1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

187

ἔλαβον οἱ ἀπόστολοι, καὶ παρὰ Κορινθίοις οἱ πλείους τοῦτο ἐκέκτηντο· ὁ δὲ τῆς διδασκαλίας λόγος οὐχ οὕτω. ∆ιὸ ἐκεῖνο μὲν πρῶτον τίθησιν, ὕστερον δὲ τοῦτο. Καὶ γὰρ καὶ τοῦτο δι' ἐκεῖνο, καὶ τὰ ἄλλα πάντα, καὶ προφητεῖαι καὶ ἐνεργήματα δυνάμεων καὶ γένη γλωσσῶν καὶ ἑρμηνεία γλωσσῶν· οὐδὲν γὰρ τούτου ἴσον· διὸ καὶ ἔλεγεν, Οἱ καλῶς προεστῶτες πρεσβύτεροι, διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Καὶ τῷ Τιμοθέῳ ἐπέστελλε λέγων· Πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ· μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος. Ὁρᾷς πῶς καὶ χάρισμα αὐτὸ καλεῖ; Εἶτα ἣν ἀνωτέρω τέθεικε παραμυθίαν εἰπὼν, Τὸ αὐτὸ Πνεῦμα, ταύτην καὶ ἐνταῦθα τίθησι λέγων· Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Οὐ παραμυθεῖται δὲ μόνον, ἀλλὰ καὶ ἐπιστομίζει τὸν ἀντιλέγοντα ἐνταῦθα λέγων, ∆ιαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. ∆εῖ γὰρ καὶ ἐπιστύφειν, οὐχὶ θεραπεύειν μόνον, ὥσπερ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ποιεῖ, ὅταν λέγῃ· Σὺ τίς εἶ, ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Οὕτω καὶ ἐνταῦθα, ∆ιαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Καὶ ὃ τοῦ Πατρὸς ἦν, τοῦτο καὶ τοῦ Πνεύματος ἔδειξεν ὄν. Ὥσπερ γὰρ περὶ αὐτοῦ φησιν, Ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν, οὕτω καὶ περὶ τοῦ Πνεύματος· Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα. Ἀλλ' ἐνεργούμενον, φησὶν, ὑπὸ τοῦ Θεοῦ. Ἀλλ' οὐ 61.246 δαμοῦ τοῦτο εἴρηκεν, ἀλλὰ σὺ τοῦτο πλάττεις. Ὅταν γὰρ λέγῃ, Ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι, περὶ ἀνθρώπων τοῦτο λέγει· οὐ δήπου μετὰ τῶν ἀνθρώπων καὶ τὸ Πνεῦμα ἀριθμεῖ, κἂν μυριάκις ᾖς παραπαίων, κἂν μυριάκις μαινόμενος. Ἐπειδὴ γὰρ εἶπε, ∆ιὰ τοῦ Πνεύματος, ἵνα τὸ διὰ τοῦτο μὴ νομίσῃς ἐλαττώσεως εἶναι μηδὲ τοῦ ἐνεργεῖσθαι, ἐπήγαγεν, ὅτι Ἐνεργεῖ τὸ Πνεῦμα, οὐκ ἐνεργεῖται, καὶ ἐνεργεῖ ὡς βούλεται, οὐ καθὼς κελεύεται. Καθάπερ γὰρ περὶ τοῦ Πατρὸς ὁ Υἱὸς λέγει, ὅτι Ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, ὁμοίως καὶ περὶ ἑαυτοῦ, ὅτι Οὓς θέλει ζωοποιεῖ· οὕτω καὶ περὶ τοῦ Πνεύματος, ἀλλαχοῦ μὲν ὅτι μετ' ἐξουσίας πάντα ποιεῖ, καὶ τὸ κωλύον οὐδέν (τὸ γὰρ, Ὅπου θέλει πνεῖ, εἰ καὶ περὶ τοῦ ἀνέμου εἴρηται, τούτου ἐστὶ κατασκευαστικόν)· ἐνταῦθα δὲ, ὅτι Πάντα ἐνεργεῖ καθὼς βούλεται. Καὶ ἑτέρωθεν δὲ ὅτι οὐχὶ τῶν ἐνεργουμένων ἐστὶν, ἀλλὰ τῶν ἐνεργούντων, μάνθανε. Τίς γὰρ οἶδε, φησὶ, τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ὅτι δὲ τὸ πνεῦμα τοῦ ἀνθρώπου, τουτέστιν, ἡ ψυχὴ, οὐ δεῖται ἐνεργείας, ἵνα εἰδῇ τὰ ἑαυτῆς, παντί που δῆλον· οὐκοῦν οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα εἰδῇ τὰ τοῦ Θεοῦ. Οὕτω γάρ φησι· Τὰ τοῦ Θεοῦ οἶδεν ἀπόῤῥητα τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἡ ψυχὴ τοῦ ἀνθρώπου τὰ ἀπόῤῥητα τὰ ἑαυτῆς. Εἰ δὲ εἰς τοῦτο οὐκ ἐνεργεῖται, πολλῷ μᾶλλον τὸ ἐπιστάμενον τοῦ Θεοῦ τὰ βάθη, καὶ οὐκ ἐνεργούμενον εἰς τὸ δοῦναι χαρίσματα τοῖς ἀποστόλοις, ἐνεργείας οὐκ ἂν ἐδεήθη. Χωρὶς δὲ τούτων κἀκεῖνο, ὅπερ ἔμπροσθεν εἶπον, ἐρῶ καὶ νῦν. Ποῖον δὴ τοῦτο; Ὅτι εἰ ἔλαττον τὸ Πνεῦμα καὶ ἑτέρας οὐσίας, οὐδὲν ἂν ὤνησεν ἡ παραμυθία, οὐδὲ τὸ ἀκοῦσαι τὸ αὐτὸ Πνεῦμα. Ὁ μὲν γὰρ παρὰ τοῦ βασιλέως λαβὼν μεγίστην ἂν ταύτην σχοίη παραμυθίαν, ὅτι αὐτὸς αὐτῷ ἔδωκεν· ὁ δὲ παρὰ τοῦ δούλου, τότε μᾶλλον ἀλγεῖ, ὅταν τοῦτό τις αὐτῷ προσενέγκῃ· ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐ τῆς δουλικῆς, ἀλλὰ τῆς βασιλικῆς οὐσίας τὸ Πνεῦμα τὸ ἅγιον. ∆ιόπερ καθάπερ παρεμυθήσατο αὐτοὺς εἰπὼν, ὅτι ∆ιαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων, ὁ δὲ αὐτὸς Θεός· οὕτω καὶ ἀνωτέρω εἰπὼν, ∆ιαιρέσεις χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ μετὰ ταῦτα πάλιν εἰπὼν, Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Μὴ τοίνυν ἀλύωμεν, φησὶ, μηδὲ ἀλγῶμεν λέγοντες, ∆ιὰ τί τὸ ἔλαβον καὶ τὸ οὐκ ἔλαβον; μηδὲ εὐθύνας ἀπαιτῶμεν τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ γὰρ οἶδας ὅτι ἀπὸ κηδεμονίας ἐχαρίσατο, ἐννοήσας ὅτι ἀπὸ τῆς αὐτῆς κηδεμονίας καὶ τὸ μέτρον ἔδωκε, στέργε καὶ χαῖρε ὑπὲρ ὧν ἔλαβες· καὶ μὴ δυσχέραινε ὑπὲρ ὧν οὐκ εἴληφας, ἀλλὰ καὶ ὁμολόγει χάριν, ὅτι μὴ μείζονα ἔλαβες