1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

171

ἐσχάτης. Εἰ δὲ ἐπὶ τούτου παρανομία, πολλῷ μᾶλλον ἐπ' ἐκείνων τῶν καταδεεστέρων. Ἐπεὶ οὖν διεσπάσθη τὸ ἔθος τοῦτο, ἔθος κάλλιστον καὶ χρησιμώτατον (καὶ γὰρ ἀγάπης ὑπόθεσις ἦν, καὶ πενίας παραμυθία, καὶ πλούτου σωφρονισμὸς, καὶ φιλοσοφίας ἀφορμὴ τῆς μεγίστης, καὶ ταπεινοφροσύνης διδασκαλία)· ἐπεὶ οὖν εἶδε τοσαῦτα ἀγαθὰ διαφθειρόμενα, πληκτικῶς εἰκότως τῷ λόγῳ κέχρηται, οὕτω λέγων· Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ. Ἐν μὲν γὰρ τῷ προτέρῳ ἐγκλήματι, ἅτε πολλῶν ὄντων τῶν φυλαττόντων, ἑτέρως ἤρξατο, λέγων οὕτως· Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε· ἐνταῦθα δὲ ἐναντίως, Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ. ∆ιόπερ οὐδὲ μετὰ τὴν ἐπιτίμησιν τὴν κατὰ τῶν τὰ εἰδωλόθυτα ἐσθιόντων αὐτὸ τέθεικεν· ἀλλ' ἐπειδὴ τραχύτερον ἦν ἐκεῖνο, μέσον παρεμβαλὼν τὸν περὶ τῆς κόμης λόγον, ἵνα μὴ ἐξ ἐγκλημάτων σφοδρῶν εἰς ἕτερα πάλιν ἐπαχθῆ διαβαίνων τραχύτερος φαίνηται, τότε ἔρχεται ἐπὶ τὸ σφοδρότερον πάλιν, καί φησι· Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ. Ποῖον τοῦτο; Ὃ μέλλω λέγειν νῦν. Τί ἐστι, Παραγγέλλων οὐκ ἐπαινῶ; Οὐκ ἀποδέχομαι ὑμᾶς, φησὶν, ὅτι με εἰς ἀνάγκην κατεστήσατε συμβουλῆς· οὐκ ἐπαινῶ, ὅτι ἐδεήθητε διδασκαλίας εἰς τοῦτο, ὅτι χρείαν ἔχετε τοῦ παραγγελθῆναι ὑπ' ἐμοῦ. Εἶδες πῶς ἐκ προοιμίων ἔδειξε σφόδρα ἄτοπον ὂν τὸ γινόμενον; Ὅταν γὰρ μηδὲ παραγγελίας ὀφείλῃ δεῖσθαι ὁ ἁμαρτάνων εἰς τὸ μὴ ἁμαρτεῖν, ἀσύγγνωστον εἰκὸς εἶναι τὸ ἁμαρτανόμενον. Καὶ διὰ τί οὐκ ἐπαινεῖς; Ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ' εἰς τὸ ἧττον συνέρχεσθε, φησὶ, τουτέστιν, ὅτι οὐ προβαίνετε εἰς ἀρετήν. ∆έον γὰρ ἐπιδοῦναι καὶ πλείονα γενέσθαι τὴν φιλοτιμίαν, ὑμεῖς δὲ καὶ τὸ ἤδη κρατῆσαν ἔθος ἠλαττώσατε, καὶ οὕτως ἠλαττώσατε, ὡς καὶ παραγγελίας δεηθῆναι παρ' ἐμοῦ, ἵνα ἐπὶ τὴν προτέραν ἐπανέλθητε τάξιν. Εἶτα ἵνα μὴ δόξῃ διὰ τοὺς πένητας ταῦτα λέγειν μόνον, οὐκ εὐθέως εἰς τὸν περὶ τῶν τραπεζῶν ἐμβάλλει λόγον, ὥστε μὴ εὐκαταφρόνητον