1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

167

φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ. Ἄρα φιλονεικίας τὸ ἀντιτείνειν τού 61.220 τοις, καὶ οὐ λογισμοῦ· πλὴν ἀλλὰ καὶ οὕτω μεμετρημένην τὴν ἐπιτίμησιν ἐποίησε, πλείονα τὴν ἐντροπὴν ἐνθεὶς, ὃ δὴ καὶ βαρύτερον ἐποίει τὸν λόγον. Ἡμεῖς γὰρ, φησὶ, τοιαύτην συνήθειαν οὐκ ἔχομεν, ὥστε φιλονεικεῖν καὶ ἐρίζειν καὶ ἀντιτάττεσθαι. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ ἐπήγαγεν, Οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ· δεικνὺς ὅτι πάσῃ τῇ οἰκουμένῃ ἀντιπίπτουσι καὶ ἐναντιοῦνται, μὴ εἴκοντες. Ἀλλ' εἰ καὶ τότε ἐφιλονείκουν οἱ Κορίνθιοι, νῦν πᾶσα ἡ οἰκουμένη τὸν νόμον τοῦτον καὶ κατεδέξατο καὶ ἐφύλαξε· τοσαύτη τοῦ σταυρωθέντος ἡ δύναμις. ʹ. Ἀλλὰ δέδοικα, μήποτε τὸ σχῆμα καταδεξάμεναι, ἐπὶ τῶν ἔργων εὑρεθῶσιν ἀναισχυντοῦσαι ἔνιαι τῶν γυναικῶν, καὶ ἀνακεκαλυμμέναι ἑτέρως. ∆ιὰ γὰρ τοῦτο καὶ Τιμοθέῳ γράφων οὐκ ἠρκέσθη τούτοις ὁ Παῦλος, ἀλλ' ἕτερα προσέθηκεν εἰπών· Ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν ἢ χρυσῷ. Εἰ γὰρ γυμνὴν οὐ δεῖ τὴν κεφαλὴν ἔχειν, ἀλλὰ τῆς ὑποταγῆς τὸ σύμβολον πανταχοῦ περιφέρειν, πολλῷ μᾶλλον διὰ τῶν πράξεων τοῦτο ἐπιδείκνυσθαι χρή. Οὕτω γοῦν καὶ αἱ πρότεραι γυναῖκες καὶ κυρίους τοὺς ἄνδρας ἐκάλουν, καὶ τῶν πρωτείων αὐτοῖς παρεχώρουν. Καὶ γὰρ ἐκεῖνοι, φησὶ, τὰς γυναῖκας ἠγάπων τὰς ἑαυτῶν. Οἶδα κἀγὼ, καὶ οὐκ ἀγνοῶ· ἀλλ' ὅταν ὑπὲρ τῶν σοι προσηκόντων παραινῶμεν, μὴ τὰ ἐκείνων σκόπει. Καὶ γὰρ ὅταν παισὶ παραινῶμεν ὑπακούειν γονεῦσι λέγοντες, ὅτι γέγραπται, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, λέγουσι πρὸς ἡμᾶς, Εἰπὲ καὶ τὰ ἑξῆς, ὅτι Καὶ ὑμεῖς, οἱ γονεῖς, μὴ παροργίζετε τὰ τέκνα· καὶ τοῖς δούλοις ὅταν εἴπωμεν, ὅτι γέγραπται ὑπακούειν τοῖς κυρίοις, καὶ μὴ κατ' ὀφθαλμοδουλείαν δουλεύειν, καὶ αὐτοὶ πάλιν τὰ ἑξῆς ἡμᾶς ἀπαιτοῦσι, κελεύοντες καὶ τοῖς δεσπόταις τὰ αὐτὰ παραινεῖν. Καὶ γὰρ καὶ ἐκείνοις ὁ Παῦλος ἐκέλευσε, φησὶν, ἀνιέναι τὴν ἀπειλήν. Ἀλλὰ μὴ οὕτω ποιῶμεν, μηδὲ τὰ ἑτέροις ἐπιτεταγμένα ζητῶμεν, ὅταν ὑπὲρ τῶν ἡμετέρων ἐγκαλώμεθα· οὐδὲ γὰρ, ἂν κοινωνὸν λάβῃς τῶν ἐγκλημάτων. ἀπαλλαγήσῃ τῆς αἰτίας· ἀλλ' ἓν σκόπει μόνον, ὅπως τὰ σὰ ἐγκλήματα ἀποδύσῃ. Ἐπεὶ καὶ ὁ Ἀδὰμ ἐπὶ τὴν γυναῖκα τὴν αἰτίαν ἔφερε, καὶ αὕτη πάλιν ἐπὶ τὸν ὄφιν, ἀλλ' οὐδὲν αὐτοὺς τοῦτο ἐξείλετο. Μὴ τοίνυν μηδὲ σὺ τοῦτο λέγε μοι νῦν, ἀλλὰ σπούδαζε μετὰ εὐγνωμοσύνης ἁπάσης παρέχειν, ἅπερ ὀφείλεις, τῷ ἀνδρί. Ἐπεὶ καὶ ὅταν τῷ ἀνδρὶ τῷ σῷ διαλέγωμαι, συμβουλεύων σε ἀγαπᾷν καὶ θεραπεύειν, οὐκ ἀφίημι αὐτὸν προενεγκεῖν εἰς μέσον τὸν τῇ γυναικὶ κείμενον νόμον, ἀλλὰ τὸν αὐτῷ γεγραμμένον ἀπαιτῶ. Καὶ σὺ τοίνυν τά σοι προσήκοντα περιεργάζου μόνα, καὶ πάρεχε σαυτὴν εὐήνιον τῷ συνοικοῦντι. Καὶ γὰρ εἰ διὰ τὸν Θεὸν πείθῃ τῷ ἀνδρὶ, μή μοι πρόφερε τὰ ὀφείλοντα παρ' αὐτοῦ γίνεσθαι, ἀλλ' ὧν ὑπεύθυνόν σε ἐποίησεν ὁ νομοθέτης, ταῦτα ἄνυε μετὰ ἀκριβείας. Τοῦτο γάρ ἐστι μάλιστα Θεῷ πείθεσθαι, τὸ καὶ ἐναντία πάσχουσαν μὴ παρακινεῖν τὸν νόμον. ∆ιὰ γὰρ τοῦτο ὁ μὲν τὸν φιλοῦντα φιλῶν, οὐδὲν δοκεῖ τι μέγα ποιεῖν· ὁ δὲ τὸν μισοῦντα θεραπεύων, οὗτος μάλιστά ἐστιν ὁ στεφανούμενος. Τὸν αὐτὸν δὴ τρόπον καὶ σὺ λογίζου, ὅτι ἂν μὲν φορτικὸν ὄντα τὸν ἄνδρα ἐνέγκῃς, λαμπρὸν λήψῃ τὸν στέφανον· ἂν δὲ ἥμερον καὶ πρᾶον, τίνος σοι δώσει μισθὸν ὁ Θεός; 61.221 Καὶ ταῦτα λέγω, οὐ θρασύνεσθαι τοὺς ἄνδρας κελεύων, ἀλλὰ πείθων τὰς γυναῖκας καὶ θρασυνομένους φέρειν τοὺς ἄνδρας. Ὅταν γὰρ ἕκαστος τὰ ἑαυτοῦ σπεύδῃ πληροῦν, ταχέως καὶ τὰ τοῦ πλησίον ἕψεται· οἷον, ὅταν ἡ γυνὴ καὶ τραχυνόμενον παρεσκευασμένη ᾖ φέρειν τὸν ἄνδρα, καὶ ὁ ἀνὴρ καὶ χαλεπαίνουσαν αὐτὴν μὴ ὑβρίζῃ, τότε πάντα γαλήνη καὶ λιμὴν κυμάτων ἀπηλλαγμένος. Οὕτω καὶ ἐπὶ τῶν παλαιῶν ἐγίνετο· τὰ ἑαυτοῦ ἕκαστος ἐπλήρου, οὐ τὰ τοῦ πλησίον ἀπῄτει. Σκόπει δέ· Ἔλαβε τὸν ἀδελφιδοῦν ὁ Ἀβραάμ· οὐκ ἐνεκάλεσεν ἡ γυνή· ἐκέλευσεν αὐτὴν ὁδὸν ὁδεῦσαι μακράν· οὐκ ἀντεῖπεν οὐδὲ πρὸς τοῦτο, ἀλλ' ἠκολούθησε. Πάλιν μετὰ τὰς πολλὰς ταλαιπωρίας ἐκείνας καὶ τοὺς μόχθους καὶ τοὺς ἱδρῶτας τῶν πάντων κύριος