1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

244

λοιπὰς Ἐκκλησίας εἰς μέσον τέθεικεν. βʹ. Εἶτα τὸ πάντων ἰσχυρότερον ὕστερον τίθησι, λέγων, ὅτι Ὁ Θεὸς ταῦτα καὶ νῦν ἐπιτάττει δι' ἐμοῦ. Εἰ γάρ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικὸς, γινωσκέτω ταῦτα ἃ γράφω ὑμῖν, ὅτι Κυρίου εἰσὶν αἱ ἐντολαί. Εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω. Καὶ τίνος ἕνεκεν τοῦτο ἐπήγαγε; ∆εικνὺς ὅτι οὐ βιάζεται, οὐδὲ φιλονεικεῖ, ὅπερ σημεῖόν ἐστι τῶν οὐ τὰ ἑαυτῶν βουλομένων ἱστᾷν, ἀλλὰ τὸ ἑτέροις συμφέρον σκο- πούντων. ∆ιὸ καὶ ἀλλαχοῦ φησιν· Εἰ δέ τις φιλό- νεικός ἐστιν, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν. Ἀλλ' οὐ πανταχοῦ τοῦτο ποιεῖ, ἀλλ' ἔνθα ἂν μὴ σφόδρα μεγάλα τὰ ἁμαρτανόμενα ᾖ, καὶ τότε ἐντρέπων μᾶλλον· ἐπεὶ ὅταν περὶ ἑτέρων διαλέγηται, οὐ λέγει οὕτως, ἀλλὰ πῶς; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μαλακοὶ βασιλείαν Θεοῦ κληρονο- μήσουσι· καὶ πάλιν, Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφε- λήσει. Ἐνταῦθα δὲ, ἐπειδὴ περὶ σιγῆς ἦν αὐτῷ ὁ λόγος, οὐ σφόδρα εὐτόνως ἐπιτίθεται, αὐτῷ τούτῳ μᾶλλον αὐτοὺς ἐπισπώμενος. Εἶτα ὅπερ ἀεὶ ποιεῖν εἴωθεν, ἐπὶ τὴν προτέραν ὑπόθεσιν, ὅθεν ταῦτα εἰπεῖν ἐξέβη, ἐπάγει τὸν λόγον λέγων· Ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν 61.318 γλώσσαις μὴ κωλύετε. Καὶ γὰρ ἔθος αὐτῷ τοῦτο, μὴ τὸ προκείμενον ἐργάζεσθαι μόνον, ἀλλὰ καὶ ἐξ ἐκείνου τὸ δοκοῦν αὐτῷ συγγενὲς ὁπωσδήποτε εἶναι διορθοῦν, καὶ πάλιν ἐπὶ τὸ πρότερον ἐπανιέναι, ὥστε μὴ δοκεῖν τῆς ὑποθέσεως ἐκπίπτειν. Καὶ γὰρ ὅτε περὶ τῆς ἐν ταῖς τραπέζαις διελέγετο συμφωνίας, ἐπὶ τὴν κοινωνίαν τὴν ἐν τοῖς μυστηρίοις ἐκβὰς, κἀκεῖθεν ἐντρέψας, εἰς τὰ πρότερα ἐπάνεισι πάλιν, λέγων· Ὥστε συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλή- λους ἐκδέχεσθε. Καὶ ἐνταῦθα τοίνυν περὶ τῆς ἐν τοῖς χαρίσμασιν εὐταξίας διαλεχθεὶς, καὶ τοῦ μὴ δεῖν μήτε ἀλύειν ἐν τοῖς ἐλάττοσι, μήτε φυσᾶσθαι ἐπὶ τοῖς μείζοσιν, εἶτα ἐπὶ τὴν γυναιξὶ πρέπουσαν ἐξελ- θὼν εὐκοσμίαν ἐντεῦθεν, καὶ κατασκευάσας αὐτὴν, ἐπὶ τὸ προκείμενον