1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

84

διδασκάλου εἰς ἀπόνοιαν κεχρῆσθαι. Ὅταν μὲν οὖν πρὸς τοὺς πολλοὺς διαλέγηται, σκόπει πῶς ἐντρεπτικῶς αὐτὸ ποιεῖ· ὅταν δὲ πρὸς τοὺς αἰτίους, καταφορικώτερον. Ἐκείνοις μὲν γὰρ λέγει, Πάντων περίψημα, καὶ θεραπεύων αὐτούς φησιν· Οὐκ ἐντρέπων ὑμᾶς, γράφω ταῦτα· τούτοις δὲ, Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες, δεικνὺς ὅτι παιδικῆς διανοίας ἡ ἀπόνοια· καὶ γὰρ οἱ παῖδες τῇ ἀπουσίᾳ τοῦ διδασκάλου ῥᾳθυμότεροι γίνονται. Τοῦτο δὲ οὖν ἐνδείκνυται, καὶ ὅτι ἀρκεῖ πρὸς διόρθωσιν ἡ παρουσία. βʹ. Καθάπερ γὰρ λέοντος παρουσία ἅπαντα ποιεῖ κατεπτηχέναι τὰ ζῶα· οὕτω καὶ ἡ Παύλου τοὺς δια 61.116 φθείραντας τὴν Ἐκκλησίαν. ∆ιὸ καὶ ἐπάγει· Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ. Ἀλλὰ τὸ μὲν τοῦτο εἰπεῖν μόνον, ἐδόκει ἀπειλῆς εἶναι· τὸ δὲ καὶ τὴν ἀπὸ τῶν ἔργων ἀπόδειξιν καὶ αὐτὸν ἐπαγγείλασθαι, κἀκείνους ἀπαιτεῖν, τοῦτο ἦν μεγαλόφρονος διανοίας. ∆ιόπερ καὶ προσέθηκε τοῦτο, εἰπών· Καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. Οὐδὲ γὰρ ἀπὸ κατορθωμάτων οἰκείων, ἀλλ' ἀπὸ τῆς τοῦ διδασκάλου ἀπουσίας ἡ ἀπόνοια ἦν· ὅπερ καὶ αὐτὸ γνώμης ἦν καταφρονητικῆς. ∆ιὰ τοῦτο εἰπὼν, Ἔπεμψα Τιμόθεον, οὐκ εὐθέως εἶπεν, Ἐλεύσομαι, ἀλλὰ πρότερον αὐτῶν κατηγορήσας, ὅτι ἐφυσιώθησαν, τότε φησίν· Ἐλεύσομαι. Εἰ μὲν γὰρ πρὸ τῆς κατηγορίας αὐτὸ τέθεικεν, ἀπολογία μᾶλλον ἐγένετο αὐτοῦ ὡς οὐκ ἀπολειφθέντος, καὶ οὐκ ἀπειλὴ, καὶ οὐδὲ οὗτος πιστὸς ὁ λόγος ἦν· νυνὶ δὲ μετὰ τὴν κατηγορίαν θεὶς, καὶ ἀξιόπιστον αὐτὸν καὶ φοβερὸν ἐποίησε. Καὶ ὅρα αὐτοῦ τὸ βέβαιον καὶ ἀσφαλές. Οὐ γὰρ ἁπλῶς εἶπεν, Ἐλεύσομαι, ἀλλ', Ἐὰν ὁ Κύριος θελήσῃ· καὶ οὐ τίθησι χρόνον ὡρισμένον. Ἐπειδὴ γὰρ συνέβαινεν αὐτὸν βραδέως παραγενέσθαι, τῇ ἀδηλίᾳ βούλεται αὐτοὺς ἐναγωνίους ποιῆσαι. Καὶ ἵνα μὴ διὰ τοῦτο πάλιν ἀναπέσωσι, προσέθηκε· Ταχέως. Καὶ γνώσομαι, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. Οὐκ εἶπεν, ὅτι Γνώσομαι τὴν σοφίαν, οὐδὲ τὰ σημεῖα, ἀλλὰ τί; Οὐ τὸν λόγον· κἀκεῖνο τῷ ὀνόματι καταφέρων, καὶ τοῦτο ἐπαίρων. Καὶ τέως πρὸς τοὺς ἄλλους ἀποτείνεται τοὺς συγκροτοῦντας τὸν πεπορνευκότα. Εἰ γὰρ πρὸς ἐκεῖνον ἔλεγεν, οὐκ ἂν εἶπε τὴν δύναμιν, ἀλλὰ τὰ ἔργα, ἅπερ ἦν αὐτῷ διεφθαρμένα. Καὶ διὰ τί οὐ ζητεῖς τὸν λόγον; Οὐκ ἐπειδὴ ἀπορῶ λόγου, ἀλλ' ἐπειδὴ ἐν δυνάμει τὰ ἡμέτερα. Καθάπερ οὖν ἐν πολέμῳ οὐ τῶν πολλὰ φθεγγομένων τὸ κατορθοῦν, ἀλλὰ τῶν πολλὰ ἐργαζομένων· οὕτω δὴ καὶ ἐνταῦθα, οὐ τῶν λαλούντων, ἀλλὰ τῶν ποιούντων ἡ νίκη. Μέγα φρονεῖς ἐπὶ εὐγλωττίᾳ, φησίν· ἀλλ' εἰ μὲν ῥητόρων ὁ ἀγὼν καὶ ὁ καιρὸς, καλῶς ἐντεῦθεν ἐφρόνεις· εἰ δὲ ἀποστόλων ἀλήθειαν καταγγελλόντων, καὶ σημείοις ταύτην βεβαιούντων, τί πεφύσησαι ἐπὶ πράγματι περιττῷ καὶ οὐδὲν ὄντι, οὐδὲ εἰς τὰ παρόντα τι συντελέσαι δυναμένῳ; Τί γὰρ λόγων ἐπίδειξις δύναιτ' ἂν πρὸς τὸ νεκρὸν ἀναστῆσαι, ἢ δαίμονας ἐλάσαι, ἢ ἄλλην τινὰ τοιαύτην ἐργάσασθαι θαυματουργίαν; Τούτων δὲ χρεία νῦν, καὶ διὰ τούτων τὰ ἡμέτερα συνίσταται. ∆ιὸ καὶ ἐπήγαγεν· Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει. ∆ιὰ σημείων, φησὶν, οὐ δι' εὐγλωττίας ἐκρατήσαμεν, καὶ τοῦ θείαν εἶναι τὴν διδασκαλίαν ἡμῶν, καὶ βασιλείαν καταγγέλλειν οὐρανῶν, μεγίστην ἀπόδειξιν παρεχόμενοι τὰ σημεῖα, ἅπερ ποιοῦμεν τῇ δυνάμει τοῦ Πνεύματος. Εἰ τοίνυν μεγάλοι τινὲς εἶναι βούλονται οἱ πεφυσιωμένοι νῦν, ἐπειδὰν παραγένωμαι, δειξάτωσαν, εἴ τινα δύναμιν τοιαύτην ἔχουσι· καὶ μή μοι ῥημάτων προβαλλέσθωσαν κόμπους· οὐδὲν γὰρ ἐκείνη πρὸς ἡμᾶς ἡ τέχνη. Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος; Πολὺ καὶ τὸ φοβερὸν ἔχει καὶ τὸ προσηνὲς ὁ λόγος οὗτος. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι Γνώσομαι, ἔτι ὑπεσταλμένου ἦν· τὸ δὲ εἰπεῖν, Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς; ἐπὶ τὸν διδασκαλικὸν λοιπὸν ἀναβαίνοντος θρόνον κἀκεῖθεν αὐτοῖς διαλεγομένου, καὶ τὴν ἐξουσίαν ἀναλαβόντος πᾶσαν. Τί ἐστιν, Ἐν ῥάβδῳ; Ἐν κολάσει, ἐν τιμωρίᾳ, τουτέστιν, Ἀνελῶ, 61.117 πηρώσω· ὅπερ ἐπὶ τῆς Σαπφείρας ὁ Πέτρος ἐποίησεν ὅπερ αὐτὸς ἐπὶ Ἐλύμα τοῦ μάγου. Οὐκέτι γὰρ