1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

248

ἀκοῦ- σαι τῶν ῥημάτων. Τίνα οὖν ταῦτά ἐστι; Γνωρίζω ὑμῖν, ἀδελφοὶ, φησὶ, τὸ Εὐαγγέλιον, ὃ εὐηγγελι- σάμην ὑμῖν. Εἶδες μεθ' ὅσης ἐπιεικείας ἄρχεται; εἶδες πῶς ἀπὸ τῆς ἀρχῆς ἔδειξεν, ὅτι οὐδὲν καινὸν εἰσάγει, οὐδὲ ξένον; Ὁ γὰρ γνωρίζων τὸ ἤδη γνω- σθὲν, εἶτα εἰς λήθην ἐμπεσὼν, γνωρίζει πάλιν εἰς μνήμην ἄγων. Καλέσας δὲ ἀδελφοὺς, οὐ μικρὰν καὶ ἐντεῦθεν προκατεβάλετο τῶν λεγομένων τὴν ἀπόδει- ξιν. Ἀδελφοὶ γὰρ οὐδαμόθεν ἐγενόμεθα, ἀλλ' ἢ ἀπὸ τῆς κατὰ σάρκα τοῦ Χριστοῦ οἰκονομίας. ∆ιὸ δὴ καὶ οὕτως αὐτοὺς ἐκάλεσεν, ὁμοῦ μὲν καταπραΰνων καὶ θεραπεύων, ὁμοῦ δὲ τῶν μυρίων ἀγαθῶν ἀναμιμνή- σκων. Καὶ τὸ ἑξῆς πάλιν τοῦ αὐτοῦ κατασκευαστικόν. Ποῖον δὴ τοῦτο; Τὸ Εὐαγγέλιον. Τῶν γὰρ Εὐαγγελίων τὸ κεφάλαιον ἐντεῦθεν ἔχει τὴν ἀρχὴν, ἀπὸ τοῦ τὸν Θεὸν γενέσθαι ἄνθρωπον, καὶ σταυρωθῆναι, καὶ ἀναστῆναι. Τοῦτο καὶ ὁ Γαβριὴλ εὐηγγελίζετο τῇ Παρθένῳ, τοῦτο καὶ οἱ προφῆται τῇ οἰκουμένῃ, 61.323 τοῦτο καὶ οἱ ἀπόστολοι ἅπαντες. Ὃ καὶ εὐηγγελι- σάμην, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε· ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε. Εἶδες πῶς αὐτοὺς καλεῖ μάρτυρας τῶν εἰρημένων; Καὶ οὐ λέγει, Ὃ ἠκούσατε, ἀλλ', Ὃ παρελάβετε, ὥσπερ τινὰ παρακαταθήκην αὐτοὺς ἀπαιτῶν, καὶ δηλῶν ὅτι οὐ λόγῳ μόνον, ἀλλὰ καὶ δι' ἔργων καὶ σημείων καὶ θαυμάτων αὐτὸ παρέλαβον καὶ ἵνα κατέχωσι μετὰ ἀσφαλείας. βʹ. Εἶτα ἐπειδὴ τὰ παλαιὰ ἔλεγε, καὶ τὸν παρόντα ἐπέστησε χρόνον εἰπὼν, Ἐν ᾧ καὶ ἑστήκατε, προκα- ταλαμβάνων αὐτοὺς, ὡς μηδὲ, εἰ σφόδρα βουληθεῖεν, ἀρνήσασθαι δυνηθῆναι. ∆ιὸ καὶ ἀρχόμενος οὐκ εἶπε, ∆ιδάσκω ὑμᾶς, ἀλλὰ, Γνωρίζω ὑμῖν, τὸ ἤδη δῆλον γενόμενον. Καὶ πῶς τοὺς σαλευομένους ἑστάναι φησί; Προσποιεῖται ἄγνοιαν συμφερόντως· ὅπερ καὶ ἐπὶ Γαλατῶν ποιεῖ, ἀλλ' οὐχ ὁμοίως. Ἐπειδὴ γὰρ οὐκ ἦν ἄγνοιαν ἐκεῖ προσποιήσασθαι, ἑτέρως μεθοδεύει τὸν λόγον λέγων· Πέποιθα δὲ εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Οὐκ εἶπεν, Ὅτι οὐδὲν ἄλλο ἐφρονήσατε, ἐπειδὴ ὡμολογημένον ἦν αὐτῶν τὸ παρά- πτωμα