1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

230

πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου, πῶς ἐρεῖ τὸ Ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδε. Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ' ὁ ἕτερος οὐκ οἰκοδο- μεῖται. Σκόπει πῶς πάλιν ἐνταῦθα πρὸς τὴν σπάρτην τὸν λίθον ἄγει, τὴν οἰκοδομὴν πανταχοῦ ζητῶν τῆς Ἐκκλησίας. Ἰδιώτην δὲ τὸν λαϊκὸν λέγει, καὶ δείκνυσι καὶ αὐτὸν οὐ μικρὰν ὑπομένοντα τὴν ζημίαν, ὅταν τὸ Ἀμὴν εἰπεῖν μὴ δύνηται. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἂν εὐλογήσῃς τῇ τῶν βαρβάρων φωνῇ, οὐκ εἰδὼς τί λέγεις, οὐδὲ ἑρμηνεῦσαι δυνάμενος, οὐ δύναται ὑπο- φωνῆσαι τὸ Ἀμὴν ὁ λαϊκός. Οὐ γὰρ ἀκούων τὸ, Εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὅπερ ἐστὶ τέλος, οὐ λέγει τὸ, Ἀμήν. Εἶτα πάλιν παραμυθούμενος τοῦτο, ἵνα μὴ δόξῃ σφόδρα ἐξευτελίζειν τὸ χάρισμα ὅπερ ἀνω- τέρω ἔλεγεν, ὅτι λαλεῖ μυστήρια, καὶ, Θεῷ λαλεῖ, καὶ, ἑαυτὸν οἰκοδομεῖ, καὶ, ὅτι τῷ πνεύματι προσεύχεται, παραμυθίαν ἐπινοῶν οὐ μικρὰν ἐκ τούτων, τοῦτο καὶ ἐνταῦθα ποιεῖ, λέγων· Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς· Πνεύματι γὰρ κινούμενος φθέγγῃ· ἀλλ' ἐκεῖνος οὐδὲν ἀκούων, οὐδὲ εἰδὼς τὰ λεγόμενα, ἕστηκεν οὐ πολλὴν δεχόμενος τὴν ὠφέλειαν. δʹ. Εἶτα ἐπειδὴ κατέδραμε τῶν τὸ χάρισμα τοῦτο ἐχόντων, ὡς οὐδὲν μέγα ἐχόντων, ἵνα μὴ δόξῃ ὡς ἀπεστερημένος αὐτοῦ ἐξευτελίζειν αὐτοὺς, ὅρα τί φησιν· Εὐχαριστῶ τῷ Θεῷ, πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν. Τοῦτο δὲ καὶ ἀλλαχοῦ ποιεῖ. Μέλ- λων γὰρ καθαιρεῖν τοῦ Ἰουδαϊσμοῦ τὰ πλεονεκτήματα, καὶ δεικνύναι λοιπὸν οὐδὲν ὄντα, πρότερον ἑαυτὸν ταῦτα ἐσχηκότα δείκνυσι, καὶ μετὰ πλείονος ὑπερβολῆς, καὶ τότε ζημίαν αὐτὰ καλεῖ, οὕτω λέγων Εἴ τις δο- κεῖ πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον. Περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δι- καιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. Καὶ τότε ὅτε ἔδειξε πάντων ἑαυτὸν πλεονεκτοῦντα, φησὶν, Ἀλλ' ἅτινά μοι ἦν κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Οὕτω καὶ ἐνταῦθα ποιεῖ λέγων· Πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν. 61.301 Μὴ τοίνυν μέγα φρονεῖτε, ὡς μόνοι τὸ χάρισμα ἔχοντες· καὶ γὰρ καὶ ἐγὼ κέκτημαι, καὶ ὑμῶν πλέον. Ἀλλὰ θέλω πέντε λόγους ἐν Ἐκκλησίᾳ διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω. Τί ἐστι, ∆ιὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω; Νοῶν ἃ λέγω, καὶ ἃ δύναμαι καὶ ἑτέροις ἑρμηνεῦσαι καὶ μετὰ συνέσεως εἰπεῖν καὶ διδάξαι τοὺς ἀκούοντας. Ἢ μυρίους λόγους ἐν γλώσσῃ. ∆ιὰ τί; Ἵνα κατηχήσω καὶ ἄλλους, φησί. Τὸ μὲν γὰρ ἐπίδειξιν ἔχει μόνον, τὸ δὲ πολλὴν τὴν ὠφέλειαν. Τοῦτο γάρ ἐστιν ὃ πανταχοῦ ζητεῖ, τὸ κοινῇ συμ- φέρον. Καίτοι γε ξένον τὸ χάρισμα ἦν τὸ τῶν γλωσ- σῶν, τὸ δὲ τῆς προφητείας σύνηθές τε καὶ παλαιὸν καὶ πολλοῖς ἤδη δοθὲν, τοῦτο δὲ τότε πρῶτον· ἀλλ' ὅμως οὐ σφόδρα ἦν αὐτῷ περισπούδαστον. ∆ιόπερ οὐδὲ ἐκέχρητο αὐτῷ, οὐ παρὰ τὸ μὴ ἔχειν, ἀλλὰ παρὰ τὸ τὰ χρησιμώτερα ζητεῖν. Καὶ γὰρ ἦν πάσης κενο- δοξίας ἀπηλλαγμένος, καὶ ἓν μόνον σκοπῶν, ὅπως βελτίους ἐργάσηται τοὺς ἀκούοντας. ∆ιὸ καὶ τὸ χρή- σιμον καὶ ἑαυτῷ καὶ τοῖς ἄλλοις ἠδύνατο βλέπειν, ἐπειδὴ τῆς κενῆς δόξης ἀπήλλακτο. Ὡς ὅ γε ἐκείνῃ καταδουλωθεὶς, οὐ τὸ τῶν ἄλλων μόνον, ἀλλ' οὐδὲ τὸ ἑαυτοῦ δυνήσεται κατιδεῖν συμφέρον. Τοιοῦτος ἦν ὁ Σίμων, ὃς ἐπειδὴ πρὸς δόξαν εἶδε κενὴν, οὐδὲ τὸ ἑαυτοῦ χρήσιμον εἶδε· τοιοῦτοι καὶ Ἰουδαῖοι, οἳ διὰ ταύτην τῷ διαβόλῳ τὴν οἰκείαν προέπιον σωτηρίαν. Ἐντεῦθεν καὶ εἴδωλα ἐτέχθη, καὶ οἱ τῶν ἔξωθεν φιλόσοφοι ἐπὶ τὰ πονηρὰ δόγματα ἐκ ταύτης παρ- οξύναντες ἐξώκειλαν τῆς μανίας. Καὶ ὅρα τὴν διαστρο- φὴν τοῦ πάθους. ∆ιὰ γὰρ ταύτην κἀκείνων ἔνιοι πένητες ἐγένοντο, καὶ ἕτεροι περὶ πλοῦτον ἐσπούδασαν. Τοσαύτη αὐτῆς ἡ τυραννὶς, ὡς καὶ ἐν τοῖς ἐναντίοις κρατεῖν. Καὶ γὰρ ἐπὶ σωφροσύνῃ τις κενοδοξεῖ, καὶ ἐπὶ μοιχείᾳ πάλιν ἄλλος, καὶ ἐπὶ δικαιοσύνῃ οὗ- τος, καὶ ἐπ' ἀδικίᾳ ἕτερος, καὶ ἐπὶ τρυφῇ, καὶ ἐπὶ νηστείᾳ, καὶ ἐπὶ ἐπιεικείᾳ, καὶ ἐπὶ θρασύτητι, καὶ ἐπὶ πλούτῳ, καὶ ἐπὶ πενίᾳ. Καὶ γὰρ ἔνιοι τῶν ἔξω- θεν, παρὸν λαβεῖν, διὰ τὸ θαυμάζεσθαι οὐκ ἐλάμβα- νον. Ἀλλ' οὐχ οἱ ἀπόστολοι οὕτως. Ὅτι γὰρ καθαροὶ δόξης ἦσαν, ἐδήλωσαν δι' ὧν