1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

284

τὴν δύνα- μιν· ἐνταῦθα δὲ προσηνέστερον, ἵνα καὶ ποθήσωσιν αὐτοῦ τὴν παρουσίαν. Εἶτα, ἵνα μὴ λέγωσι· Τί οὖν Μακεδόνας ἡμῶν προτιμᾷς; οὐκ εἶπεν, Ἐπειδὰν ἀπέλθω, ἀλλ', Ἐπειδὰν διέλθω Μακεδονίαν. Μα- κεδονίαν γὰρ διελεύσομαι. Πρὸς ὑμᾶς δὲ τυχὸν Παραμενῶ, ἢ καὶ παραχειμάσω. Οὐδὲ γὰρ ὁδοῦ βούλομαι ποιήσασθαι πάρεργον ὑμᾶς, ἀλλ' ἐνδιατρί- ψαι καὶ παραμεῖναι. Ὅτε γὰρ ταῦτα ἐπέστελλεν, ἐν Ἐφέσῳ ἦν, χειμῶνος ὄντος. Λέγει τοίνυν, ὅτι Ἕως Πεντηκοστῆς ἐν Ἐφέσῳ ἐπιμενῶ· μετὰ δὲ ταῦτα ἀπελεύσομαι εἰς Μακεδονίαν, καὶ διελθὼν αὐτὴν, ἥξω πρὸς ὑμᾶς τοῦ θέρους· πολλάκις δὲ καὶ τὸν χειμῶνα πρὸς ὑμᾶς ποιήσω. γʹ. Τίνος δὲ ἕνεκεν εἶπε, Τυχὸν, καὶ οὐκ ἀπεφή- νατο; Ὅτι οὐ πάντα προῄδει Παῦλος, καὶ συμφερόν- τως. ∆ιὰ τοῦτο οὐδὲ ἁπλῶς ἀποφαίνεται, ἵνα, κἂν μὴ γένηται, ἔχῃ καταφυγὴν, τότε ἀδιορίστως προειπεῖν, καὶ τὴν τοῦ Πνεύματος ἐξουσίαν ἄγουσαν αὐτὸν, ὅπουπερ ἐβούλετο, οὐκ ἔνθα αὐτὸς ἐπεθύμει· ὃ καὶ ἐν τῇ δευτέρᾳ τίθησιν Ἐπιστολῇ, τῆς μελλήσεως 61.371 ἕνεκεν ἀπολογούμενος, καὶ λέγων· Ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ' ἐμοὶ τὸ ναὶ ναὶ, καὶ τὸ οὒ οὔ. Ἵνα ὑμεῖς με προπέμψητε, οὗ ἐὰν πορεύωμαι. Καὶ τοῦτο ἀγάπης καὶ φιλοστοργίας πολλῆς. Οὐ θέλω γὰρ ἄρτι ὑμᾶς ἐν παρόδῳ ἰδεῖν· ἐλπίζω γάρ τινα χρόνον ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος ἐπιτρέψῃ. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ μὲν τὴν ἀγάπην ἐνδεικνύμενος, ὁμοῦ δὲ τοὺς ἁμαρτάνον- τας φοβῶν, οὐ μὴν ἐκκεκαλυμμένως, ἀλλὰ προσχή- ματι φιλίας. Ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεν-τηκοστῆς. Εἰκότως ἀκριβῶς αὐτοῖς ἅπαντα λέγει, καθάπερ φίλοις δηλῶν. Καὶ γὰρ τοῦτο φιλίας, τὸ τὴν αἰτίαν εἰπεῖν, δι' ἣν οὐ παρεγένετο, δι' ἣν μέλλει, καὶ ποῦ διατρίβει. Θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργὴς, καὶ ἀντικείμενοι πολλοί. Καὶ εἰ με- γάλη, πῶς ἀντικείμενοι; ∆ι' αὐτὸ μὲν τοῦτο οἱ ἀντι- κείμενοι πολλοὶ, ἐπειδὴ μεγάλη ἡ πίστις, ἐπειδὴ με- γάλη καὶ εὐρεῖα ἡ εἴσοδος. Τί δέ ἐστιν, Θύρα μεγάλη; Πολλοί