1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

74

προστάγματα ἔλθωμεν, καὶ ὄψει καὶ ταῦτα ἀπὸ τῆς τῶν πολλῶν δόξης διεφθαρμένα. Ὁ γὰρ γάμος πρᾶγμα τίμιον εἶναι δοκεῖ καὶ ἡμῖν καὶ τοῖς ἔξωθεν· καὶ ἔστι τίμιον· ἀλλὰ γάμων τελουμένων, τοσαῦτα καταγέλαστα γίνεται πράγματα, ὅσα αὐτίκα ἀκούσεσθε. Ὑπὸ γὰρ τῆς συνηθείας οἱ πολλοὶ κατεχόμενοι καὶ παραλογιζόμενοι, οὐδὲ διαγινώσκουσιν αὐτῶν τὸ ἄτοπον, ἀλλ' ἑτέρων δέονται τῶν διδασκόντων. Καὶ γὰρ χορεῖαι καὶ κύμβαλα καὶ αὐλοὶ καὶ ῥήματα καὶ ᾄσματα αἰσχρὰ καὶ μέθαι καὶ κῶμοι καὶ πολὺς ὁ τοῦ διαβόλου τότε ἐπεισάγεται φορυτός. Καὶ οἶδα μὲν ὅτι δόξω καταγέλαστος εἶναι τούτων ἐπιλαμβανόμενος, καὶ πολλὴν ὀφλήσω παρὰ τοῖς πολλοῖς ἄνοιαν, τοὺς παλαιοὺς νόμους μετακινῶν· ὅπερ γὰρ ἔφθην εἰπὼν, πολὺς τῆς συνηθείας ὁ παραλογισμός· ἀλλ' ὅμως οὐ παύσομαι ταῦτα λέγων. Ἴσως γὰρ, ἴσως, κἂν μὴ πάντες, ἀλλ' ὀλίγοι τινὲς ἡμᾶς ἀποδέξονται, καὶ αἱρήσονται καταγελᾶσθαι μεθ' ἡμῶν, ἢ γελᾷν ἡμᾶς μετ' ἐκείνων γέλωτα δακρύων ἄξιον καὶ πολλῆς κολάσεως καὶ τιμωρίας. Πῶς γὰρ οὐκ ἂν εἴη τῆς ἐσχάτης καταγνώσεως ἄξιον, παρθένον θαλαμευθεῖσαν διόλου, καὶ μαθοῦσαν αἰδεῖσθαι ἀπὸ τῆς πρώτης ἡλικίας, ἀθρόον ἀναγκάζειν ἅπασαν ἐκχεῖν τὴν αἰδὼ, καὶ ἐκ προοιμίων τοῦ γάμου τὴν ἀναισχυντίαν παιδεύειν, καὶ ἀσελγέσι καὶ ἀσέμνοις ἀνδράσι καὶ πόρνοις καὶ μαλακοῖς εἰς μέσον αὐτὴν προτιθέναι; ποῖον γὰρ οὐ φυτευθήσεται τῇ νύμφῃ κακὸν ἀπὸ τῆς ἡμέρας ἐκείνης; Ἀναισχυντία, ἰταμότης, ἀναίδεια, δόξης ἔρως ἀτόπου· καὶ γὰρ ἐθελήσουσι τὰς ἡμέρας δὴ πάσας τοιαύτας ἔχειν. Ἐντεῦθεν πολυτελεῖς αἱ γυναῖκες γίνονται καὶ δαπανηραὶ, ἐντεῦθεν ἀναιδεῖς, ἐντεῦθεν αὐταῖς τὰ μυρία κακά. Καὶ μή μοι λέγε τὴν συνήθειαν. Εἰ μὲν γὰρ πονηρὸν, μηδὲ ἅπαξ γινέσθω· εἰ δὲ ἀγαθὸν, ἀεὶ γινέσθω. Εἰπὲ γάρ μοι, τὸ πορνεύειν οὐ πονηρόν; ἆρα οὖν συγχωρήσομεν κἂν ἅπαξ τοῦτο γενέσθαι; Οὐδαμῶς. ∆ιὰ τί; Ὅτι κἂν ἅπαξ γένηται, πονηρόν ἐστιν ὁμοίως. Ὥστε καὶ τὸ φαιδρύνεσθαι τὴν νύμφην οὕτως, εἰ μὲν ἔστι πονηρὸν, μηδὲ ἅπαξ γινέσθω· εἰ δὲ οὐ πονηρὸν, καὶ ἀεὶ γινέσθω. Τί οὖν, φησὶ, διαβάλλεις τὸν γάμον, εἰπέ μοι; Μὴ γένοιτο· οὐχ οὕτω μαίνομαι, ἀλλὰ τὰ κακῶς ἐπισυρόμενα τῷ γάμῳ, τὰ ἐπιτρίμματα, τὰς ὑπο 61.104 γραφὰς, τὴν ἄλλην περιεργίαν ἅπασαν. Καὶ γὰρ πολλοὺς ἀπὸ τῆς ἡμέρας ἐκείνης λήψεται τοὺς ἐραστὰς καὶ πρὸ τοῦ μέλλοντος αὐτῇ συνοικεῖν. Ἀλλὰ πολλοὶ θαυμάσονται τὴν γυναῖκα τῆς ὥρας. Καὶ τί τοῦτο; Ἂν μὲν γὰρ σώφρων ᾖ, μόλις διαφεύξεται τὴν πονηρὰν ὑποψίαν· εἰ δὲ ἠμελημένη, ταχέως καὶ ἁλώσεται, ἀφορμὴν ἀσελγείας λαβοῦσα τὴν ἡμέραν ἐκείνην. Ἀλλ' ὅμως τοσούτων ὄντων κακῶν, ὅταν μὴ ταῦτα γένηται, ὕβριν τὸ πρᾶγμα καλοῦσιν οἱ βοσκημάτων οὐδὲν ἀμείνους, καὶ δεινὸν ποιοῦνται τὸ μὴ πολλοῖς φαίνεσθαι τὴν γυναῖκα, μηδὲ προκεῖσθαι θέατρον κοινὸν τοῖς ὁρῶσι. Καίτοι γε ὕβριν ἐχρῆν νομίζειν τὰ γινόμενα καὶ γέλωτα καὶ κωμῳδίαν· ἐπεὶ καὶ νῦν οἶδα, ὅτι πολλὴν ἄνοιαν καὶ γέλωτα ἡμῶν καταγνώσονται· ἀλλ' οἴσω τὸν γέλωτα, ὅταν τι γένηται κέρδος. Καὶ γὰρ ἂν εἴην καταγέλαστος, εἰ παραινῶν τῆς τῶν πολλῶν δόξης καταφρονεῖν, αὐτὸς πρὸ τῶν ἄλλων χειρωθείην τῷ πάθει. Ἰδὲ τὰ ἐντεῦθεν λοιπόν· οὐκ ἐν ἡμέρᾳ μόνον, ἀλλὰ καὶ ἐν ἑσπέρᾳ μεθύοντας ἄνδρας καὶ κεκαρωμένους καὶ πεπυρωμένους ὑπὸ τῆς τρυφῆς, οἳ κάλλος ὄψεως ὁρᾷν παρασκευάζουσι παρθενικῆς. Καὶ οὐδὲ ἐπὶ τῆς οἰκίας, ἀλλὰ καὶ διὰ τῆς ἀγορᾶς εἰς ἐπίδειξιν ἐκπομπεύουσι, μετὰ λαμπάδων αὐτὴν παραπέμποντες ἐν ἑσπέρᾳ βαθείᾳ, ὡς πᾶσιν αὐτὴν ἐπιδείκνυσθαι, δι' ὧν ποιοῦσιν οὐδὲν ἕτερον παραινοῦντες, ἢ ὅτι πᾶσαν ἀποδύσασθαι χρὴ λοιπὸν τὴν αἰδώ. Καὶ οὐδὲ μέχρι τούτων ἵστανται, ἀλλὰ μετὰ αἰσχρῶν ῥημάτων αὐτὴν ἄγουσι· καὶ τοῦτο νόμος ἐστὶ παρὰ τοῖς πολλοῖς. Καὶ δραπέται καὶ μαστιγίαι μυρίοι τινὲς καὶ ὀλέθριοι μετὰ ἀδείας λοιπὸν ἅπαντα φθέγγονται, ἅπερ ἂν βούλωνται, εἴς τε ἐκείνην εἴς τε τὸν ἐκείνῃ συνοικεῖν μέλλοντα· καὶ σεμνὸν μὲν οὐδὲν, πάντα δὲ ἀσχημοσύνης γέμοντα. Καλὴν δὲ οὐχ ἕξει διδασκαλίαν σωφροσύνης ἡ νύμφη, τοιαῦτα μὲν ὁρῶσα, τοιαῦτα δὲ ἀκούουσα; Καὶ ἅμιλλά τίς ἐστι διαβολικὴ τῶν τὰ τοιαῦτα παραινούντων, ὑπερβάλλεσθαι θατέρους