐτὸ φύσει τὸ πρᾶγμα λυσιτελές ἐστι, τὸ ἀπέχεσθαι τῶν εἰδωλοθύτων· ἐγὼ δὲ πολλὰ καὶ τῶν ἀσυμφόρων ἐποίησα, φησὶν, οἷον, ὅτε περιέτεμον, ὅτε ἔθυσα. Ταῦτα γὰρ εἴ τις καθ' ἑαυτὰ ἐξετάσειε, καὶ 61.209 ἀπόλλυσι τοὺς μετιόντας καὶ τῆς σωτηρίας ἐκπίπτειν ποιεῖ· ἀλλ' ὅμως ὑπέμεινα καὶ ταῦτα διὰ τὸ ἐξ αὐτῶν κέρδος. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Ἐκεῖ μὲν γὰρ, ἂν μὴ προσῇ ἡ ὠφέλεια καὶ τὸ δι' ἑτέρους γενέσθαι, τότε βλάβος τὸ πρᾶγμα γίνεται· ἐνταῦθα δὲ, κἂν μηδεὶς ὁ σκανδαλιζόμενος ᾖ, καὶ οὕτως ἀπέχεσθαι τῶν κεκωλυμένων χρή. Οὐ μόνον δὲ βλαβερὰ, ἀλλὰ καὶ ἐπίπονα ὑπέμεινα. Ἄλλας γὰρ Ἐκκλησίας ἐσύλησα, φησὶ, λαβὼν ὀψώνιον, καὶ ἐξὸν ἐσθίειν καὶ μὴ ἐργάζεσθαι, οὐκ ἐζήτησα τοῦτο, ἀλλ' εἱλόμην λιμῷ διαφθαρῆναι μᾶλλον, ἢ σκανδαλίσαι ἕτερον. ∆ιὰ τοῦτό φησι, Πάντα πᾶσιν ἀρέσκω. Ἄν τε παράνομον, ἄν τε ἐπίπονον καὶ ἐπικίνδυνον δέῃ ποιῆσαι, πάντα εἰς τὸ ἑτέρων συμφέρον ὑπομένω. Πάντων γοῦν ἀνώτερος ὢν κατὰ τὴν ἀκρίβειαν, πάντων κατώτερος γέγονε κατὰ τὴν συγκατάβασιν. Καὶ γὰρ οὐδὲν κατόρθωμα σφόδρα μέγα εἶναι δύναιτ' ἂν, ὅταν μὴ τὸ κέρδος καὶ εἰς ἑτέρους διαδιδῷ· καὶ δηλοῖ ὁ τὸ τάλαντον ὑγιὲς προσενεγκὼν, καὶ διχοτομηθεὶς ἐπειδὴ αὐτὸ οὐκ ἐπλεόνασε. Καὶ σὺ τοίνυν, ἀδελφὲ, κἂν ἄσιτος μένῃς, κἂν χαμαὶ καθεύδῃς, κἂν τέφραν ἐσθίῃς, κἂν θρηνῇς διαπαντὸς, καὶ μηδένα ἕτερον ὠφελῇς, οὐδὲν μέγα ἐργάσῃ. Καὶ γὰρ καὶ τοῖς ἐν ἀρχῇ μεγάλοις καὶ γενναίοις ἐκείνοις ἀνδράσι τοῦτο μάλιστα περισπούδαστον ἦν· ἐξέτασον αὐτῶν μετὰ ἀκριβείας τὸν βίον, καὶ ὄψει σαφῶς, ὅτι οὐδεὶς αὐτῶν τὰ ἑαυτοῦ ποτε ἐσκόπησεν, ἀλλὰ τὰ τοῦ πλησίον ἕκαστος· ὅθεν καὶ ἔλαμψαν μᾶλλον. Καὶ γὰρ καὶ τῷ Μωϋσῇ πολλὰ καὶ μεγάλα εἰργάσθη θαύματα καὶ σημεῖα· ἀλλ' οὐδὲν αὐτὸν οὕτω μέγαν ἐποίησεν, ὡς ἡ μακαρία ἐκείνη φωνὴ, ἣν πρὸς τὸν Θεὸν ἀφῆκε, λέγων· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον. Τοιοῦτος ἦν καὶ ὁ ∆αυΐδ· διὸ καὶ ἔλεγεν, Ἐγὼ ὁ ποιμὴν ἥμαρτον, καὶ ἐγὼ ἐκακοποίησα, καὶ οὗτοι τὸ ποίμνιον τί ἐποίησαν; Γενέσθω ἡ χείρ σου ἐπ' ἐμὲ, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου. Οὕτω καὶ ὁ Ἀβραὰμ οὐκ ἐζήτει τὸ ἑαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν. ∆ιὸ καὶ κινδύνοις ἑαυτὸν ἐξεδίδου, καὶ τὸν Θεὸν ὑπὲρ τῶν οὐδὲν αὐτῷ προσηκόντων παρεκάλει. Καὶ οὗτοι μὲν οὕτως ἔλαμψαν· οἱ δὲ τὰ ἑαυτῶν ζητήσαντες σκόπει πῶς καὶ ἐβλάβησαν. Ὁ γοῦν ἀδελφιδοῦς ὁ τούτου, ἐπειδὴ ἤκουσεν, Εἰ σὺ εἰς δεξιὰ, ἐγὼ δὲ εἰς ἀριστερὰ, καὶ τὴν αἵρεσιν λαβὼν, τὸ ἑαυτοῦ συμφέρον ἐζήτησεν, οὐδὲ τὸ ἑαυτοῦ εὗρεν· ἀλλ' αὕτη μὲν ἐνεπυρίζετο ἡ χώρα, ἐκείνη δὲ ἔμενεν ἀνέπαφος. Ὁ Ἰωνᾶς πάλιν οὐ ζητήσας τὸ τῶν πολλῶν συμφέρον, ἀλλὰ τὸ ἑαυτοῦ, καὶ ἀπολέσθαι ἐκινδύνευσε· καὶ ἡ μὲν πόλις εἱστήκει, αὐτὸς δὲ ἐσαλεύετο καὶ ἐκλυδωνίζετο καὶ κατεποντίζετο. Ὅτε δὲ τὸ τῶν