1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

253

ἐπεδείξατο. Τινὲς δέ φασι τὸ εἰς ἔθνη ἀπεστάλθαι καὶ τὸ πλεῖον τῆς οἰκουμένης μέρος ἐπιδραμεῖν. Ὅθεν δῆλον ὅτι καὶ πλείονος ἀπ- έλαυσε χάριτος. Εἰ γὰρ πλεῖον ἐκοπίασε, πλείων ἦν καὶ ἡ χάρις πλείονος δὲ ἀπέλαυσε χάριτος, ἐπειδὴ καὶ πλείονα ἐπεδείξατο σπουδήν. Εἶδες πῶς, καὶ δι' ὧν φιλονεικεῖ καὶ βιάζεται συσκιάζειν τὰ καθ' ἑαυ- τὸν, πάντων δείκνυται πρῶτος ὤν; ʹ. Ταῦτα καὶ ἡμεῖς ἀκούοντες, τὰ μὲν ἐλαττώματα ἡμῶν ἐκπομπεύωμεν, τὰ δὲ κατορθώματα σιγῶμεν· κἂν καιρὸς καταναγκάζῃ, συνεσταλμένως αὐτὰ λέγω- μεν, καὶ τὸ πᾶν τῇ χάριτι λογιζώμεθα· ὃ δὴ καὶ αὐ- τὸς ποιεῖ, ἄνω καὶ κάτω τὸν μὲν πρῶτον αὑτοῦ στίζων βίον, τὰ δὲ μετὰ ταῦτα τῇ χάριτι λογιζόμενος, ἵνα τοῦ Θεοῦ δείξῃ τὴν φιλανθρωπίαν πάντοθεν, ὅτι τοι- οῦτον ὄντα ἔσωσε, καὶ σωθέντα πάλιν τοιοῦτον εἰρ- γάσατο. Μηδεὶς τοίνυν τῶν ἐν κακίᾳ ὄντων ἀπογινω- σκέτω, μηδεὶς τῶν ἐν ἀρετῇ θαῤῥείτω, ἀλλὰ κἀκεῖνος ἔστω περιδεὴς, καὶ οὗτος πρόθυμος. Οὔτε γὰρ ῥᾳθυ- μῶν τις ἱκανὸς ἔσται μεῖναι ἐν ἀρετῇ, οὔτε σπουδά- ζων, ἀσθενὴς πρὸς τὸ διαφυγεῖν κακίαν. Καὶ τούτων ἀμφοτέρων ὑπόδειγμα ὁ μακάριος ∆αυῒδ, ἡνίκα μι- κρὸν ἐνύσταξε, καταπεσὼν μέγα· καὶ ἡνίκα κατενύγη, πάλιν πρὸς τὸ πρότερον ὕψος ἀναδραμών. Καὶ γὰρ ἀμφότερα ἐξ ἴσης κακὰ, καὶ τὸ ἀπογινώσκειν καὶ τὸ ῥᾳθυμεῖν· τὸ μὲν γὰρ καθαιρεῖ ταχέως ἀπ' αὐ- τῆς τῶν οὐρανῶν τῆς ἁψῖδος, τὸ δὲ, ἀναστῆναι τὸν κείμενον οὐκ ἀφίησι. ∆ιὸ πρὸς ἐκεῖνον μὲν ἔλεγεν ὁ Παῦλος· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· πρὸς δὲ τοῦτον, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν· καὶ πάλιν, Τὰς παρειμένας χεῖρας, καὶ τὰ παρα- λελυμένα γόνατα ἀνορθώσατε. Καὶ τὸν πεπορνευ- κότα δὲ μετανοήσαντα, διὰ τοῦτο ἀνακτᾶται ταχέως, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Τί τοίνυν ἐπὶ τοῖς ἄλλοις ἀθυμεῖς, ὦ ἄνθρωπε; Εἰ 61.330 γὰρ ἐπὶ ἁμαρτήμασιν, ἔνθα χρήσιμον ἡ λύπη μόνον, ἡ ἀμετρία πολλὴν ἐργάζεται βλάβην, πολλῷ μᾶλλον ἐπὶ τοῖς ἄλλοις. Τίνος γὰρ ἕνεκεν ἀλγεῖς; ὅτι