1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

85

λοιπὸν ὡς παρεξετάζων ἐκείνοις ἑαυτὸν λέγει, ἀλλ' αὐθεντικῶς. Καὶ ἐν τῇ δευτέρᾳ δὲ Ἐπιστολῇ τὸ αὐτὸ τοῦτο φαίνεται λέγων, ὅταν λέγῃ· Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. Ἐν ῥάβδῳ ἔλθω, ἢ ἐν ἀγάπῃ; τί γὰρ, ἐν ῥάβδῳ ἐλθεῖν, οὐκ ἦν ἀγάπης; Ἀγάπης μὲν ἦν· ἀλλ' ἐπειδὴ σφόδρα ἀγαπῶν ἀναδύεται πρὸς τιμωρίαν, διὰ τοῦτο οὕτω φησίν. Ὅτε μὲν οὖν περὶ τιμωρίας ἔλεγεν, οὐκ εἶπε, Πνεύματί τε πραότητος, ἀλλὰ Ῥάβδῳ. Καίτοι κἀκεῖνο Πνεύματι ἐγίνετο· ἔστι γὰρ πνεῦμα πραότητος, καὶ πνεῦμα αὐστηρότητος· ἀλλ' οὐ βούλεται οὕτως αὐτὸ καλεῖν, ἀλλ' ἀπὸ τῶν χρηστοτέρων. ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς καίτοι γε τιμωρούμενος, ὅτι μὲν ἐλεήμων ἐστὶ καὶ μακρόθυμος καὶ πλούσιος ἐν ἐλέει καὶ οἰκτιρμοῖς, πολλαχοῦ λέγεται· ὅτι δὲ κολαστικὸς, ἅπαξ που καὶ δεύτερον καὶ σπανιάκις, καὶ ταῦτα τῆς αἰτίας κατεπειγούσης. Καὶ σκόπει σοφίαν Παύλου. Τὴν ἐξουσίαν αὐτὸς ἔχων, καὶ τούτου κἀκείνου ἑτέρους ποιεῖ κυρίους λέγων, Τί θέλετε; ἐν ὑμῖν τὸ πρᾶγμα κεῖται. Καὶ γὰρ ἡμεῖς ἐσμεν καὶ τούτου κἀκείνου κύριοι, καὶ τοῦ εἰς γέενναν ἐμπεσεῖν, καὶ τοῦ βασιλείας ἐπιτυχεῖν· ἐπειδὴ ὁ Θεὸς οὕτως ἠθέλησεν. Ἰδοὺ γὰρ, φησὶ, πῦρ καὶ ὕδωρ· οὗ ἐὰν θέλῃς, ἐκτενεῖς τὴν χεῖρά σου· καὶ, Ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. γʹ. Ἀλλ' ἴσως ἐρεῖ τις, ὅτι Θέλω. Καὶ οὐδεὶς οὕτως ἀνόητος, ὥστε μὴ θέλειν· ἀλλ' οὐκ ἀρκεῖ μοι τὸ θέλειν. Καὶ μὴν ἀρκεῖ, ἐὰν ὡς χρὴ θέλῃς, καὶ τὰ τοῦ θέλοντος ποιῇς· νυνὶ δὲ οὐ σφόδρα θέλεις. Καὶ τοῦτο ἐπὶ τῶν ἄλλων γυμνάσωμεν, εἰ δοκεῖ. Εἰπὲ γάρ μοι, ὁ βουλόμενος γυναῖκα ἀγαγέσθαι, ἀρκεῖται τῷ θέλειν; Οὐδαμῶς, ἀλλὰ καὶ προμνηστρίας ἐπιζητεῖ, καὶ φίλους ἀξιοῖ συναγρυπνῆσαι, καὶ χρήματα συνάγει. Πάλιν ὁ ἔμπορος οὐκ οἴκοι καθήμενος ἀρκεῖται τῷ θελῆσαι, ἀλλὰ καὶ πλοῖον μισθοῦται, καὶ ναύτας καὶ κωπηλάτας καταλέγει, καὶ ἀργύριον δανείζεται, καὶ χώραν περιεργάζεται καὶ ὠνίων τιμάς. Πῶς οὖν οὐκ ἄτοπον εἰς μὲν τὰ τῆς γῆς τοσαύτην σπουδὴν ἐπιδείκνυσθαι, τὸν δὲ οὐρανὸν ἐμπορεύεσθαι μέλλοντας τῷ θέλειν