ἐπάνεισι, λέγων πάλιν· Ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε. Εἶδες πῶς μέχρι τέλους τὴν διαφορὰν ἐφύλαξε, καὶ πῶς ἔδειξε τὸ μὲν σφόδρα ἀναγκαῖον ὂν, τὸ δὲ οὐχ οὕτω; ∆ιὸ ἐπ' ἐκεί- νου μέν φησι, Ζηλοῦτε, ἐπὶ τούτου δὲ, Μὴ κωλύετε. Εἶτα ὡς ἐν κεφαλαίῳ τὰ πάντα διορθούμενος ἐπάγει λέγων· Πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω· πάλιν πλήττων τοὺς εἰκῆ βουλομένους ἀσχημονεῖν, καὶ μανίας δόξαν λαμβάνειν, καὶ τὴν οἰκείαν μὴ φυλάττοντας τάξιν. Οὐδὲν γὰρ οὕτως οἰκοδομεῖ, ὡς εὐταξία, ὡς εἰ- ρήνη, ὡς ἀγάπη, ὥσπερ οὖν καὶ τὰ ἐναντία διαλύει. Οὐκ ἐν τοῖς πνευματικοῖς δὲ μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι τοῦτο ἴδοι τις ἄν. Ἄν τε γὰρ ἐν χορῷ, ἄν τε ἐν πλοίῳ, ἄν τε ἐν ἅρματι, ἄν τε ἐν στρατοπέδῳ τὴν τάξιν συγχέῃς, καὶ τὰ μείζονα τῆς οἰκείας χώρας ἐκ- βαλὼν, τὰ ἐλάττονα εἰσαγάγῃς εἰς τὴν ἐκείνων τάξιν, πάντα διέφθειρας, καὶ οὕτω τὰ ἄνω κάτω γίνεται. Μὴ τοίνυν μηδὲ ἡμεῖς τὴν τάξιν διαφθείρωμεν, μηδὲ τὴν κεφαλὴν κάτω ποιῶμεν, καὶ τοὺς πόδας ἄνω. Τοῦτο δὲ γίνεται, ὅταν τὸν μὲν ὀρθὸν λογισμὸν κάτω ῥίψωμεν, τὰς δὲ ἐπιθυμίας, τὸν θυμὸν, καὶ τὴν ὀρ- γὴν, καὶ τὴν ἡδονὴν ἐπιστήσωμεν τῷ λογικῷ· ὅθεν πολὺς ὁ κλύδων, καὶ πολλὴ ἡ ταραχὴ, καὶ ἀφόρητος ἡ ζάλη, πάντων σκότῳ κατεχομένων. Καὶ, εἰ βούλει, τὴν ἀσχημοσύνην τὴν ἐντεῦθεν γινομένην πρῶτον ἐξετάσωμεν, καὶ τότε τὴν ζημίαν. Πῶς οὖν ἔσται τοῦτο σαφὲς ἡμῖν καὶ σφόδρα γνώριμον; Παραγάγω- μεν εἰς μέσον ἄνθρωπον οὕτω διακείμενον, πόρνης ἐρῶντα, καὶ ὑπὸ ἐπιθυμίας ἀτόπου κρατούμενον, καὶ τότε ὀψόμεθα τὸν γέλωτα τοῦτον. Τί γὰρ ἂν γένοιτο αἰσχρότερον τοῦ θυραυλοῦντος πρὸ τῶν πορνικῶν οἰ- κημάτων, καὶ ῥαπιζομένου παρὰ πόρνης γυναικὸς, καὶ κλαίοντος καὶ ὀδυρομένου, καὶ τὴν ἑαυτοῦ κατ- αισχύνοντος δόξαν; Εἰ δὲ βούλει καὶ τὴν ζημίαν ἰδεῖν, ἐννόει μοι τῶν χρημάτων τὴν δαπάνην, τοὺς περὶ τῶν ἐσχάτων κινδύνους, τὸν πρὸς τοὺς ἀντεραστὰς πόλεμον, τὰ τραύματα, τὰς πληγὰς τὰς ἐκ τῶν τοιούτων παρατάξεων. Τοιοῦτοι καὶ οἱ χρημάτων ἐπιθυμίᾳ κατεχόμενοι· μᾶλλον δὲ μείζονα ἀσχημο- νοῦσιν. Οὗτοι μὲν γὰρ