1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

22

ὑπόληψις μόνη καινοτομίας τοσοῦτον κίνδυνον ἤνεγκε φιλοσόφοις ἀνδράσι καὶ σοφοῖς καὶ μυρίας ἀπολελαυκόσι θεραπείας, καὶ οὐ μόνον οὐκ ἴσχυσαν ἅπερ ἤθελον, ἀλλὰ καὶ αὐτοὶ καὶ ζωῆς καὶ πατρίδος ἐξέπεσον, πῶς οὐ θαυμάζεις καὶ ἐκπλήττῃ, τὸν ἁλιέα ὁρῶν ἐπὶ τῆς οἰκουμένης τοσαῦτα ἐργασάμενον, καὶ κατορθώσαντα ἅπερ ἐσπούδασε, καὶ περιγενόμενον καὶ βαρβάρων καὶ Ἑλλήνων ἁπάντων; Ἀλλ' οὗτοι, φησὶν, οὐχὶ θεοὺς εἰσήγαγον ξένους, ὥσπερ ἐκεῖνοι. Αὐτὸ μὲν οὖν μάλιστα τὸ θαυμαστόν μοι λέγεις, ὅτι διπλῆ ἡ καινοτομία, καὶ τὸ τοὺς ὄντας καθαιρεῖν, καὶ τὸν ἐσταυρωμένον ἀναγγέλλειν. Πόθεν γὰρ αὐτοῖς ἐπῆλθε τοιαῦτα κηρύττειν; πόθεν ὑπὲρ τοῦ τέλους αὐτῶν θαῤῥεῖν; τίνας τῶν πρὸ αὐτῶν τοιοῦτόν τι κατορθωκότας εἶχον ἰδεῖν; οὐ πάντες δαίμονας προσεκύνουν; οὐ πάντες τὰ στοιχεῖα ἐθεοποίουν; οὐ διάφορος ἦν τῆς ἀσεβείας ὁ τρόπος; Ἀλλ' ὅμως τὰ πάντα ἐπῆλθον, καὶ κατέλυσαν ταῦτα, καὶ ἐπέδραμον ἐν βραχεῖ καιρῷ τὴν οἰκουμένην ἅπασαν, καθάπερ ὑπόπτεροί τινες, οὐ κινδύνους λογιζόμενοι, οὐ θανάτους, οὐ τὴν τοῦ πράγματος δυσκολίαν, οὐ τὴν ὀλιγότητα τὴν ἑαυτῶν, οὐ τὸ πλῆθος τῶν ἐναντιουμένων, οὐ τὴν ἐξουσίαν, οὐ τὴν δυναστείαν, οὐ τὴν σοφίαν τῶν πολεμούντων. Εἶχον γὰρ τούτων ἁπάντων μείζονα συμμαχίαν, τὴν τοῦ σταυρωθέντος καὶ ἀναστάντος δύναμιν. Οὐκ ἦν οὕτω θαυμαστὸν, εἰ πολεμῆσαι εἵλοντο τῇ οἰκουμένῃ πόλεμον αἰσθητὸν, ὡς τοῦτο τὸ γεγενημένον νῦν. Ἐπὶ μὲν γὰρ τοῦ νόμου τῆς μάχης ἐξῆν ἀπεναντίας ἵστασθαι τῶν πολεμίων, καὶ χώραν ἀπολαμβάνοντας ἐναντίαν οὕτω παρατάττεσθαι πρὸς τοὺς ἐναντιουμένους, καὶ καιρὸν ἔχειν ἐπιθέσεως καὶ συμβολῆς· ἐνταῦθα δὲ οὐχ οὕτως· οὐ γὰρ στρατόπεδον ἴδιον εἶχον, ἀλλὰ αὐτοῖς ἀνεμίγνυντο τοῖς πολεμίοις, καὶ οὕτως αὐτῶν ἐκράτουν· καὶ ἐν μέσοις τοῖς ἐχθροῖς ἀναστρεφόμενοι, διωλίσθαινον αὐτῶν τὰς λαβὰς, καὶ περιεγίνοντο καὶ ἐνίκων νίκην λαμπρὰν πληροῦσαν προφητείαν λέγουσαν· Καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου. Τοῦτο γὰρ ἦν