1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

251

ἀνάστασιν πιστώσασθαι ἐβούλετο μόνον, ἀλλὰ καὶ τὴν ἀνάληψιν. Τινὲς δὲ λέγουσι τὸ, Ἐπάνω πεντακοσίοις, τοῖς πλείοσιν ἢ πεντακο- σίοις. Ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι. Εἰ γὰρ καὶ παλαιὰ διηγοῦμαι πράγματα, φησὶν, ἀλλ' ἔχω μάρτυρας ἔτι ζῶντας. Τινὲς δὲ καὶ ἐκοιμήθη- σαν. Οὐκ εἶπεν, Ἀπέθανον, ἀλλ', Ἐκοιμήθησαν, καὶ ταύτῃ τῇ λέξει πάλιν τὴν ἀνάστασιν βεβαιῶν. Ἔπειτα ὤφθη Ἰακώβῳ. Ἐμοὶ δοκεῖ, τῷ ἀδελφῷ τῷἑαυτοῦ· αὐτὸς γὰρ αὐτὸν λέγεται κεχειροτονηκέναι, καὶ ἐπίσκοπον ἐν Ἱεροσολύμοις πεποιηκέναι πρῶτον. Εἶτα τοῖς ἀποστόλοις πᾶσιν. Ἦσαν γὰρ καὶ ἄλλοι ἀπόστολοι, ὡς οἱ ἑβδομήκοντα. Ἔσχατον δὲ πάν- 61.327 των, ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. Τοῦτο μετριοφροσύνης μᾶλλόν ἐστι τὸ ῥῆμα. Οὐδὲ γὰρ ἐπειδὴ ἐλάχιστος ἦν, διὰ τοῦτο μετὰ τοὺς ἄλλους αὐτῷ ὤφθη· ἐπεὶ κἂν ἔσχατον ἐκάλεσε, πολλῶν τῶν πρὸ αὐτοῦ, μᾶλλον δὲ πάντων λαμπρότερος ὤφθη· καὶ οἱ πεντακόσιοι δὲ ἀδελφοὶ οὐ δήπου Ἰακώβου βελτίους ἦσαν, ἐπειδὴ πρὸ ἐκείνου αὐτοῖς ὤφθη. Καὶ διὰ τί οὐχ ὁμοῦ πᾶσιν ἑωρᾶτο; Ἵνα προκαταβάλῃ τῆς πίστεως τὰ σπέρματα. Ὁ γὰρ πρῶτος ἰδὼν καὶ ἀκριβῶς πληροφορηθεὶς, τοῖς ἄλλοις ἀπήγγελλεν· εἶτα ὁ λόγος προφθάνων, ἐν προσδοκίᾳ καθίστη τοῦ μεγάλου τούτου θαύματος τὸν ἀκούοντα, καὶ προωδοποίει τῇ τῆς ὄψεως πίστει. ∆ιὰ τοῦτο οὔτε ὁμοῦ πᾶσιν ὤφθη, οὔτε ἐν ἀρχῇ πλείοσιν, ἀλλ' ἑνὶ μόνῳ πρῶτον, καὶ τούτῳ τῷ κορυφαίῳ πάντων καὶ πιστοτάτῳ. Καὶ γὰρ πιστοτάτης σφόδρα ἔδει ψυχῆς τῆς πρώτης δεχομένης ταύτην τὴν ὄψιν. Οἱ μὲν γὰρ μετὰ τὸ ἑτέρους ἰδεῖν καὶ ἀκοῦσαι, παρ' αὐτῶν βλέποντες, εἶχον οὐ μικρὰν συντελοῦσαν εἰς τὴν πίστιν αὐτοῖς τὴν ἐκείνων μαρτυρίαν, καὶ προ- παρασκευάζουσαν αὐτῶν τὴν διάνοιαν· ὁ δὲ πρῶτος καταξιωθεὶς τοῦτον ἰδεῖν, πολλῆς, ὅπερ ἔφθην εἰπὼν, ἐδεῖτο τῆς πίστεως, ὥστε μὴ θορυβηθῆναι τῷ παρα- δόξῳ τῆς θέας. ∆ιὰ τοῦτο Πέτρῳ φαίνεται πρῶτον. Ὁ γὰρ πρῶτος αὐτὸν ὁμολογήσας Χριστὸν, εἰκότως καὶ τὴν ἀνάστασιν ἠξιώθη πρῶτος ἰδεῖν. Οὐ διὰ τοῦτο δὲ φαίνεται πρώτῳ μόνῳ, ἀλλ', ἐπειδὴ καὶ ἀρνησάμενος ἦν, ἐκ περιουσίας αὐτὸν παρακαλῶν καὶ δεικνὺς ὅτι οὐκ ἀπέγνωσται, πρὸ τῶν ἄλλων καὶ τῆς ὄψεως αὐτὸν ταύτης κατηξίωσε, καὶ πρώτῳ τὰ πρόβατα ἐνεχείρισε. ∆ιὰ τοῦτο καὶ γυναιξὶν ἐφάνη πρώταις. Ἐπειδὴ τὸ γένος ἠλάττωται τοῦτο, διὰ τοῦτο καὶ ἐν τῇ γεννήσει καὶ ἐν τῇ ἀναστάσει πρώτη αὐτὴ αἰσθάνεται τῆς χάριτος. Μετὰ δὲ Πέτρον καὶ διεσπαρμένως ἑκάστῳ φαίνεται, καὶ ποτὲ μὲν ἐλάτ- τοσι, ποτὲ δὲ πλείοσιν, ἀλλήλων αὐτοὺς μάρτυρας καὶ διδασκάλους ἐν τούτῳ ποιῶν, καὶ τοὺς ἀποστό- λους ἀξιοπίστους κατασκευάζων ἐν οἷς ἔλεγον· Ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κἀμοί. Τί βούλεται αὐτῷ ἐνταῦθα τῆς ταπεινο- φροσύνης τὰ ῥήματα, ἢ ποῖον ἔχει καιρόν; Εἰ γὰρ ἀξιόπιστον ἑαυτὸν ἀποφῆναι βούλεται καὶ ἐγκαταλέ- ξαι τοῖς μάρτυσι τῆς ἀναστάσεως, τοὐναντίον ἢ βού- λεται ποιεῖ· ἐπᾶραι γὰρ ἑαυτὸν ἔδει καὶ δεῖξαι μέ- γαν ὄντα, ὃ πολλαχοῦ ποιεῖ καιροῦ καλοῦντος αὐτό. ∆ιὰ τοῦτο γὰρ καὶ ἐνταῦθα μετριάζει, ἐπειδὴ τοῦτο μέλλει ποιεῖν· ἀλλ' οὐκ εὐθέως, ἀλλὰ μετὰ τῆς αὐτῷ πρεπούσης συνέσεως. Πρότερον γὰρ μετριάσας καὶ κατηγορίας ἑαυτοῦ συμφορήσας πολλὰς, τότε τὰ καθ' ἑαυτὸν σεμνύνει. Τί δήποτε; Ἵν', ὅταν τὸ μέγα καὶ ὑψηλὸν ἐκεῖνο περὶ ἑαυτοῦ φθέγξηται, τὸ, Πε- ρισσότερον πάντων ἐκοπίασα, εὐπαράδεκτος ὁ λό- γος γένηται ταύτῃ, καὶ τῷ ὡς ἐξ ἀκολουθίας τινὸς, ἀλλὰ μὴ προηγουμένως εἰρῆσθαι. ∆ιὰ τοῦτο καὶ Τι- μοθέῳ γράφων, καὶ μέλλων λέγειν μεγάλα περὶ ἑαυ- τοῦ, πρότερον τὰ κατηγορήματα αὐτοῦ τίθησι. Καὶ γὰρ ὁ μὲν περὶ ἄλλων τι μέγα λέγων, ἀδεῶς φθέγγε- ται καὶ μετὰ παῤῥησίας· ὁ δὲ ἑαυτὸν ἀναγκαζόμενος ἐπαινεῖν, καὶ μάλιστα ὅταν καὶ μάρτυρα ἑαυτὸν καλῇ, αἰσχύνεται καὶ ἐρυθριᾷ· διὰ δὴ τοῦτο καὶ ὁ μακάριος οὗτος πρότερον ἑαυτὸν ταλανίζει, καὶ τότε τὸ μέγα ἐκεῖνο φθέγγεται. Ποιεῖ δὲ τοῦτο, τό τε ἐπαχθὲς τῆς 61.328 περιαυτολογίας ὑποτεμνόμενος, καὶ τὰ μετὰ ταῦτα ῥηθησόμενα ἀξιόπιστα ἐντεῦθεν ποιῶν. Ὁ γὰρ μετὰ ἀληθείας τὰ ἐπονείδιστα θεὶς, καὶ μηδὲν αὐτῶν ἀπο- κρυψάμενος, οἷον ὅτι τὴν Ἐκκλησίαν