1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

7

ἅπαντας οὔτε ταῦτα οὔτε ἐκεῖνα λέγεται· ἀλλὰ τὰ μὲν πρὸς τοὺς ὑπευθύνους ταῖς κατηγορίαις, τὰ δὲ πρὸς τοὺς κομῶντας τοῖς ἐπαίνοις. Ὅτι γὰρ εἶχον ἔτι χαρίσματα, Ψαλμόν τις ἔχει, φησὶν, ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω· καὶ, Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν. Ἔστι δὲ καὶ ἕτερόν τι εἰπεῖν, ὅτι ὥσπερ ἔθος ἡμῖν λέγειν τὸ πλέον ἅπαν, οὕτω καὶ ἐνταῦθα εἴρηκε. Μετὰ δὲ τούτων οἶμαι καὶ τὸ ἑαυτοῦ αὐτὸν αἰνίττεσθαι, ὅτι καὶ αὐτὸς τὰ σημεῖα ἐπεδείξατο, καθάπερ καὶ ἐν τῇ δευτέρᾳ πρὸς αὐτοὺς Ἐπιστολῇ λέγει· Τὰ μέντοι σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ· καὶ πάλιν, Τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς Ἐκκλησίας; Ἢ, ὅπερ ἔφην, καὶ τῶν ἑαυτοῦ ἀναμιμνήσκει, ἢ καὶ πρὸς τοὺς ἔτι ὄντας δοκίμους ταῦτα λέγει. Ἦσαν γὰρ πολλοὶ ἅγιοι ἐκεῖσε, οἵτινες καὶ ἔταξαν ἑαυτοὺς εἰς διακονίαν τῶν ἁγίων, καὶ ἀπαρχὴ γεγόνασι τῆς Ἀχαΐας, καθάπερ πρὸς τῷ τέλει δηλοῖ. Ἄλλως δὲ, κἂν μὴ σφόδρα τῆς ἀληθείας ἔχωνται οἱ ἔπαινοι, ἀλλ' ὅμως οἰκονομικῶς ἔγκεινται προοδοποιοῦντες τῷ λόγῳ. Ὁ μὲν γὰρ ἐκ προοιμίων εὐθέως φορτικὰ φθεγγόμενος, ἀπέκλεισε τοῖς λόγοις τὴν ἀκοὴν παρὰ τοῖς ἀσθενεστέροις. Ἄν τε γὰρ ὁμότιμοι ὦσιν οἱ ἀκούοντες, ὀργίζονται· ἄν τε σφόδρα ἐλάττους, λυπηθήσονται. Ἵν' οὖν μὴ τοῦτο γένηται, ἀπὸ ἐγκωμίων δοκούντων εἶναι ποιεῖται τὴν ἀρχήν. Οὐδὲ γὰρ ἐγκώμιον τοῦτο ἦν αὐτῶν, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος· τὸ γὰρ ἁμαρτημάτων ἀφεθῆναι καὶ δικαιωθῆναι, τοῦτο τῆς ἄνωθεν ἦν δωρεᾶς. ∆ιά τοι τοῦτο καὶ ἐνδιατρίβει τούτοις, ἃ τοῦ Θεοῦ δείκνυσι τὴν φιλανθρωπίαν, ἵνα ἐπιπλεῖον αὐτῶν ἐκκαθάρῃ τὸ νόσημα. Ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τί θορυβεῖσθε, φησὶ, τί ταράσσεσθε, ὅτι οὐ πάρεστι Χριστός; Πάρεστι μὲν οὖν, καὶ ἡ ἡμέρα λοιπὸν ἐπὶ θύραις. Καὶ σκόπει τὴν σοφίαν, πῶς αὐτοὺς ἀπαγαγὼν τῶν ἀνθρωπίνων, ἐφόβησεν ἀναμνήσας τοῦ βήματος τοῦ φοβεροῦ, καὶ δείξας, ὅτι οὐ προοιμίων δεῖ μόνον χρηστῶν, ἀλλὰ καὶ τέλους. ∆εῖ γὰρ μετὰ τῶν χαρισμάτων τούτων, καὶ τῆς ἄλλης ἀρετῆς, τὴν ἡμέραν ἀναμνῆσαι ἐκείνην· καὶ πολλῶν χρεία πόνων, ὥστε δυνηθῆναι πρὸς τὸ τέλος ἐλθεῖν. βʹ. Ἀποκάλυψιν δὲ λέγει, δεικνὺς ὅτι εἰ καὶ μὴ ὁρᾶται, ἀλλ' ἔστι, καὶ πάρεστι καὶ νῦν, καὶ τότε φανήσεται. Ὑπομονῆς οὖν χρεία· διὰ τοῦτο γὰρ ἐλάβετε τὰ θαύματα, ἵνα μείνητε βέβαιοι. Ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους. Ἐνταῦθα δοκεῖ μὲν αὐτοὺς θεραπεύειν, πάσης δὲ κολακείας ἀπήλλακται τὸ λεγόμενον. Καὶ γὰρ οἶδεν αὐτῶν καθάπτεσθαι, ὡς ὅταν λέγῃ· Ὡς μὴ ἐρχομένου δέ μου πρὸς 61.19 ὑμᾶς, ἐφυσιώθησάν τινες· καὶ πάλιν. Τί θέλετε, ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος; καὶ, Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Λανθανόντως δὲ αὐτῶν καὶ κατηγορεῖ· τῷ γὰρ εἰπεῖν, Βεβαιώσει, καὶ τῷ, Ἀνεγκλήτους, δείκνυσι καὶ σαλευομένους ἔτι, καὶ ἐγκλήματος ὑπευθύνους ὄντας. Σὺ δὲ σκόπει πῶς αὐτοὺς τῷ ὀνόματι ἀεὶ τοῦ Χριστοῦ προσηλοῖ. Καὶ ἀνθρώπου μὲν οὐδενὸς, οὔτε ἀποστόλου οὔτε διδασκάλου, συνεχῶς δὲ αὐτοῦ τοῦ ποθουμένου μέμνηται, καθάπερ ἀπὸ μέθης τινὸς τοὺς καρηβαροῦντας ἀνενεγκεῖν παρασκευάζων. Οὐδαμοῦ γὰρ ἐν ἑτέρᾳ Ἐπιστολῇ οὕτω συνεχῶς κεῖται τὸ ὄνομα τοῦ Χριστοῦ· ἐνταῦθα μέντοι ἐν ὀλίγοις στίχοις πολλάκις, καὶ διὰ τούτου σχεδὸν τὸ πᾶν ὑφαίνει προοίμιον. Σκόπει δὲ ἄνωθεν· Παῦλος, κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ τῇ χάριτι τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ· καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν· ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς καὶ βεβαιώσει ὑμᾶς ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· παρακαλῶ δὲ ὑμᾶς διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὁρᾷς τὴν συνέχειαν τοῦ ὀνόματος τοῦ Χριστοῦ; Ὅθεν