1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

95

οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ἀλλ' ἡμεῖς πρὸς ἐκείνην βλέπωμεν, καὶ μὴ ἐπειγώμεθα πρὸς τὴν ἁπάντων ἀντίδοσιν, ἵνα μὴ ἐλαττώσωμεν τὴν ἀμοιβὴν, ἀλλ' ἀναμένωμεν τὸν καιρόν. Οὐ γὰρ τοιοῦτοι οὗτοι οἱ τόκοι, ἀλλ' οἵους εἰκὸς παρὰ τοῦ Θεοῦ δίδοσθαι. Τούτους τοίνυν συναγαγόντες μετὰ δαψιλείας πολλῆς, οὕτως ἐντεῦθεν ἀπέλθωμεν, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

61.129.30 ΟΜΙΛΙΑ ΙΣΤʹ. Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυ σθαι πόρνοις· καὶ οὐ πάντως

τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰ δωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. Νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμί γνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ μέθυ σος ἢ λοίδορος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συν εσθίειν. αʹ. Ἐπειδὴ γὰρ εἶπεν, Οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ὁ τοιοῦτος, καὶ, Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, καὶ εἰκὸς ἦν αὐτοὺς ὑποπτεῦσαι ὅτι πάντας τοὺς πόρνους δεῖ φεύγειν (εἰ γὰρ μεταδίδωσι τῆς οἰκείας λύμης ὁ ἡμαρτηκὼς τοῖς οὐχ ἡμαρτηκόσι, πολλῷ μᾶλλον τοὺς ἔξωθεν ἀποστρέφεσθαι χρή· εἰ γὰρ τοῦ οἰκείου οὐ δεῖ φείδεσθαι διὰ τὸ τοιαύτην ἐξ αὐτοῦ βλάβην γίνεσθαι, πολλῷ μᾶλλον τῶν ἄλλων)· τούτου δὲ ὑπονοουμένου ἀνάγκη ἦν χωρίζεσθαι καὶ τῶν παρ' Ἕλλησι πόρνων, καὶ οὕτως εἰς ἀδύνατον τοῦ πράγματος περιισταμένου, μειζόνως ἂν ἐδυσχέρανον, τῇ ἐπιδιορθώσει ταύτῃ κέχρηται, λέγων· Ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι πόρνοις· καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου· τὸ, Πάντως, ὡς ἐπὶ ὡμολογημένου τιθείς. Ἵνα γὰρ μὴ νομίσωσιν, ὅτι ὡς ἀτελεστέροις αὐτοῖς τοῦτο οὐκ ἐπέταξε, καὶ ὡς τέλειοι δῆθεν αὐτὸ πρᾶξαι ἐπιχειρήσωσι, δείκνυσιν ὅτι οὐδὲ δυνατὸν τοῦτο γενέσθαι, οὐδὲ εἰ σφόδρα βούλοιντο· ἐπεὶ ἑτέραν οἰκουμένην ἔδει ζητῆσαι. ∆ιὸ καὶ ἐπήγαγεν· Ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. Εἶδες πῶς ἐστιν ἀνεπαχθὴς, καὶ πανταχοῦ οὐ τὸ δυνατὸν μόνον, ἀλλὰ καὶ 61.130 τὸ εὔκολον τῆς νομοθεσίας σκοπεῖ; Πῶς γὰρ ἔνι ἄνθρωπον ὄντα, φησὶ, καὶ οἰκίας καὶ παίδων προϊστάμενον, καὶ τὰ τῆς πόλεως πράττοντα, ἢ χειροτέχνην ὄντα, ἢ στρατευόμενον, τῶν πλειόνων ὄντων Ἑλλήνων, τοὺς πανταχοῦ πόρνους φεύγειν; πόρνους γὰρ κόσμου τοὺς παρὰ τοῖς Ἕλλησι λέγει. Νῦν δὲ ἔγραψα ὑμῖν, ἐάν τις ἀδελφὸς ᾖ τοιοῦτος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Ἐνταῦθα καὶ ἑτέρους αἰνίττεται ἐν πονηρίᾳ ζῶντας. Καὶ πῶς ἀδελφὸς ὢν, εἰδωλολάτρης εἶναι δύναται; Ὡς ἐπὶ τῶν Σαμαρειτῶν συνέβη ποτὲ, οἳ ἐξ ἡμισείας τὴν εὐσέβειαν ᾑροῦντο· ἄλλως δὲ καὶ προκαταβάλλεται τὸν περὶ τῶν εἰδωλοθύτων λόγον, ὃν μετὰ ταῦτα μέλλει γυμνάζειν. Ἢ πλεονέκτης. Καὶ γὰρ καὶ πρὸς τούτους ἀποδύεται· διὸ καὶ ἔλεγε· ∆ιὰ τί οὐκ ἀδικεῖσθε μᾶλλον; διὰ τί οὐκ ἀποστερεῖσθε; ἀλλ' ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε. -Ἢ μέθυσος. Καὶ γὰρ καὶ τοῦτο ἐγκαλεῖ προϊὼν, ὡς ὅταν λέγῃ· Ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει· καὶ, Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν. Ἢ λοίδορος, ἢ ἅρπαξ. Καὶ γὰρ καὶ τούτοις ἐπετίμησεν ἔμπροσθεν. Εἶτα καὶ τὴν αἰτίαν προστίθησι, δι' ἢν οὐ κωλύει τοῖς ἔξωθεν τοιούτοις οὖσιν ἀναμίγνυσθαι, δεικνὺς ὅτι οὐ μόνον οὐ δυνατὸν, ἀλλὰ καὶ περιττόν· Τί γάρ μοι καὶ τοὺς ἔξωθεν κρίνειν; τοὺς ἔσω καὶ τοὺς ἔξω, τοὺς Χριστιανοὺς καὶ τοὺς Ἕλληνας καλῶν, καθὼς καὶ ἀλλαχοῦ φησι· ∆εῖ δὲ καὶ μαρτυρίαν ἔχειν αὐτὸν καλὴν ὑπὸ τῶν ἔξωθεν. Καὶ ἐν τῇ πρὸς Θεσσαλονικέας δὲ Ἐπιστολῇ τὸ αὐτό φησι λέγων· Μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ· καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. Ἐνταῦθα μέντοι τὴν αἰτίαν οὐ τίθησι. Τί δήποτε; 61.131 Ὅτι ἐκεῖ μὲν παραμυθήσασθαι