τὸ πολλῆς ἐκπλήξεως γέμον, ὅτι κατέχοντες αὐτοὺς οἱ ἐχθροὶ, καὶ εἰς δεσμωτήριον ἐμβάλλοντες καὶ δεσμοὺς, οὐ μόνον αὐτῶν οὐ περιεγένοντο, ἀλλὰ καὶ αὐτοὶ μετὰ ταῦτα αὐτοῖς ὑπέκυπτον, οἱ μαστίζοντες τοῖς μαστιζομένοις, οἱ δεσμοῦντες τοῖς δεδεμένοις, οἱ διώκοντες τοῖς ἐλαυνομένοις. Ταῦτα δὴ πάντα πρὸς Ἕλληνας λέγομεν, μᾶλλον δὲ καὶ τούτων πλείονα· πολλὴ γὰρ τῆς ἀληθείας ἡ περιουσία. Κἂν γὰρ παρακολουθῆτε τῇ ὑποθέσει, πᾶσαν ὑμᾶς τὴν πρὸς αὐτοὺς διδάξομεν μάχην· τέως δὲ ταυτὶ δύο διατηρῶμεν κεφάλαια, πῶς οἱ ἀσθενεῖς τοὺς ἰσχυροὺς ἐνίκησαν, καὶ πόθεν αὐτοῖς ἐπῆλθε τοιούτοις οὖσι τοιαῦτα βουλεύσασθαι, εἰ μὴ θείας ἀπέλαυον συμμαχίας. 61.38 αʹ. Καὶ τὰ παρ' ἡμῶν ὧδε. Παρεχώμεθα δὲ ἐπὶ τῶν ἔργων τὰ τοῦ βίου κατορθώματα, καὶ δαψιλὲς τὸ πῦρ ἀνάπτωμεν τῆς ἀρετῆς. Φωστῆρες γάρ ἐστε, φησὶν, ἐν μέσῳ τοῦ κόσμου λάμποντες· καὶ μείζονα ἡμῶν ἑκάστῳ χρείαν ἐνεχείρισεν ὁ Θεὸς, ἢ τῷ ἡλίῳ, μείζονα οὐρανοῦ καὶ γῆς καὶ θαλάττης, καὶ τοσούτῳ μείζονα, ὅσῳ τὰ πνευματικὰ τῶν αἰσθητῶν διενήνοχεν. Ὅταν οὖν πρὸς τὸν ἡλιακὸν ἴδωμεν κύκλον, καὶ θαυμάσωμεν τὸ κάλλος καὶ τὸ σῶμα καὶ τὴν φαιδρότητα τοῦ ἄστρου, λογιζώμεθα πάλιν, ὅτι μεῖζον καὶ ἄμεινον τὸ ἐν ἡμῖν φῶς, καθάπερ καὶ τὸ σκότος χαλεπώτερον, ἂν μὴ προσέχωμεν· καὶ γὰρ νὺξ βαθεῖα κατέχει τὴν οἰκουμένην ἅπασαν. Ταύτην τοίνυν ἀνατρέψωμεν καὶ λύσωμεν. Νὺξ οὐκ ἐν αἱρετικοῖς οὐδὲ ἐν Ἕλλησι μόνον, ἀλλὰ καὶ πολλοῖς τοῖς παρ' ἡμῖν δογμάτων ἕνεκεν καὶ βίου. Πολλοὶ γὰρ τῇ ἀναστάσει διαπιστοῦσι, πολλοὶ καὶ γένεσιν ἑαυτοῖς ἐπιτειχίζουσι, πολλοὶ καὶ παρατηρήσεις φυλάττουσι καὶ κληδωνισμοῖς καὶ οἰωνισμοῖς καὶ συμβόλοις· οἱ δὲ καὶ περιάπτοις καὶ ἐπῳδαῖς κέχρηνται. Ἀλλὰ καὶ πρὸς τούτους μὲν ὕστερον ἐροῦμεν, ὅταν τὰ πρὸς Ἕλληνας διανύσωμεν· τέως δὲ τὰ εἰρημένα κατέχετε, καὶ συλλάβεσθέ μοι τῆς μάχης, διὰ τοῦ βίου πρὸς ἡμᾶς ἕλκοντες αὐτοὺς καὶ μεθιστῶντες. Ὅπερ γὰρ ἀεὶ λέγω, τὸν περὶ φιλοσοφίας διδάσκοντα, πρότερον ἐν ἑαυτῷ τοῦτο διδάσκειν χρὴ καὶ ποθεινὸν εἶναι τοῖς ἀκούουσι. Γενώμεθα