1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

179

κόλασιν, ἵνα μὴ εἰς τιμωρίαν, τὴν Ἐκκλησίαν ὑβρίζοντες, τὸν ἀδελφὸν καταισχύνοντες. Καὶ γὰρ διὰ τοῦτο συνέρχεσθε, φησὶν, ἵνα στέργητε ἀλλήλους, ἵνα ὠφελῆσθε, ἵνα ὠφελῆτε· εἰ δὲ τοὐναντίον γίνεται, βέλτιον ὑμᾶς οἴκοι σιτεῖσθαι. Τοῦτο δὲ ἔλεγεν, ἵνα ἐφελκύσηται πλέον. ∆ιὰ γὰρ τοῦτο καὶ τὸ βλάβος ἔδειξε τὸ ἐντεῦθεν, καὶ κρῖμα ἔφησεν εἶναι οὐ μικρὸν, καὶ πανταχόθεν ἐφόβησεν, ἀπὸ τῶν μυστηρίων, ἀπὸ τῶν ἀῤῥώστων, ἀπὸ τῶν τετελευτηκότων, ἀπὸ τῶν ἄλλων τῶν ἔμπροσθεν εἰρημένων. Εἶτα καὶ ἑτέρως πάλιν φοβεῖ, λέγων· Τὰ δὲ λοιπὰ, ὡς ἂν ἔλθω, διατάξομαι· ἢ εἰς ἕτερά τινα, ἢ εἰς αὐτὸ τοῦτο. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν καὶ αἰτίας τινὰς, καὶ οὐκ ἐνῆν πάντα διὰ γραμμάτων κατορθοῦν, ἃ μὲν παρῄνεσα, φυλαττέσθω τέως, φησίν· εἰ δέ τι ἕτερον ἔχοιτε λέγειν, ἐκεῖνο τῇ παρουσίᾳ τηρείσθω τῇ ἐμῇ· ἢ περὶ τούτου τοῦ πράγματος λέγων, ὡς ἔφην, ἢ περὶ ἑτέρων τινῶν οὐ σφόδρα κατεπειγόντων. Ποιεῖ δὲ τοῦτο, ἵνα κἀντεῦθεν σπουδαιοτέρους ἐργάσηται· μεριμνῶντες γὰρ αὐτοῦ τὴν παρουσίαν, ἔμελλον διορθοῦν τὸ ἡμαρτημένον. Οὐδὲ γὰρ τὸ τυχὸν ἦν ἡ Παύλου ἐπιδημία· καὶ τοῦτο δεικνὺς ἔλεγεν, Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες· καὶ ἀλλαχοῦ πάλιν, Μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. ∆ιὰ τοῦτο οὐδὲ ἁπλῶς ἐπηγγείλατο ἥξειν, ἵνα μὴ ἀπιστήσωσι καὶ ῥᾳθυμότεροι γένωνται, ἀλλὰ καὶ αἰτίαν τίθησι τῇ ἐπιδημίᾳ ἀναγκαίαν, λέγων, ὅτι Τὰ λοιπὰ, ὡς ἂν ἔλθω, διατάξομαι· δεικνὺς ὅτι ἡ τῶν λιπόντων διόρθωσις, εἰ καὶ μὴ ἐσπουδάκει πάντως, αὐτὸν εἷλκεν ἐκεῖσε. γʹ. Ταῦτα τοίνυν ἀκούοντες ἅπαντα, καὶ τῶν πενήτων πολλὴν ποιώμεθα σπουδὴν, καὶ γαστρὸς κατέχωμεν, καὶ μέθης ἀπαλλαττώμεθα, καὶ τῶν μυστηρίων ἀξίως σπουδάζωμεν μεταλαμβάνειν, καὶ ἐφ' οἷς ἂν πάθωμεν, μὴ ἀλγῶμεν, μήτε ἐφ' ἑαυτοῖς, μήτε ἐφ' ἑτέροις· οἷον ὅταν οἱ ἄωροι γίνωνται θάνατοι, ὅταν ἀῤῥωστίαι μακραί. Τοῦτο γὰρ ἀπαλλαγὴ κολάσεως, τοῦτο