1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

286

μιουργὸς, ἐπειδὰν πωλήσῃ τι τῶν ἀπὸ τῆς τέχνης, ἀπαρχέσθω τῆς τιμῆς τῷ Θεῷ, καταβαλλέτω μικρὸν μέρος αὐτόθι, καὶ μεριζέσθω πρὸς τὸν Θεὸν ἐξ ἐλάτ- τονος μοίρας. Οὐδὲ γὰρ μέγα τι αἰτῶ, ἀλλὰ τοσοῦτον ὅσον Ἰουδαίων οἱ νήπιοι, καὶ μυρίων γέμοντες κακῶν, 61.374 τοσοῦτον οἱ τὸν οὐρανὸν προσδοκῶντες ἡμεῖς βάλλω- μεν. Ταῦτα δὲ οὐ νομοθετῶν, οὐδὲ κωλύων τὸ πλέον λέγω, ἀλλ' ἀξιῶν μὴ ἔλαττον τῆς δεκάτης μοίρας καταθεῖναι. Τοῦτο δὲ μὴ πωλῶν μόνον, ἀλλὰ καὶ ἀγο- ράζων ποίει. Τοῦτον καὶ οἱ τοὺς ἀγροὺς κεκτημένοι τηρείτωσαν τὸν νόμον ἐν ταῖς προσόδοις· τοῦτον πάν- τες οἱ τοὺς δικαίους συλλέγοντες πόρους. Πρὸς γὰρ τοὺς τόκους ἀπαιτοῦντας οὐδείς μοι λόγος, οὐδὲ πρὸς στρατιώτας διασείοντας ἄλλους, καὶ πραγματευομέ- νους ἀλλοτρίας συμφοράς· οὐδὲν γὰρ ἐκεῖθεν βούλε- ται δέχεσθαι ὁ Θεός· ἀλλὰ πρὸς τοὺς ἐκ δικαίων πό- νων συλλέγοντας τὰ ὄντα, ταῦτα λέγω. Καὶ γὰρ ἐὰν ἐν τοιαύτῃ συνηθείᾳ καταστήσωμεν ἑαυτοὺς, ὑπὸ τοῦ συνειδότος κεντούμεθα λοιπὸν, ἄν ποτε τοῦτον ἀπολί- πωμεν τὸν νόμον, καὶ οὐδὲ βαρὺ λοιπὸν τὸ πρᾶγμα ἡγησόμεθα, καὶ κατὰ μικρὸν ἐπὶ τὰ μείζονα ἥξομεν, καὶ μελετήσαντες χρημάτων καταφρονεῖν, καὶ τὴν ῥίζαν τῶν κακῶν ἀνασπάσαντες, τόν τε ἐνταῦθα μετὰ ἀδείας βιωσόμεθα βίον, καὶ τῆς μελλούσης τευξόμεθα ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ Μ∆ʹ. Ἐὰν δὲ ἔλθῃ Τιμόθεος πρὸς ὑμᾶς, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς.

αʹ. Τάχα τις ἡγεῖται ἀνάξιον εἶναι τῆς ἀνδρείας τῆς Τιμοθέου τὴν παράκλησιν ταύτην· ἀλλ' οὐ Τιμοθέου ἕνεκεν τοῦτο εἴρηται, ἀλλὰ τῶν ἀκουόντων, ἵνα μὴ διὰ τῆς εἰς αὐτὸν ἐπιβουλῆς ἑαυτοὺς καταβλάψωσιν· ἐκεῖνος μὲν γὰρ ἀεὶ πρὸς κινδύνους ἦν παρεμβεβλη- μένος. Ὡς γὰρ πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν ἐν τῷ Εὐαγγελίῳ, φησίν. Ἀλλ' ἵνα μὴ ἀπὸ τῆς εἰς τὸν μαθητὴν θρασύτητος, καὶ εἰς τὸν διδάσκαλον προ- έλθωσι καὶ χείρους γένωνται, πόῤῥωθεν αὐτοὺς κατα- στέλλει, λέγων· Ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τουτέστιν, ἵνα μή τις αὐτοῦ κατεξανιστᾶται τῶν ἀπ- εγνωσμένων ἐκείνων. Καὶ γὰρ ἔμελλεν αὐτοῖς ἴσως ἐπιτιμᾷν, ὑπὲρ ὧν καὶ Παῦλος ἐπέστειλε· καὶ γὰρ ἐπηγγείλατο δι' αὐτὸ τοῦτο πέμπειν αὐτόν. Ἔπεμψα γὰρ Τιμόθεον ὑμῖν, φησὶν, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσῃ Ἐκκλησίᾳ διδάσκω. Ἵν' οὖν μὴ εὐγενείᾳ καὶ πλούτῳ καὶ τῇ τοῦ δήμου συστάσει καὶ τῇ ἔξωθεν σοφίᾳ θαῤῥοῦντες ἐπίθωνται καὶ διαπτύωσι καὶ ἐπι- βουλεύσωσιν, ἀλγοῦντες τοῖς ἐλέγχοις τοῖς παρ' αὐ- τοῦ, ἢ ὑπὲρ ὧν ὁ διδάσκαλος ἐπετίμησε, δίκην αὐτὸν ἀπαιτήσωσιν ἐκεῖνον ἀμυνόμενοι, διὰ τοῦτό φησιν· Ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς. Μὴ γάρ μοι τοὺς ἔξωθεν εἴπῃς τοὺς Ἕλληνας καὶ ἀπίστους· τὰ παρ' ὑμῶν ἀπαιτῶ, ὑπὲρ ὧν καὶ ἡ Ἐπιστολὴ ἅπασα συν- ετέθη, οὓς καὶ ἐν ἀρχῇ καὶ προοιμίοις ἐφόβησε. ∆ιὰ τοῦτο εἶπε· Πρὸς ὑμᾶς. Εἶτα ἀπὸ τῆς διακονίας ἀξιό- πιστον αὐτὸν ποιεῖ λέγων· Τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, φησὶν, εἰ μὴ πλού- σιος, εἰ μὴ εὐπαίδευτος, μηδὲ πρεσβύτης, ἀλλὰ τί ἐπιτέτακται καὶ ἀνύει· Τὸ γὰρ ἔργον Κυρίου ἐργά- ζεται. Τοῦτο δὲ ἀντὶ πάσης αὐτῷ καὶ εὐγενείας καὶ πλούτου καὶ ἡλικίας καὶ σοφίας ἀπόχρη. Καὶ οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ προσέθηκε· Καθὼς καὶ ἐγώ· καὶ ἀνωτέρω, Ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ 61.374 πιστὸν ἐν Κυρίῳ· αὐτὸς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ. Ἐπεὶ οὖν καὶ νέος ἦν, καὶ μόνος ἐνεχειρίσθη τοσούτου δήμου διόρθωσιν, ἀμφότερα δὲ εἰς καταφρόνησιν ἦγεν, εἰκότως ἐπ- άγει· Μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. Καὶ οὐ τοῦτο ἀπαιτεῖ μόνον, ἀλλὰ καὶ τιμὴν πλείονα· διὸ καί φη- σι· Προπέμψατε δὲ αὐτὸν μετ' εἰρήνης· τουτέστιν, ἀφόβως, μὴ μάχας καὶ φιλονεικίας ἐμποιοῦντες, μὴ ἔχθρας καὶ ἀπεχθείας, ἀλλ' ὑποταγὴν καὶ τιμὴν, ὡς διδασκάλῳ προσέχοντες. Ἵνα ἔλθῃ πρός με·