ταύτῃ ποιῆσαι τὴν ἐπιτίμησιν ἐκείνοις, ἀλλὰ ζητεῖ λέξιν πληκτικωτάτην καὶ πολὺν ἔχουσαν τὸν φόβον· τί γάρ φησι; Πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν. Καὶ οὐ λέγει, Ἀκούω γὰρ μὴ κοινῇ ὑμᾶς συνδειπνεῖν· ἀκούω γὰρ κατ' ἰδίαν ὑμᾶς ἑστιᾶσθαι, καὶ μὴ μετὰ τῶν πενήτων· ἀλλ' ὃ μάλιστα ἱκανὸν ἦν αὐτῶν διασεῖσαι τὴν διάνοιαν, τοῦτο τέθεικε, τὸ τοῦ σχίσματος ὄνομα, ὃ καὶ τούτου ἦν αἴτιον, κἀκείνου πάλιν ἀνεμίμνησκε τοῦ ἐν ἀρχῇ τῆς Ἐπιστολῆς εἰρημένου καὶ δηλωθέντος ὑπὸ τῶν Χλόης. Καὶ μέρος τι πιστεύω. βʹ. Ἵνα γὰρ μὴ λέγωσι, Τί οὖν, εἰ ψεύδονται οἱ διαβάλλοντες; οὔτε ὅτι πιστεύω εἶπεν, ἵνα μὴ ἀναισχυντοτέρους ποιήσῃ, οὐδ' αὖ πάλιν ὅτι ἀπιστῶ, ἵνα μὴ δόξῃ μάτην ἐπιτιμᾷν, ἀλλὰ, Μέρος τι καὶ πιστεύω, φησὶ, τουτέστιν, ἐκ μέρους μικροῦ πιστεύω, ἐναγωνίους ποιῶν, καὶ εἰς τὴν τῆς διορθώσεως καλῶν ἐπάνοδον. ∆εῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν· αἱρέσεις ἐνταῦθα, οὐ ταύτας λέγων τὰς τῶν δογμάτων, ἀλλὰ τὰς τῶν σχισμάτων τούτων. Εἰ δὲ καὶ τὰς τῶν δο 61.226 γμάτων ἔλεγεν, οὐδὲ οὕτω λαβὴν ἐδίδου. Καὶ γὰρ ὁ Χριστός φησιν, Ἀνάγκη ἐλθεῖν τὰ σκάνδαλα, οὐ τὴν ἐλευθερίαν τῆς προαιρέσεως λυμαινόμενος, οὐδὲ ἀνάγκην τινὰ καὶ βίαν ἐφιστὰς τῷ βίῳ, ἀλλὰ τὸ πάντως ἐσόμενον ἐκ τῆς πονηρᾶς τῶν ἀνθρώπων γνώμης προλέγων, ὅπερ ἔμελλε γίνεσθαι, οὐ διὰ τὴν αὐτοῦ πρόῤῥησιν, ἀλλὰ διὰ τὴν τῶν ἀνιάτως ἐχόντων γνώμην. Οὐ γὰρ ἐπειδὴ προεῖπε, ταῦτα ἐγίνετο, ἀλλ' ἐπειδὴ πάντως ἔμελλε γίνεσθαι, διὰ τοῦτο προεῖπεν· Ἐπεὶ, εἰ ἀνάγκης ἦν τὰ σκάνδαλα, καὶ μὴ γνώμης τῶν εἰσαγόντων αὐτὰ, περιττῶς ἔλεγεν, Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' οὗ τὰ σκάνδαλα ἔρχεται. Ἀλλὰ ταῦτα μὲν εὐρύτερον ἐν αὐτῷ γενόμενοι τῷ χωρίῳ διελέχθημεν· νῦν δὲ ἐπὶ τὸ προκείμενον ἰέναι ἀνάγκη. Ὅτι γὰρ περὶ τῶν αἱρέσεων τούτων εἶπε τῶν κατὰ τὰς τραπέζας καὶ τῆς φιλονεικίας ταύτης καὶ διαστάσεως, καὶ ἐκ τῶν ἑξῆς δῆλον ἐποίησεν. Εἰπὼν γὰρ, ὅτι Ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ δεικνὺς ποῖα λέγει σχίσματα, προϊών φησιν, ὅτι Ἕκαστος τὸ ἴδιον