διόρθωσις, τοῦτο νουθεσία ἀρίστη. Τίς ταῦτά φησιν; Ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα. Ἀλλ' ὅμως καὶ μετὰ ταῦτα οὕτω πολλαὶ τῶν γυναικῶν ἀναισθήτως διάκεινται, ὡς καὶ τοὺς ἀπίστους παρατρέχειν τῇ τοῦ πένθους ὑπερβολῇ· καὶ αἱ μὲν ὑπὸ τοῦ πάθους ἐσκοτωμέναι τοῦτο ποιοῦσιν, αἱ δὲ πρὸς ἐπίδειξιν καὶ ὑπὲρ τοῦ τὰ τῶν ἔξωθεν διαφεύγειν ἐγκλήματα, ἃς μάλιστα πάσης συγγνώμης ἀπεστερῆσθαί φημι. Ἵνα γὰρ μὴ ὁ δεῖνα ἐγκαλέσῃ, φησὶν, ἐγκαλείτω ὁ Θεός· ἵνα μὴ ἄνθρωποι τῶν ἀλόγων ἀνοητότεροι καταγνῶσιν, ὁ τοῦ βασιλέως τῶν ὅλων πατείσθω νόμος. Καὶ πόσων οὐκ ἄξια ταῦτα σκηπτῶν; Κἂν μὲν εἰς περίδειπνόν σέ τις καλέσῃ μετὰ τὸ πένθος, οὐδεὶς ὁ ἀντερῶν, ἐπειδὴ νόμος ἀνθρώπων ἐστὶν ὁ ταῦτα κελεύων· Θεοῦ δὲ νομοθετοῦντος μὴ πενθεῖν, οὕτω πάντες ἀντιφθέγγονται. Οὐκ ἐννοεῖς τὸν Ἰὼβ, 61.236 ὦ γύναι; οὐκ ἀναμιμνήσκῃ τῶν ῥημάτων αὐτοῦ τῶν ἐπὶ τῇ συμφορᾷ τῶν παίδων, ἃ μυρίων στεφάνων μᾶλλον ἀνέδησε τὴν ἁγίαν κεφαλὴν ἐκείνην, καὶ σαλπίγγων πολλῶν λαμπρότερον ἀνεκήρυξεν; οὐ λογίζῃ τὸ μέγεθος τῆς συμφορᾶς, καὶ τὸ καινὸν ἐκεῖνο ναυάγιον, καὶ τὴν ξένην καὶ παράδοξον τραγῳδίαν; Σὺ μὲν γὰρ ἴσως ἕνα ἀπώλεσας, ἢ δεύτερον, ἢ τρίτον· ἐκεῖνος δὲ τοσούτους καὶ τοσαύτας· καὶ ὁ πολύπαις ἐξαίφνης ἄπαις ἐγένετο, καὶ οὐδὲ κατὰ μικρὸν αὐτῷ τὰ σπλάγχνα ἀνηλίσκετο, ἀλλ' ἀθρόον ἅπας ὁ καρπὸς ἀνηρπάζετο· καὶ οὐδὲ τῷ κοινῷ τῆς φύσεως νόμῳ οὐδὲ εἰς γῆρας ἐλθόντες, ἀλλὰ καὶ ἀώρῳ καὶ βιαίῳ θανάτῳ, καὶ πάντες ὁμοῦ, καὶ οὐδὲ παρόντος οὐδὲ παρακαθημένου, ἵνα κἂν ἐσχάτων ἀκούσας ῥημάτων ἔχῃ τινὰ παραμυθίαν τῆς οὕτω πικρᾶς τελευτῆς, ἀλλὰ παρ' ἐλπίδα πᾶσαν, καὶ μηδὲν τῶν γινομένων εἰδότος, ἀθρόον ἅπαντες κατεχώννυντο, καὶ ἡ οἰκία τάφος αὐτοῖς ἐγίνετο καὶ παγίς. Καὶ οὐκ ἄωρος μόνον θάνατος, ἀλλὰ καὶ πολλὰ μετὰ τούτου τὰ λυποῦντα ἦν, οἷον τὸ ἐν ἀκμῇ πάντας εἶναι, τὸ ἐναρέτους πάντας, τὸ φιλικοὺς, τὸ πάντας ὁμοῦ, τὸ τῆς φύσεως ἑκατέρας μηδ' ἕνα παραλειφθῆναι, τὸ μὴ τῷ κοινῷ νόμῳ τῆς φύσεως, τὸ