καὶ κατάδηλον, ἀλλὰ τὸ μέλλον ἐγγυᾶται· καί- τοι καὶ τοῦτο ἄδηλον· ἀλλ' ἵνα αὐτοὺς ἐφελκύσηται μειζόνως. Ἐνταῦθα μέντοι καὶ προσποιεῖται ἀγνοεῖν λέγων, Ἐν ᾧ καὶ ἑστήκατε. Εἶτα τὸ κέρδος, ∆ι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν. Ὥστε σαφηνείας ἐστὶν ἡ διδασκαλία αὕτη ἡ νῦν καὶ ἑρμηνείας. Οὐ γὰρ αὐτὸ δεῖσθε τὸ δόγμα, φησὶ, μαθεῖν, ἀλλ' ὑπομνησθῆναι καὶ διορθωθῆναι. Ταῦτα δὲ λέ- γει, οὐκ ἀφιεὶς αὐτοὺς ἀναισχυντῆσαι καθάπαξ. Τί δέ ἐστι, Τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν; Ποίῳ τρόπῳ εἶπον, φησὶ, τὴν ἀνάστασιν γίνεσθαι; Ὅτι μὲν γὰρ ἔστιν ἀνάστασις, οὐκ ἂν φαίην ὑμᾶς ἀμφιβάλ- λειν· ζητεῖτε δὲ ἴσως μαθεῖν σαφέστερον τὸ εἰρημέ- νον. Τοῦτο δὴ καὶ ποιήσω· καὶ γὰρ οἶδα σαφῶς, ὅτι τὸ δόγμα κατέχετε. Εἶτα ἐπειδὴ ἀποφαινόμενος ἔλε- γεν, Ἐν ᾧ καὶ ἑστήκατε, ἵνα μὴ ταύτῃ ῥᾳθυμοτέ- ρους ποιήσῃ, φοβεῖ πάλιν αὐτοὺς λέγων· Εἰ κατέχε- τε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε· δεικνὺς ὅτι περὶ τὸ κεφάλαιον ἡ πληγὴ, καὶ οὐχ ὑπὲρ τῶν τυχόντων ὁ ἀγὼν, ἀλλ' ὑπὲρ ὁλοκλήρου τῆς πίστεως. Καὶ νῦν μὲν ὑπεσταλμένως αὐτό φησι, προϊὼν δὲ καὶ διαθερ- μαινόμενος, γυμνῇ λοιπὸν τῇ κεφαλῇ βοᾷ καὶ λέγει· Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κή- ρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Ἀλλ' ἐν προοιμίοις οὐχ οὕτως· οὕτω γὰρ χρήσιμον ἦν ἠρέμα καὶ κατὰ μικρὸν προϊέναι. Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον. Οὐ λέγει οὐδὲ ἐνταῦθα, ὅτι Εἶπον ὑμῖν, οὐδὲ, Ἐδίδαξα ὑμᾶς, ἀλλὰ τῇ αὐτῇ κέχρηται λέξει πάλιν, Παρέδωκα ὑμῖν, λέγων, ὃ καὶ παρέλαβον. Οὐδὲ ἐνταῦθα ἐμὲ διδαχθῆναί φησιν, ἀλλὰ, Παρέλα- βον· δύο ταῦτα κατασκευάζων, ὅτι τε οὐδὲν οἴκοθεν ἐπεισάγειν δεῖ, καὶ ὅτι μετὰ ἀποδείξεως τῆς διὰ τῶν ἔργων ἐπληροφορήθησαν, οὐ λόγοις ψιλοῖς· καὶ κατὰ μικρὸν ἀξιόπιστον τὸν λόγον ποιῶν, τὸ πᾶν εἰς τὸν 61.324 Χριστὸν ἀνάγει, καὶ δείκνυσιν οὐδὲν τούτων ἀνθρώ- πινον ὂν τῶν δογμάτων. Τί δέ ἐστι, Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, φησίν; Ἐξ ἀρχῆς, οὐ νῦν. Ταῦτα δὲ λέγει τὸν