1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

195

τοῦτο δὲ τῶν ἀεὶ συμβαινόντων. Ὥστε οὐ χρὴ διαπιστεῖν, εἴ τινες τούτων καὶ ἐν τέχναις καὶ ἐν στρατείαις ἤνθησαν καὶ ἐν χρημάτων περιουσίαις, ἀλλὰ καὶ ἐλεεῖν αὐτοὺς μετὰ πολλῆς τῆς συμπαθείας, καὶ ὑπὲρ ἑαυτῶν δεδοικέναι, μή ποτε καὶ αὐτοὶ τὰ αὐτὰ πάθωμεν. Καὶ γὰρ καὶ ἡμεῖς ἄνθρωποι, καὶ ὑπὸ τὴν ὀξύῤῥοπον ταύτην κείμεθα μεταβολήν. Ἀλλ' ἴσως τῶν ἀγνωμόνων τις καὶ 61.256 σκώπτειν εἰωθότων καὶ ἐπισκήψει τοῖς εἰρημένοις, 61.256 καὶ κωμῳδήσει πάντως ἡμᾶς λέγων· Μέχρι τίνος οὐ παύσῃ πένητας ἀεὶ καὶ πτωχοὺς ἐν τοῖς λόγοις εἰσ- άγων, καὶ συμφορὰς ἡμῖν προφητεύων, καὶ πενίαν προαναφωνῶν, καὶ πτωχοὺς ποιῆσαι σπουδάζων; Οὐ πτωχοὺς ὑμᾶς σπουδάζων ποιῆσαι, ἄνθρωπε, ταῦτα λέγω, ἀλλὰ τοῦ οὐρανοῦ τὸν πλοῦτον ὑμῖν ἀν- οῖξαι σπεύδων. Ἐπεὶ καὶ πρὸς τὸν ὑγιαίνοντα ὁ τῶν ἀῤῥωστούντων μεμνημένος καὶ τὰς ἐκείνων διηγού- μενος ὀδύνας, οὐχ ἵνα ἐπίνοσον ποιήσῃ, λέγει, ἀλλ' ἵνα ἐπὶ τῆς ὑγιείας διατηρήσῃ, τῷ φόβῳ τῶν ἐκείνοις συμβαινόντων τὴν τούτου ῥᾳθυμίαν ἐκκόπτων. Φοβε- ρὸν ὑμῖν ἡ πενία εἶναι δοκεῖ, καὶ φρικτὸν καὶ μέχρι προσηγορίας αὐτῆς. ∆ιὰ γὰρ τοῦτο πένητές ἐσμεν, ὅτι πενίαν δεδοίκαμεν, κἂν μύρια ἔχωμεν τάλαντα. Οὐ γὰρ ὁ μηδὲν ἔχων, πένης, ἀλλ' ὁ πενίαν φρίττων· ἐπεὶ καὶ ἐν ταῖς συμφοραῖς οὐ τοὺς τὰ μεγάλα πά- σχοντας κακὰ δακρύομεν καὶ ἀθλίους ἡγούμεθα, ἀλλὰ τοὺς οὐκ εἰδότας αὐτὰ φέρειν, κἂν μικρὰ τύχῃ ὄντα· ὡς ὅ γε φέρειν εἰδὼς καὶ ἐπαίνων ἄξιος καὶ στεφά- νων. Καὶ ὅτι τοῦτο τοῦτον ἔχει τὸν τρόπον, ἐν τοῖς ἀγῶσι τίνας ἐπαινοῦμεν; τοὺς πολλὰ τυπτομένους καὶ μὴ ἀλγοῦντας, ἀλλ' ὑψηλὸν τὸν αὐχένα ἔχοντας, ἢ τοὺς ἀπὸ τῶν πρώτων φεύγοντας πληγῶν; οὐχὶ ἐκείνους μὲν καὶ στεφανοῦμεν, ὡς ἀνδρείους καὶ γεν- ναίους, τούτους δὲ καὶ γελῶμεν, ὡς ἀνάνδρους καὶ δειλούς; Οὕτω τοίνυν καὶ ἐπὶ τῶν τοῦ βίου πραγμά- των ποιῶμεν· τὸν μὲν εὐκόλως ἅπαντα φέροντα στε- φανώσωμεν, καθάπερ ἐκεῖνον τὸν γενναῖον παγκρα- τιαστήν· τοῦτον δὲ δακρύσωμεν τὸν δεδοικότα καὶ τρέ- μοντα τὰ δεινὰ, καὶ πρὶν ἢ δέξασθαι πληγὴν ἀποτε- θνηκότα τῷ δέει. Καὶ γὰρ ἐπὶ τῶν ἀγώνων εἴ τις, πρὶν ἢ χεῖρας ἀντᾶραι, τὸν ἀντίπαλον ἰδὼν τὴν δεξιὰν τείνοντα μόνον ἀποφύγοι, κἂν μὴ δέξηται πληγὴν, καταγέλαστος ἔσται, ὡς ἄτονος καὶ μαλακὸς καὶ πόνων ἄπειρος τοιούτων· οἷον καὶ ἐπὶ τούτων συμβαί- νει τῶν πενίαν δεδοικότων, καὶ οὐδὲ τὴν προσδοκίαν αὐτῆς ἐνεγκεῖν δυναμένων. Οὐκ ἄρα ἡμεῖς ποιοῦμεν ὑμᾶς ἀθλίους, ἀλλ' ὑμεῖς ἑαυτούς. Πῶς γὰρ οὐ κατα- παίξεταί σου λοιπὸν ὁ διάβολος, καὶ πρὸ τῆς πληγῆς τὴν ἀπειλὴν ὁρῶν δεδοικότα καὶ τρέμοντα; Μᾶλλον δὲ, ὅταν ἀπειλὴν τοῦτο νομίζῃς, οὐ δεήσεται λοιπὸν οὐδὲ πλῆξαι, ἀλλ' ἀφεὶς ἔχειν τὸν πλοῦτον, τῇ προσδοκίᾳ τῆς ἀφαιρέσεως κηροῦ παντὸς μαλακώτερόν σε ἐργά- σεται. Καὶ γὰρ πεφύκαμεν, ὡς εἰπεῖν, ἅπερ δεδοίκα- μεν, μετὰ τὸ παθεῖν οὐχ οὕτω νομίζειν εἶναι φοβερὰ, ὥσπερ ἔμπροσθεν καὶ πρὸ τῆς πείρας. Ἵν' οὖν μηδὲ ταύτην κτήσῃ τὴν ἀρετὴν, ἐν ἀκμάζοντί σε κατέχει φόβῳ, πρὸ τῆς πείρας τῷ φόβῳ τῆς πενίας ὥσπερ κηρὸν πυρὶ κατατήκων. Καὶ γὰρ κηροῦ παντὸς μα- λακώτερος ὁ τοιοῦτος, καὶ αὐτοῦ τοῦ Κάϊν ἀθλιώτε- ρον βίον ζών, ὑπὲρ μὲν ὧν πλεονεκτεῖ δεδοικὼς, ὑπὲρ δὲ ὧν οὐκ ἔχει ἀλγῶν· καὶ ὑπὲρ ὧν ἔχει τρέμων πά- λιν, ἅτε δραπέτην ἀγνώμονα κατέχων ἔνδον τὸν πλοῦ- τον, καὶ ποικίλοις τισὶ καὶ ἀτόποις πολιορκούμενος πάθεσι. Καὶ γὰρ ἐπιθυμία ἄτοπος καὶ φόβος πολυ- ειδὴς καὶ ἀγωνία καὶ τρόμος πανταχόθεν αὐτοὺς χειμάζουσι· καὶ ἐοίκασι πλοίῳ πάντοθεν ἐναντίοις ἀνέμοις ἐλαυνομένῳ, καὶ πολλὰς ὑπομένοντι τὰς τρικυμίας. Καὶ πόσῳ βέλτιον τὸν τοιοῦτον ἀπ- ελθεῖν, ἢ διηνεκῆ φέρειν χειμῶνα; ἐπεὶ καὶ τὸν Κάϊν ἀνεκτότερον ἦν ἀποθανεῖν, ἢ διαπαντὸς τρέ- μειν. 61.257 Ἵν' οὖν μὴ καὶ ἡμεῖς ταῦτα πάσχωμεν, καταγελά- σωμεν τῆς τοῦ διαβόλου μηχανῆς, διαῤῥήξωμεν αὐ- τοῦ τὰ σχοινία, διακόψωμεν τοῦ χαλεποῦ δόρατος τὴν αἰχμὴν, καὶ πᾶσαν ἔφοδον ἀποτειχίσωμεν. Ἂν γὰρ χρημάτων καταγελάσῃς, οὐκ ἔχει ποῦ πλήξαι, οὐκ ἔχει πόθεν ἐπιλάβηται· τὴν γὰρ ῥίζαν ἀνέσπασας τῶν κακῶν· ῥίζης δὲ οὐκ