χρή- ματα ἀπώλεσας; Ἀλλ' ἐννόησον τοὺς οὐδὲ ἄρτου κορεννυμένους, καὶ ταχίστην λήψῃ παραμυθίαν. Καὶ ἐφ' ἑκάστῳ δὲ τῶν δεινῶν μὴ τὰ συμβάντα θρήνει, ἀλλ' ὑπὲρ τῶν μὴ συμβάντων χαλεπῶν εὐχαρίστει. Ἔσχες χρήματα, καὶ ἀπέβαλες; Μὴ δακρύσῃς ὑπὲρ τῆς ζημίας, ἀλλ' εὐχαρίστησον ὑπὲρ τοῦ χρόνου, οὗ ταῦτα ἐκαρπώσω· εἰπὲ κατὰ τὸν Ἰὼβ, Εἰ τὰ μὲν ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ δὲ κακὰ οὐχ ὑποίσομεν; Μετὰ δὲ τούτου κἀκεῖνο λογίζου, ὅτι εἰ καὶ χρήματα ἀπέβαλες, ἀλλὰ τὸ σῶμά σου τέως ὑγιὲς ἔχεις, καὶ οὐ θρηνεῖς μετὰ τῆς πενίας καὶ τὴν τού- του πήρωσιν. Ἀλλὰ καὶ τὸ σῶμά σου λώβην τινὰ ὑπέμεινεν; Ἀλλ' οὐχ οὗτος τῶν ἀνθρωπίνων κακῶν ὁ πυθμὴν, ἀλλ' ἐν τῷ μέσῳ τοῦ πίθου φέρῃ τέως. Πολλοὶ γὰρ μετὰ πενίας καὶ λώβης καὶ δαίμονι πα- λαίουσι καὶ ἐν ἐρήμοις πλανῶνται· ἄλλοι πάλιν τού- των ἕτερα χαλεπώτερα ὑπομένουσι. Μὴ γὰρ δὴ γέ- νοιτο ἡμᾶς πάντα παθεῖν, ὅσα δυνατὸν ἐνεγκεῖν. Ταῦτ' οὖν ἀεὶ λογιζόμενος, τοὺς τὰ χαλεπώτερα πάσχοντας ἐννόει, καὶ μηδενὶ τούτων ἄλγει· ἀλλ' ὅταν ἁμάρτῃς, τότε μόνον στέναξον, τότε δάκρυσον· οὐ κωλύω, ἀλλὰ καὶ προτρέπω μᾶλλον· καὶ τότε δὲ μετὰ συμμετρίας, ἐννοῶν ὅτι ἔστιν ἐπάνοδος, ἔστι καταλλαγή. Ἀλλ' ὁρᾷς ἑτέρους τρυφῶντας, σαυτὸν δὲ ἐν πενίᾳ, καὶ ἕτερον ἐν λαμπροῖς ἱματίοις, καὶ ἐν περιφανείᾳ; Ἀλλὰ μὴ ταῦτα μόνον σκόπει, ἀλλὰ καὶ τὰ ἐκ τού- των λυπηρά. Καὶ ἐπὶ τῆς πενίας δὲ μὴ τὴν πτωχείαν μόνον, ἀλλὰ καὶ τὴν ἐντεῦθεν ἡδονὴν ἀναλο- γίζου. Ὁ μὲν γὰρ πλοῦτος τὸ μὲν προσωπεῖον ἔχει φαι- δρὸν, τὰ δὲ ἔνδον ζόφου γέμοντα· ἡ δὲ πενία τοὐν- αντίον· κἂν τὸ ἑκάστου συνειδὸς ἀναπτύξῃς, ἐν μὲν τῇ τοῦ πένητος ψυχῇ πολλὴν τὴν ἄδειαν ὄψει καὶ τὴν ἐλευθερίαν· ἐν δὲ τῇ τοῦ πλουτοῦντος θορύβους, τα- ραχὰς, κύματα. Εἰ δὲ ἀλγεῖς ὁρῶν αὐτὸν πλουτοῦντα, κἀκεῖνος πολλῷ σοῦ πλέον ἀλγεῖ τὸν αὑτοῦ πλουσιώ- τερον θεώμενος· καὶ καθάπερ σὺ τοῦτον δέδοικας, οὕτω κἀκεῖνος ἄλλον, καὶ οὐδέν σου πλεονεκτεῖ κατὰ τοῦτο. Ἀλλ' ἄρχοντα ὁρῶν ἀλγεῖς, ὅτι ἰδιώτης σὺ, καὶ τῶν ἀρχομένων. Ἀλλ' ἐννόει καὶ τῆς διαδοχῆς τὴν ἡμέραν, καὶ