εἰσιν οἱ παρεσκευασμένοι τὴν πίστιν δέξασθαι, πολλοὶ ἕτοιμοι προσελθεῖν καὶ ἐπιστρέψαι· εὐρύ- χωρός μοι ἡ εἴσοδος, ἀκμαζούσης λοιπὸν τῆς τῶν προσιόντων διανοίας εἰς τὴν τῆς πίστεως ὑπ- ακοήν. ∆ιὰ τοῦτο σφοδρῶς ὁ διάβολος ἔπνει, ἐπειδὴ πολλοὺς ἑώρα ἀφισταμένους αὐτοῦ. ∆ιὸ δὴ καὶ ἀμφο- τέρων ἕνεκεν μεῖναι ἐχρῆν, καὶ ἐπειδὴ μέγα τὸ κέρ- δος, καὶ ὅτι πολὺς ὁ ἀγών. Καὶ τούτῳ δὲ αὐτοὺς παρεθάῤῥυνε τῷ εἰπεῖν, ὅτι πανταχοῦ λοιπὸν ὁ λόγος ἐνεργεῖται, καὶ βλαστάνει ῥᾳδίως. Εἰ δὲ πολλοὶ οἱ ἐπιβουλεύοντες, καὶ τοῦτο σημεῖον τῆς τοῦ Εὐαγ- γελίου προκοπῆς. Οὐδέποτε γὰρ ὁ πονηρὸς δαίμων ἐκεῖνος ἀγριαίνει, ἀλλ' ἢ ὅταν πολλὰ τῶν σκευῶν αὐ- τοῦ ἁρπαζόμενα ἴδῃ. Καὶ ἡμεῖς τοίνυν, ὅταν τι μέγα καὶ γενναῖον ἐργάσασθαι βουληθῶμεν, μὴ τοῦτο σκο- πῶμεν, ὅτι πολὺν ἔχει πόνον, ἀλλ' εἰς τὸ κέρδος βλέ- πωμεν. Ὅρα γοῦν καὶ Παῦλον οὐ διὰ τοῦτο ὀκνοῦντα, οὐ διὰ τοῦτο ἀναδυόμενον, ἐπειδὴ ἀντικείμενοι πολ- λοὶ, ἀλλ', ἐπειδὴ μεγάλη ἦν ἡ θύρα, ἐπικείμενον καὶ παραμένοντα. Καὶ γὰρ, ὅπερ ἔφην, σημεῖον τοῦτο ἦν τοῦ γυμνοῦσθαι τὸν διάβολον. Οὐδὲ γὰρ ἔστι, μικρὰ καὶ φαῦλα πράξαντας, παροξῦναι τὸ πονηρὸν θηρίον ἐκεῖνο. Ὥστε ὅταν ἴδῃς ἄνδρα δίκαιον μεγάλα κατορ- θοῦντα, καὶ μυρία πάσχοντα δεινὰ, μὴ θαυμάσῃς. Τοὐναντίον γὰρ ἔδει θαυμάζειν, εἰ πολλὰς λαμβάνων ὁ διάβολος πληγὰς, ἔμελλεν ἡσυχάζειν καὶ πράως φέρειν τὰ τραύματα. Οὐδὲ γὰρ, εἰ ὄφις κεντούμενος συνεχῶς ἀγριαίνοι καὶ ἐφάλλοιτο τῷ κεντοῦντι, θαυ- μάζειν χρή. Καὶ γὰρ ὄφεως παντὸς χαλεπώτερον ἕρπει ὁ διάβολος πᾶσιν ἐπιπηδῶν, καὶ ὥσπερ σκορ- πίος τὸ κέντρον ἄρας. διανίσταται. Μὴ δὴ τοῦτο ὑμᾶς θορυβείτω· καὶ γὰρ τὸν ἐκ πολέμου καὶ νίκης καὶ σφαγῆς ἐπανιόντα ἀνάγκη καὶ ᾑμάχθαι, πολλάκις δὲ καὶ τραύματα ἔχειν. Καὶ σὺ τοίνυν ὅταν ἴδῃς τινὰ ἐλεημοσύνας ποιοῦντα, καὶ ἄλλα μυρία ἐργαζόμενον ἀγαθὰ, καὶ ταύτῃ συγκόπτοντα τοῦ διαβόλου τὴν δύναμιν, εἶτα πειρασμοῖς περιπεσόντα καὶ κινδύνοις, μὴ διὰ τοῦτο θορυβηθῇς· διὰ γὰρ τοῦτο περιέπεσε πειρασμοῖς, ἐπειδὴ σφόδρα ἔπληξε τὸν διάβολον. Καὶ πῶς ὁ Θεὸς συνεχώρησε, φησίν; Ἵνα μᾶλλον στεφα- νωθῇ, ἵνα