1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

92

καλεῖν; ἢ τὸ, ἑστῶτας, ἢ τὸ ἐν ἑσπέρᾳ ἐσθίειν; ἢ τὸ, τῷ 61.126 αἵματι τειχίζεσθαι τὴν οἰκίαν; Οὐδὲν ἕτερον ἐκεῖνος ἐρεῖ, ἀλλ' ἄνω καὶ κάτω τὴν Αἴγυπτον. Ἐγὼ δὲ ἐρῶ καὶ τὸ αἷμα τί βούλεται, καὶ ἡ ἑσπέρα, καὶ τὸ πάντας ἐσθίειν ὁμοῦ, καὶ τὸ ἑστῶτας πάντας. δʹ. Πρότερον δὲ εἴπωμεν, διὰ τί ἐκ τῶν ὁρίων πάντων ἐλαύνεται ἡ ζύμη. Τί οὖν ἐστι τὸ αἴνιγμα; Πάσης πονηρίας ἀπηλλάχθαι δεῖ τὸν πιστόν. Ὥσπερ γὰρ ἐκεῖνος ἀπόλλυται, ἔνθα ἂν εὑρεθῇ παλαιὰ ζύμη, οὕτω καὶ παρ' ἡμῖν ἔνθα ἂν εὑρεθῇ πονηρία. Οὐ γὰρ δήπου ἐπὶ μὲν τῆς σκιᾶς τοσαύτη ἡ κόλασις, ἐπὶ δὲ ἡμῶν οὐ πολλῷ μείζων. Εἰ γὰρ τὰς οἰκίας οὕτως ἐκκαθαίρουσι τῆς ζύμης, καὶ μυῶν ὀπὰς περιεργάζονται, πολλῷ μᾶλλον ἡμᾶς τὴν ψυχὴν διερευνᾶσθαι δεῖ, ὥστε πάντα λογισμὸν ἀκάθαρτον ἐκβάλλειν. Ἀλλὰ τοῦτο παρ' αὐτοῖς πρώην μὲν ἐγίνετο, νῦν δὲ οὐκέτι· πανταχοῦ γὰρ ζύμη ὅπου Ἰουδαῖος. Ἐν μέσαις γὰρ ταῖς πόλεσι τὸ ἄζυμον γίνεται, ὅπερ ἐστὶ παίγνια μᾶλλον, ἢ νόμος λοιπόν. Ἐπειδὴ γὰρ ἦλθεν ἡ ἀλήθεια, οὐκέτι χώραν ἔχουσιν οἱ τύποι. Ὥστε καὶ διὰ τοῦ παραδείγματος τούτου σφόδρα ἐξελαύνει τῆς Ἐκκλησίας τὸν πεπορνευκότα. Οὐ γὰρ δὴ μόνον, φησὶν, οὐδὲν ὠφελεῖ παρὼν, ἀλλὰ καὶ βλάπτει, τῷ κοινῷ πάλιν τοῦ σώματος λυμαινόμενος. Οὐ γὰρ οἶδέ τις πόθεν ἡ δυσωδία, κρυπτομένου τοῦ σεσηπότος, ἀλλὰ τῷ κοινῷ ταύτην λογίζεται. ∆ιὸ καὶ κατεπείγει σφόδρα αὐτοὺς ἐκκαθᾶραι τὴν ζύμην· Ἵνα ἦτε, φησὶ, νέον φύραμα, καθώς ἐστε ἄζυμοι· καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Οὐκ εἶπεν, Ἀπέθανεν, ἀλλ' οἰκειότερον τῷ προκειμένῳ, Ἐτύθη. Μὴ ζήτει τοίνυν ἄζυμα τοιαῦτα, ἐπειδὴ μηδὲ ἀμνὸν ἔχεις τοιοῦτον· μὴ ζήτει ζύμην τοιαύτην, ἐπειδὴ μηδὲ τὰ ἄζυμά σου τοιαῦτα. Ἐπὶ μὲν οὖν τῆς ζύμης τῆς αἰσθητῆς τὸ μὲν ἄζυμον γένοιτ' ἂν ζυμωτὸν, τὸ δὲ ζυμωτὸν οὐκέτ' ἂν γένοιτ' ἄζυμον· ἐνταῦθα δὲ ἔνι τοὐναντίον τούτου γενέσθαι πάλιν· ἀλλ' ὅμως αὐτὸ οὐκ ἐδήλωσε. Καὶ θέα τὴν σύνεσιν· Ἐν τῇ προτέρᾳ Ἐπιστολῇ οὐ δίδωσιν ἐλπίδας ἐπανόδου τῷ πεπορνευκότι, ἀλλὰ πάντα αὐτοῦ τὸν βίον ἐν μετανοίᾳ κελεύει