1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

250

σῶμά ἐστι. Καὶ ἐνταῦθα οὐκέτι προστίθησι, Κατὰ τὰς Γραφάς· εἶχε μὲν γὰρ, πλὴν οὐ προστίθησι. Τίνος ἕνεκεν; Ἢ ὅτι ὁ τάφος ἅπασι δῆλος καὶ τότε καὶ νῦν· ἢ ὅτι κατὰ κοι- νοῦ κεῖται τὸ, Κατὰ τὰς Γραφάς. Τίνος οὖν ἕνεκεν ἐνταῦθα προστίθησι τὸ, Κατὰ τὰς Γραφάς; Καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφὰς, καὶ οὐκ ἀρκεῖται τῷ προτέρῳ τῷ κατὰ κοινοῦ εἰρημένῳ; Ὅτι καὶ τοῦτο τοῖς πολλοῖς ἄδηλον ἦν· διὸ κἀνταῦθα τὰς Γραφὰς παράγει ἐμπνευσθεὶς, τοῦτο ἐννοήσας τὸ σοφὸν καὶ θεῖον νόημα. Πῶς οὖν καὶ ἐπὶ τοῦ θανάτου οὐ τὸ αὐτὸ ποιεῖ; Ὅτι κἀκεῖ ὁ μὲν σταυρὸς πᾶσι κατάδηλος ἦν καὶ πάντων ὁρώντων ἀνεσκολοπίζετο· ἡ δὲ αἰτία, οὐκέτι ὁμοίως. Ὅτι μὲν γὰρ ἀπέθανε, πάντες ᾔδεσαν· ὅτι δὲ ὑπὲρ τῶν ἁμαρτιῶν τῆς οἰκου- μένης τοῦτο ἔπαθεν, οὐκέτι ὁμοίως ἠπίσταντο οἱ πολλοί. ∆ιὸ τὴν ἀπὸ τῶν Γραφῶν μαρτυρίαν παρ- άγει. Ἀλλὰ τοῦτο μὲν ἱκανῶς ἀποδέδεικται διὰ τῶν εἰρημένων ἡμῖν· ποῦ δὲ ὅτι ἐτάφη, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται εἰρήκασιν αἱ Γραφαί; ∆ιὰ τοῦ κατὰ τὸν Ἰωνᾶν τύπου, ὃν καὶ αὐτὸς παράγει λέγων· Ὥσπερ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέ- ρας καὶ τρεῖς νύκτας· καὶ διὰ τοῦ βάτου τοῦ ἐν τῇ ἐρήμῳ. Ὥσπερ γὰρ ἐκεῖνος ἐκαίετο, καὶ οὐ κατ- εκαίετο, οὕτω καὶ τὸ σῶμα ἐκεῖνο ἀπέθανε μὲν, οὐ κατεσχέθη δὲ ὑπὸ τοῦ θανάτου διηνεκῶς. Καὶ ὁ δρά- κων δὲ ὁ ἐπὶ τοῦ ∆ανιὴλ τοῦτο αἰνίττεται. Καθάπερ γὰρ ἐκεῖνος λαβὼν τὴν τροφὴν, ἣν ἔδωκεν ὁ προφή- της, μέσος ἐῤῥάγη· οὕτω καὶ ὁ ᾅδης, καταπιὼν τὸ σῶμα ἐκεῖνο, διεσχίσθη, τοῦ σώματος αὐτοῦ διατε- μόντος αὐτῷ τὴν νηδὺν, καὶ ἀναστάντος. Εἰ δὲ καὶ διὰ ῥημάτων θέλεις ἀκοῦσαι ταῦτα, ἃ διὰ τῶν τύπων εἶδες, ἄκουσον τοῦ Ἡσαΐου λέγοντος, ὅτι Αἴρεται ἀπὸ 61.326 τῆς γῆς ἡ ζωὴ αὐτοῦ· καὶ, Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς, δεῖξαι αὐτῷ φῶς· καὶ τοῦ ∆αυῒδ πρὸ ἐκείνου Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. ∆ιὰ τοῦτό σε καὶ ὁ Παῦλος παραπέμπει εἰς