1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

186

ἐκείνου, ἢ ἐκεῖνο τούτου, οὐκ ἂν οὕτως αὐτὸ τέθεικεν, οὐδ' ἂν ταύτῃ παρεμυθήσατο τὸν ἀλγοῦντα. Μετὰ δὲ ταῦτα καὶ ἑτέρῳ τινὶ τρόπῳ αὐτὸν παρακαλεῖ, τῷ καὶ συμφέρειν αὐτῷ τὸ δοθὲν μέτρον, εἰ καὶ ἔλαττον εἴη. Εἰπὼν γὰρ, ὅτι Τὸ αὐτὸ Πνεῦμα, καὶ ὁ αὐτὸς Κύριος, καὶ ὁ αὐτὸς Θεὸς, καὶ ταύτῃ αὐτὸν ἀνακτησάμενος, ἐπάγει πάλιν ἑτέραν παράκλησιν, οὕτω λέγων, Ἑκάστῳ δὲ ἡ φανέρωσις τοῦ Πνεύματος δίδοται πρὸς τὸ συμφέρον. Ἵνα γὰρ μὴ λέγῃ τις, Τί γὰρ, εἰ καὶ ὁ αὐτὸς Κύριος, καὶ τὸ αὐτὸ Πνεῦμα, καὶ ὁ αὐτὸς Θεός; ἀλλ' ἐγὼ ἔλαττον ἔλαβον· φησὶν, ὅτι οὕτω συνέφερε. Φανέρωσιν δὲ Πνεύματος τὰ σημεῖα καλεῖ, εἰκότως. Ἐμοὶ μὲν γὰρ τῷ πιστῷ δῆλος ὁ Πνεῦμα ἔχων ἀπὸ τοῦ βαπτισθῆναι· τῷ δὲ ἀπίστῳ οὐδαμόθεν ἔσται τοῦτο καταφανὲς, ἀλλ' ἢ ἀπὸ τῶν σημείων· ὥστε κἀντεῦθεν πάλιν οὐ μικρὰ παραμυθία. Εἰ γὰρ καὶ τὰ χαρίσματα διάφορα, ἀλλ' ἡ ἔνδειξις μία· κἂν γὰρ πολὺ ἔχῃς, κἂν ὀλίγον, ὁμοίως εἶ δῆλος. Ὥστε εἰ τοῦτο σπουδάζεις ἐπιδείξασθαι, ὅτι Πνεῦμα ἔχεις, ἀρκοῦσαν ἔχεις τὴν ἀπόδειξιν. Ὅταν οὖν καὶ εἷς ὁ δεδωκὼς ᾖ καὶ χάρισμα τὸ δοθὲν, καὶ ἡ φανέρωσις κἀντεῦθεν γίνηται, καὶ τοῦτο μᾶλλόν σοι συμφέρῃ, μὴ ἄλγει ὡς καταφρονηθείς. Οὐ γὰρ ἀτιμάζων σε ὁ Θεὸς, οὐδὲ καταδεέστερον ἑτέρου ἀποφαίνων ἐποίησεν, ἀλλὰ φειδόμενός σου, καὶ τὸ λυσιτελές σοι σκοπῶν. Τὸ γὰρ μεῖζον λαβεῖν τὸν οὐ δυνάμενον ἐνεγκεῖν, τοῦτο καὶ ἀσύμφορον καὶ βλάβην ἔχον καὶ ἀθυμίας ἄξιον. Ὧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις, ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἐν τῷ αὐτῷ Πνεύματι. Ὁρᾷς πῶς πανταχοῦ ταύτην ποιεῖται τὴν προσθήκην, Ἐν τῷ αὐτῷ Πνεύματι, λέγων, καὶ, Κατὰ τὸ αὐτὸ Πνεῦμα; οἶδε γὰρ μεγάλην οὖσαν τὴν ἐντεῦθεν παράκλησιν. Ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεῖαι, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. Ἐπειδὴ γὰρ ἐν τούτῳ μέγα ἐφρόνουν, διὰ τοῦτο αὐτὸ ὕστερον τέθεικε, καὶ ἐπήγαγε· Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα. Τὸ φάρμακον τὸ καθολικὸν τῆς παραμυθίας, τὸ ἐκ τῆς αὐτῆς ῥίζης, ἐκ τῶν αὐτῶν θησαυρῶν, ἐκ τῶν αὐτῶν ναμάτων πάντας λαμβάνειν. ∆ιὸ καὶ συνεχῶς ἐπαντλῶν τῷ ῥήματι τούτῳ τὴν δοκοῦσαν ἀνωμαλίαν εἶναι, ἐξισοῖ καὶ παραμυθεῖται. Καὶ ἀνωτέρω μὲν καὶ τὸ Πνεῦμα καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα δεί 61.245 κνυσι χορηγοῦντα τὰ χαρίσματα· ἐνταῦθα δὲ τὸ Πνεῦμα εἰπὼν ἠρκέσθη, ἵνα μάθῃς κἀντεῦθεν πάλιν τὴν αὐτὴν ἀξίαν οὖσαν. Τί δέ ἐστι, Λόγος σοφίας; Ὃν εἶχεν ὁ Παῦλος, ὃν εἶχεν Ἰωάννης ὁ υἱὸς τῆς βροντῆς. Τί δὲ, Λόγος γνώσεως; Ὃν εἶχον οἱ πολλοὶ τῶν πιστῶν, γνῶσιν μὲν ἔχοντες, διδάσκειν δὲ οὕτως οὐ δυνάμενοι, οὐδὲ εἰς ἕτερον εὐκόλως ἐξενεγκεῖν, ἅπερ ᾔδεσαν. Ἑτέρῳ δὲ πίστις· πίστιν οὐ ταύτην λέγων τὴν τῶν δογμάτων, ἀλλὰ τὴν τῶν σημείων, περὶ ἧς ὁ Χριστός φησιν· Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται. Καὶ οἱ ἀπόστολοι δὲ περὶ αὐτῆς ἠξίουν λέγοντες, Πρόσθες ἡμῖν πίστιν. Αὕτη γὰρ μήτηρ τῶν σημείων ἐστίν. Ἐνεργήματα δὲ δυνάμεων κεκτῆσθαι, καὶ χαρίσματα ἰαμάτων, οὐκ ἔστι ταὐτόν. Ὁ μὲν γὰρ ἔχων χάρισμα ἰαμάτων, ἐθεράπευε μόνον· ὁ δὲ ἐνεργήματα δυνάμεων κεκτημένος, καὶ ἐτιμωρεῖτο. ∆ύναμις γάρ ἐστιν οὐ τὸ ἰάσασθαι μόνον, ἀλλὰ καὶ τὸ κολάσαι, ὥσπερ ὁ Παῦλος ἐπήρωσεν, ὥσπερ ὁ Πέτρος ἀνεῖλεν. Ἄλλῳ δὲ προφητεῖαι, ἄλλῳ δὲ διακρίσεις πνευμάτων. Τί ἐστι, ∆ιακρίσεις πνευμάτων; Τὸ εἰδέναι τίς ὁ πνευματικὸς, καὶ τίς ὁ μὴ πνευματικός· τίς ὁ προφήτης, καὶ τίς ὁ ἀπατεών· ὃ καὶ Θεσσαλονικεῦσιν ἔλεγε, Προφητείας μὴ ἐξουθενεῖτε· πάντα δὲ δοκιμάζοντες, τὸ καλὸν κατέχετε. Καὶ γὰρ πολλὴ τότε τῶν ψευδοπροφητῶν ἦν διαφθορὰ, τοῦ διαβόλου φιλονεικοῦντος παρυποστῆσαι τῇ ἀληθείᾳ τὸ ψεῦδος. Ἄλλῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. Ὁ μὲν γὰρ ᾔδει τὸ τί ἔλεγεν αὐτὸς, ἑτέρῳ δὲ ἑρμηνεῦσαι οὐκ ἠδύνατο· ὁ δὲ καὶ ἀμφότερα ταῦτα ἐκέκτητο, ἢ τούτων θάτερον. δʹ. Ἐδόκει δὲ τοῦτο χάρισμα μέγα εἶναι, ἐπειδὴ καὶ πρῶτον αὐτὸ