γενέσθαι, ἵνα μὴ ῥᾳθυμότερον αὐτὸν ἐργάσηται τῇ ὑποσχέσει. Οὐ γὰρ εἶπε, Παράδοτε αὐτὸν τῷ σατανᾷ, ἵνα μετανοήσας πάλιν τῇ Ἐκκλησίᾳ παραδοθῇ, ἀλλὰ τί; Ἵνα σωθῇ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Παραπέμπει γὰρ αὐτὸν εἰς ἐκεῖνον τὸν καιρὸν, ἵνα αὐτὸν ἐναγώνιον ἐργάσηται· καὶ ὅπερ ἔμελλεν αὐτῷ χαρίζεσθαι μετὰ τὴν μετάνοιαν, οὐκ ἐκκαλύπτει, τὸν ἑαυτοῦ ∆εσπότην μιμούμενος. Ὥσπερ γὰρ ὁ Θεός φησιν, Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται, καὶ οὐ προσέθηκεν, Ἐὰν δὲ μετανοήσῃ, σωθήσεται· οὕτω καὶ οὗτος οὐκ εἶπεν, Ἐὰν δὲ μετανοήσῃ ἀξίως, κυρώσομεν εἰς αὐτὸν ἀγάπην· ἀλλ' ἀναμένει ποιῆσαι αὐτὸν τὸ ἔργον, καὶ τότε λαβεῖν αὐτὸν τὴν χάριν. Εἰ γὰρ ἐξ ἀρχῆς τοῦτο εἶπεν, ἐξέλυσεν ἂν αὐτοῦ τὸν φόβον· διόπερ οὐ μόνον οὐ ποιεῖ τοῦτο, ἀλλὰ διὰ τοῦ παραδείγματος τῆς ζύμης οὐδὲ ἀφίησιν αὐτὸν ἐλπίσαι ἐπάνοδον, ἀλλ' ἐκείνῃ τηρεῖ τῇ ἡμέρᾳ αὐτὸν, Ἐκκαθάρατε, λέγων, τὴν παλαιὰν ζύμην, καὶ, Μὴ ἑορτάζωμεν ἐν ζύμῃ παλαιᾷ. Ἐπειδὴ δὲ μετενόησε, μετὰ πάσης αὐτὸν εἰσήγαγε πάλιν τῆς σπουδῆς. ∆ιὰ τί δὲ παλαιὰν καλεῖ; Ἢ διὰ τὸ τὸν πρότερον ἡμῶν βίον τοιοῦτον εἶναι· ἢ διὰ τὸ τὸ παλαιὸν ἐγγὺς εἶναι ἀφανισμοῦ, καὶ δυσῶδες ὁμοῦ καὶ αἰσχρὸν, οἷόν ἐστιν ἡ ἁμαρτία· οὔτε γὰρ ἁπλῶς διαβέβληται τὸ παλαιὸν, οὔτε ἁπλῶς ἐπαινεῖται τὸ καινὸν, ἀλλὰ πρὸς τὰ ὑποκείμενα. Καὶ γὰρ ἀλλαχοῦ φησιν· Οἶνος νέος, φίλος νέος· ἐὰν δὲ παλαιωθῇ, τότε 61.127 μετ' εὐφροσύνης πίεσαι αὐτόν· ἐγκωμιάζων ἐπὶ φιλίας μᾶλλον τὸ παλαιὸν, ἢ τὸ νέον· καὶ πάλιν, Ὁ παλαιὸς τῶν ἡμερῶν ἐκάθητο, καὶ ἐνταῦθα πάλιν ἐπὶ ἐγκωμίων καὶ δόξης μεγίστης τὸ παλαιὸν ἐκλαμβάνων. Ἀλλαχοῦ δὲ ἐπὶ ψόγου λαμβάνει τὸ παλαιὸν ἡ Γραφή. Ἐπειδὴ γὰρ τὰ πράγματα ποικίλα ἐστὶν ἐκ πολλῶν συγκείμενα, καὶ ἐπὶ ἀγαθοῖς καὶ ἐπὶ κακοῖς κέχρηται τοῖς αὐτοῖς, οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον. Ὅρα γοῦν καὶ ἀλλαχοῦ ψεγόμενον τὸ παλαιόν· Ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν· καὶ πάλιν, Ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου· καὶ πάλιν, Πεπαλαιωμένε ἡμερῶν κακῶν. Οὕτω καὶ ἡ ζύμη