τὰς Γραφὰς, ἵνα μάθῃς ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ ταῦτα ἐγένετο. Πῶς γὰρ τοσούτων προφητῶν προδιαγραφόντων αὐτὰ καὶ ἀνακηρυττόν- των, ὅτι οὐδαμοῦ ἡ Γραφὴ τὸν τῆς ἁμαρτίας θάνα- τον λέγει, τοῦ ∆εσποτικοῦ μεμνημένη θανάτου, ἀλλὰ τὸν σωματικὸν, καὶ ταφὴν καὶ ἀνάστασιν τοιαύτην; Καὶ ὅτι ὤφθη Κηφᾷ. Εὐθέως τὸν πάντων ἀξιοπιστό- τερον τίθησιν. Ἔπειτα τοῖς δώδεκα· ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμή- θησαν· ἔπειτα Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶ- σιν· ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κἀμοί. Ἐπειδὴ γὰρ τὴν ἀπὸ τῶν Γραφῶν ἀπό- δειξιν εἶπε, προστίθησι καὶ τὴν διὰ τῶν πραγμάτων, μάρτυρας παράγων τῆς ἀναστάσεως μετὰ τοὺς προ- φήτας τοὺς ἀποστόλους καὶ ἑτέρους πιστοὺς ἀνθρώ- πους. Εἰ δὲ τὴν ἀνάστασιν ἐκείνην ἔλεγε τὴν τῆς ἁμαρτίας ἀπαλλαγὴν, περιττῶς ἔλεγεν, Ὤφθη τῷ δεῖνι καὶ τῷ δεῖνι. Τοῦτο γὰρ πιστουμένου τὴν τοῦ σώματος ἀνάστασίν ἐστιν, οὐχ ἁμαρτημάτων ἀπαλ- λαγὴν αἰνιττομένου. δʹ. ∆ιὸ οὐδὲ ἅπαξ εἶπε τὸ, Ὤφθη, καίτοι γε ἤρκει κατὰ κοινοῦ θέντα τὴν λέξιν· νῦν δὲ καὶ δὶς καὶ τρὶς καὶ ἐφ' ἑκάστῳ σχεδὸν τῶν ἑωρακότων αὐτὴν τίθησιν. Ὤφθη γὰρ, φησὶ, Κηφᾷ, ὤφθη ἐπάνω πεντακο- σίοις ἀδελφοῖς, ὤφθη κἀμοί. Καὶ μὴν τὸ Εὐαγγέ- λιον τοὐναντίον λέγει, ὅτι τῇ Μαρίᾳ πρώτῃ. Ἀλλ' ἐν ἀνδράσι τούτῳ πρώτῳ, τῷ μάλιστα αὐτὸν πο- θοῦντι ἰδεῖν. Ποίοις δὲ δώδεκα ἐνταῦθά φησιν ἀπο- στόλοις; μετὰ γὰρ τὴν ἀνάληψιν ὁ Ματθίας κατελέγη, οὐ μετὰ τὴν ἀνάστασιν εὐθέως. Ἀλλ' εἰκὸς αὐτὸν καὶ μετὰ τὴν ἀνάληψιν ὦφθαι. Αὐτὸς γοῦν οὗτος ὁ ἀπόστολος μετὰ τὴν ἀνάληψιν καὶ ἐκλήθη, καὶ εἶδεν αὐτόν. ∆ιὰ τοῦτο οὐδὲ τὸν καιρὸν τίθησιν, ἀλλ' ἁπλῶς καὶ ἀδιορίστως καταλέγει τὰς ὄψεις· καὶ γὰρ εἰκὸς πολλὰς γεγενῆσθαι· διὸ καὶ ὁ Ἰωάννης ἔλεγε, Τρίτον τοῦτο ἐνεφάνισεν ἑαυτόν. Ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς. Τινὲς τὸ, Ἐπάνω, ἄνω ἐκ τῶν οὐρανῶν εἶναί φασιν. Οὐ γὰρ ἐπὶ γῆς βαδίζων, ἀλλ' ἄνω, καὶ ὑπὲρ κεφαλῆς αὐτοῖς ὤφθη. Καὶ γὰρ οὐχὶ τὴν