ἀρκεῖσθαι μόνον; μᾶλλον δὲ μηδὲ τοῦτο μετὰ τῆς προσηκούσης ἐπιδείκνυσθαι σπουδῆς; Ὁ γὰρ θέλων ὡς δεῖ, καὶ τῶν πραγμάτων ἅπτεται τῶν ἐπὶ τοῦτο ἀγόντων ὃ θέλει Καὶ γὰρ ἐπειδὰν τὸ πεινῆσαι καταναγκάζῃ τραφῆναι, οὐ περιμένεις αὐτόματα τὰ σιτία πρὸς σὲ ἐλθεῖν, ἀλλὰ πάντα ποιεῖς ὑπὲρ τοῦ τὴν τροφὴν συναγαγεῖν· καὶ ἐπὶ τοῦ διψῇν καὶ ἐπὶ τοῦ ῥιγοῦν καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ὁμοίως ἐνεργὸς εἶ καὶ παρατεταγμένος πρὸς τὴν τοῦ σώματος ἐπιμέλειαν. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς βασιλείας ποίει, καὶ πάντως αὐτῆς ἐπιτεύξῃ. ∆ιὰ τοῦτο γάρ σε αὐτεξούσιον ἐποίησεν ὁ Θεὸς, ἵνα μὴ ὕστερον ἐγκαλῇς τῷ Θεῷ ὡς ἀνάγκῃ δεθείς. Σὺ δὲ ὑπὲρ ὧν τιμῆς ἀπέλαυσας, ὑπὲρ τούτων ἀγανακτεῖς; Καὶ γὰρ πολλῶν ἤκουσα λεγόντων· ∆ιὰ τί γάρ με κύριον ἐποίησεν ἀρετῆς; Ἀλλὰ πῶς ἔδει κοιμώμενον καὶ νυστάζοντα καὶ τῆς κακίας ἐφιέμενον καὶ τρυφῶντα καὶ γαστριζόμενον ἐπὶ τὸν οὐρανὸν ἀναγαγεῖν; Ἀλλ' οὐκ ἂν ἀπέστης κακίας. Εἰ γὰρ νῦν, ἀπειλῆς κειμένης, οὐδὲ οὕτως ἀφίστασαι τῆς πονηρίας· εἰ καὶ τὸν οὐρανόν σοι προσέθηκεν ἔπαθλον, πότε ἂν ἐπαύσω γενόμενος ῥᾳθυμότερος καὶ χείρων πολλῷ; Οὐδὲ γὰρ ἐκεῖνο ἕξεις 61.118 εἰπεῖν, ὅτι Ἔδειξε μὲν τὰ ἀγαθὰ, οὐκ ἐβοήθησε δέ· καὶ γὰρ πολλὴν ὑπισχνεῖταί σοι τὴν συμμαχίαν. Ἀλλ' ἡ μὲν ἀρετὴ, φησὶν, ἐπαχθὴς καὶ φορτικὴ, τῇ δὲ κακίᾳ ἡδονὴ συγκέκραται πολλή· καὶ ἡ μὲν ἔστι πλατεῖα καὶ εὐρύχωρος, ἡ δὲ στενὴ καὶ τεθλιμμένη. Ἆρα διόλου, εἰπέ μοι, ἢ ἀπὸ τῆς ἀρχῆς ἀμφότεραι τοιαῦται; Καὶ γὰρ καὶ ἄκων ὑπὲρ τῆς ἀρετῆς λέγεις ταῦτα ἃ λέγεις· οὕτως ἰσχυρὸν ἡ ἀλήθεια. Καὶ γὰρ εἰ δύο ἦσαν ὁδοὶ, ἡ μὲν ἐπὶ κάμινον, ἡ δὲ ἐπὶ παράδεισον φέρουσα, καὶ ἡ μὲν ἦν πλατεῖα ἡ ἐπὶ τὴν κάμινον, ἡ δὲ στενὴ ἡ ἐπὶ τὸν παράδεισον, ποίαν ἂν εἵλου μᾶλλον ὁδόν; Κἂν γὰρ νῦν φιλονεικῶν ἀντείπῃς, ἀλλὰ τοῖς σφόδρα ὡμολογημένοις, κἂν σφόδρα ἀναισχυντῇς, ἀντειπεῖν οὐ δυνήσῃ. Ὅτι μὲν γὰρ αὕτη μᾶλλόν ἐστιν αἱρετὴ ἡ τὴν ἀρχὴν ἔχουσα χαλεπὴν, ἀλλὰ μὴ τὸ τέλος, ἀπὸ τῶν ἐν χερσὶν ὑμᾶς διδάξαι πειράσομαι. Καὶ, εἰ βούλεσθε, τὰς τέχνας μεταχειρίσωμεν πρῶτον· αὗται γὰρ τὴν μὲν